399
στρατῷ τοῖς πολεμίοις ἐθέλειν ὁμόσε ἰέναι, μεταπορευθεὶς τὴν βουλὴν ἐπιτελεῖν τὰ ὡμολογημένα οὐδαμῆ 8.34.10 ἤθελε. σπουδάζων δὲ καὶ διατεινόμενος τοὺς ὁμήρους ἀπολαβεῖν ἐπενόει τάδε. πέμψας παρὰ τὸν Πακούριον ᾔτει σταλῆναί οἱ τῶν Ῥωμαίων στρατιωτῶν ὀλίγους τινὰς, ἐφ' ᾧ ξὺν τῷ ἀσφαλεῖ ἔς τε τὸν ∆ρυοῦντα ἰέναι σφίσι δυνατὰ εἴη ἐνθένδε τε διαπορθμευσαμένοις 8.34.11 τὸν Ἰόνιον κόλπον ἐπὶ Βυζαντίου κομίζεσθαι. ὁ μὲν οὖν Πακούριος μακρὰν ἀπολελειμμένος τῶν τῷ ἀνθρώπῳ βεβουλευμένων τῶν οἱ ἑπομένων πεντήκοντα 8.34.12 στέλλει. ὁ δὲ αὐτοὺς τῷ φρουρίῳ δεξάμενος καθεῖρξεν εὐθὺς, τῷ τε Πακουρίῳ ἐσήμαινεν ὡς, εἴπερ αὐτῷ τοὺς στρατιώτας βουλομένῳ εἴη τοὺς αὑτοῦ ῥύεσθαι, 8.34.13 ἀποδιδόναι δεήσει τοὺς Γότθων ὁμήρους. ταῦτα ἀκούσας Πακούριος ὀλίγους μέν τινας ἐπὶ τῇ τοῦ ∆ρυοῦντος φυλακῇ εἴασε, παντὶ δὲ τῷ ἄλλῳ στρατῷ 8.34.14 ἐπὶ τοὺς πολεμίους αὐτίκα ᾔει. Ῥάγναρις δὲ τοὺς μὲν πεντήκοντα μελλήσει οὐδεμιᾷ ἔκτεινεν, ὡς ὑπαντιάσων δὲ τοῖς πολεμίοις ἐκ τοῦ Τάραντος τοὺς Γότθους ἐξῆγεν. ἐπειδή τε ἀλλήλοις ξυνέμιξαν, ἡσσῶνται 8.34.15 Γότθοι. Ῥάγναρίς τε αὐτοῦ ἀποβαλὼν πλείστους ξὺν τοῖς καταλοίποις δρασμῷ εἴχετο. ἐς μέντοι τὸν Τάραντα εἰσελθεῖν οὐδαμῆ ἴσχυσε, πανταχόθεν αὐτὸν περιβεβλημένων Ῥωμαίων, ἀλλ' ἐς Ἀχεροντίδα ἐλθὼν 8.34.16 ἔμεινε. ταῦτα μὲν οὖν τοιαύτῃ ἐγεγόνει. Ῥωμαῖοι δὲ οὐ πολλῷ ὕστερον τόν τε Πόρτον πολιορκήσαντες ὁμολογίᾳ εἷλον καὶ φρούριον ἐν Τούσκοις, ὃ δὴ Νέπα καλοῦσι, καὶ τὸ ἐν Πέτρᾳ τῇ Περτούσῃ ὀνομαζομένῃ ὀχύρωμα. 8.34.17 Τεΐας δὲ (οὐ γὰρ ἀξιομάχους τῷ Ῥωμαίων στρατῷ Γότθους κατὰ μόνας ᾤετο εἶναι) παρὰ Θευδίβαλδον τὸν Φράγγων ἄρχοντα ἔπεμψε, χρήματα πολλὰ 8.34.18 προτεινόμενος ἐπί τε ξυμμαχίαν παρακαλῶν. ἀλλὰ Φράγγοι τὰ ξύμφορα, οἶμαι, βεβουλευμένοι οὔτε ὑπὲρ τῆς Γότθων οὔτε ὑπὲρ τῆς τῶν Ῥωμαίων ὠφελείας ἐβούλοντο θνήσκειν, ἀλλὰ σφίσιν αὐτοῖς προσποιεῖν Ἰταλίαν ἐν σπουδῇ εἶχον, καὶ τούτου δὴ ἕνεκα τοὺς ἐν πολέμῳ κινδύνους ὑφίστασθαι 8.34.19 ἤθελον. ἐτύγχανε δὲ Τουτίλας ἔνια μὲν τῶν χρημάτων ἐν Τικινῷ καταθέμενος, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, τὰ δὲ πλεῖστα ἐν φρουρίῳ ἐχυρῷ μάλιστα, ὅπερ ἐν Κύμῃ τῇ ἐπὶ Καμπανίας ξυμβαίνει εἶναι, καὶ φρουροὺς ἐνταῦθα καταστησάμενος, ἄρχοντά τε αὐτοῖς τὸν ἀδελφὸν τὸν αὑτοῦ ξὺν Ἡρωδιανῷ ἐπιστήσας. 8.34.20 τούτους δὴ βουλόμενος ὁ Ναρσῆς ἐξελεῖν ἐς Κύμην τινὰς τοὺς τὸ φρούριον πολιορκήσοντας ἔπεμψεν, αὐτὸς δὲ Ῥώμην διακοσμῶν αὐτοῦ ἔμεινε. καὶ ἄλλους στείλας 8.34.21 ἐκέλευε Κεντουκέλλας πολιορκεῖν. Τεΐας δὲ ἀμφὶ τοὺς ἐν Κύμῃ φρουροὺς καὶ τὰ χρήματα δείσας, ἀπογνούς τε τὴν ἀπὸ τῶν Φράγγων ἐλπίδα, τούς οἱ ἑπομένους 8.34.22 διέτασσεν ὡς τοῖς πολεμίοις ὁμόσε χωρήσων. ὧνπερ αἰσθόμενος ὁ Ναρσῆς Ἰωάννην τε τὸν Βιταλιανοῦ ἀδελφιδοῦν καὶ Φιλημοὺθ ξὺν τῷ οἰκείῳ στρατεύματι ἐς τὰ ἐπὶ Τουσκίας χωρία ἰέναι κελεύει, ἐνταῦθά τε καθιζησομένους καὶ τοῖς ἐναντίοις ἀναχαιτίσοντας τὴν ἐπὶ Καμπανίας ὁδὸν, ὅπως οἱ Κύμην πολιορκοῦντες ἀδεέστερον αὐτὴν ἢ βίᾳ ἢ ὁμολογίᾳ ἐξελεῖν δύναιντο. 8.34.23 ἀλλὰ Τεΐας ὁδοὺς μὲν ἐν δεξιᾷ τὰς ἐπιτομωτάτας ἐπὶ τὸ πλεῖστον ἀφεὶς, περιόδους δὲ πολλὰς καὶ μακροτάτας περιβαλόμενος, διά τε τῆς παραλίας κόλπου τοῦ Ἰονίου ἰὼν, ἐς Καμπανίαν ἀφίκετο, τοὺς πολεμίους 8.34.24 λαθὼν ἅπαντας. ὅπερ ἐπεὶ Ναρσῆς ἔμαθε, τούς τε ἀμφὶ τὸν Ἰωάννην καὶ Φιλημοὺθ μετεπέμπετο, οἳ τὴν δίοδον ἐν Τούσκοις ἐφρούρουν, καὶ Βαλεριανὸν ἄρτι Πέτραν ἐξαιροῦντα τὴν Περτοῦσαν καλουμένην μετεκάλει ξὺν τοῖς ἑπομένοις, τάς τε δυνάμεις ξυνήγειρε, παντί τε καὶ αὐτὸς τῷ στρατῷ ὡς ἐς μάχην ξυντεταγμένος ἐς Καμπανοὺς ᾔει. 8.35.1 Ἔστι δέ τι ὄρος ἐπὶ Καμπανίας ὁ Βέβιος, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ὅτι δὴ πολλάκις ἀφίησιν ἦχον μυκηθμῷ ἐμφερῆ. καὶ ἐπειδὰν αὐτῷ τοῦτο ξυμβαίη, ὁ δὲ καὶ κόνεως ἐπὶ τούτῳ ζεούσης μέγα τι χρῆμα ἐρεύγεται. ταῦτα μὲν ἐς ἐκεῖνό 8.35.2 μοι τοῦ λόγου ἐρρήθη. τούτου δὴ τοῦ ὄρους, ᾗπερ καὶ τῆς κατὰ τὴν Σικελίαν Αἴτνης, κενὰ τὰ ἐν μέσῳ ἐκ τῶν ἐσχάτων ἄχρι ἐς τὴν