17
ὢν τοῖς ξυμπεσοῦσι καὶ Ῥωμαίους εὐχόμενος τῆς ἐς αὐτὸν ὕβρεως τίσασθαι. 1.11.31 Μετὰ δὲ Μεβόδης μὲν τὸν Σεόσην διέβαλλε Καβάδῃ, ὡς δὴ ἐξεπίτηδες, οὔ οἱ ἐπιτεταγμένον πρὸς τοῦ δεσπότου, τὸν Λαζικῆς λόγον προθείη, τὴν εἰρήνην ἐκκρούων Ὑπατίῳ τε κοινολογησάμενος πρότερον, ὃς δὴ βασιλεῖ τῷ οἰκείῳ εὐνοϊκῶς ὡς ἥκιστα ἔχων τήν τε εἰρήνην καὶ τὴν Χοσρόου ἐσποίησιν ἔργῳ ἐπιτελῆ οὐκ ἐῴη γενέσθαι. πολλὰ δὲ καὶ ἄλλα κατηγοροῦντες οἱ 1.11.32 ἐχθροὶ τὸν Σεόσην ἐς δίκην ἐκάλουν. Περσῶν μὲν οὖν ἡ βουλὴ ξύμπασα φθόνῳ μᾶλλον ἢ νόμῳ ξυνειλεγμένοι ἐδίκαζον. τῇ τε γὰρ ἀρχῇ οὐ ξυνειθισμένῃ σφίσιν αὐτοῖς ἐπιεικῶς ἤχθοντο καὶ τῷ τρόπῳ τοῦ 1.11.33 ἀνδρὸς χαλεπῶς εἶχον. ἦν γὰρ ὁ Σεόσης χρημάτων μὲν ἀδωρότατος καὶ τοῦ δικαίου ἐπιμελητὴς ἀκριβέστατος, ἀλαζονείας δὲ νόσῳ ἐχόμενος οὐδὲν ὁμοίως τοῖς ἄλλοις ἀνθρώποις. ξυμφυὲς μὲν γὰρ εἶναι δοκεῖ τοῖς Περσῶν ἄρχουσι τοῦτό γε· ἐν δὲ τῷ Σεόσῃ καὶ αὐτοὶ ᾤοντο ὑπερφυῶς ἐς τὰ μάλιστα τὸ πάθος ἀκμάσαι. 1.11.34 ἔλεγον δὲ οἱ κατήγοροι ταῦτά τε ἅπερ μοι προδεδήλωται καὶ ὡς ἥκιστα τῷ ἀνθρώπῳ βουλομένῳ εἴη ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν ἢ περιστέλλειν τὰ Περ1.11.35 σῶν νόμιμα. καινά τε γὰρ αὐτὸν δαιμόνια σέβειν καὶ τελευτήσασαν ἔναγχος τὴν γυναῖκα θάψαι, ἀπειρημένον τοῖς Περσῶν νόμοις γῇ κρύπτειν ποτὲ τὰ τῶν νεκρῶν 1.11.36 σώματα. οἱ μὲν οὖν δικασταὶ θάνατον τοῦ ἀνθρώπου κατέγνωσαν, Καβάδης δὲ ὥσπερ μὲν ξυναλγοῦντι ἅτε φίλῳ τῷ Σεόσῃ ἐῴκει, ἐξελέσθαι δὲ αὐτὸν οὐδαμῆ 1.11.37 ἤθελεν. οὐ μὴν οὐδὲ ὅτι αὐτὸν δι' ὀργῆς ἔχοι ἐξήνεγκεν, ἀλλὰ τῷ λόγῳ παραλύειν τοὺς Περσῶν νόμους οὐκ ἐβούλετο, καίπερ ζωάγρια τῷ ἀνθρώπῳ ὀφείλων, ἐπεί οἱ Σεόσης αἰτιώτατος γέγονε βιῶναί τε καὶ βασιλεῖ εἶναι. οὕτω μὲν ὁ Σεόσης καταγνωσθεὶς 1.11.38 ἐξ ἀνθρώπων ἠφάνιστο. ἡ δὲ ἀρχὴ ἐξ αὐτοῦ ἀρξαμένη ἐς αὐτὸν ἐτελεύτησεν. ἕτερος γάρ τις ἀδρασταδάραν σαλάνης οὐδεὶς γέγονε. καὶ Ῥουφῖνος δὲ Ὑπάτιον ἐς 1.11.39 βασιλέα διέβαλλε. διὸ δὴ αὐτόν τε παρέλυσε τῆς ἀρχῆς βασιλεὺς, καὶ τῶν οἱ ἐπιτηδείων τινὰς πικρότατα αἰκισάμενος οὐδὲν ὑγιὲς ἐν ταύτῃ τῇ διαβολῇ τὸ παράπαν εὗρε, κακὸν μέντοι οὐδὲν Ὑπάτιον ἄλλο εἰργάσατο. 1.12.1 Εὐθὺς δὲ Καβάδης, καίπερ ἐν σπουδῇ ἔχων ἐσβολήν τινα ἐς τῶν Ῥωμαίων ποιεῖσθαι τὴν γῆν, οὐδαμῆ ἴσχυσεν, ἐπεὶ αὐτῷ ἐναντίωμα τοιόνδε ξυνηνέχθη 1.12.2 γενέσθαι. Ἴβηρες, οἳ ἐν τῇ Ἀσίᾳ οἰκοῦσι, πρὸς αὐταῖς που ταῖς Κασπίαις ἵδρυνται πύλαις, αἵπερ αὐτοῖς εἰσι πρὸς βορρᾶν ἄνεμον. καὶ αὐτῶν ἐν ἀριστερᾷ μὲν ἐχομένη πρὸς τὰς ἡλίου δυσμὰς Λαζική ἐστιν, ἐν δεξιᾷ δὲ πρὸς ἀνίσχοντα ἥλιον τὰ Περσῶν 1.12.3 ἔθνη. οὗτος ὁ λεὼς Χριστιανοί τέ εἰσι καὶ τὰ νόμιμα τῆς δόξης φυλάσσουσι ταύτης πάντων μάλιστα ἀνθρώπων ὧν ἡμεῖς ἴσμεν, κατήκοοι μέντοι ἐκ παλαιοῦ τοῦ 1.12.4 Περσῶν βασιλέως τυγχάνουσιν ὄντες. τότε δὲ αὐτοὺς ἤθελε Καβάδης ἐς τὰ νόμιμα τῆς αὑτοῦ δόξης βιάζεσθαι. καὶ αὐτῶν τῷ βασιλεῖ Γουργένῃ ἐπέστελλε τά τε ἄλλα ποιεῖν ᾗ Πέρσαι νομίζουσι καὶ τοὺς νεκροὺς τῇ γῇ ὡς ἥκιστα κρύπτειν, ἀλλ' ὄρνισί τε ῥιπτεῖν καὶ 1.12.5 κυσὶν ἅπαντας. διὸ δὴ Γουργένης προσχωρεῖν Ἰουστίνῳ βασιλεῖ ἤθελε τά τε πιστὰ ἠξίου λαβεῖν, ὡς οὔποτε 1.12.6 Ἴβηρας καταπροήσονται Πέρσαις Ῥωμαῖοι. ὁ δὲ ταῦτά τε αὐτῷ ξὺν προθυμίᾳ πολλῇ ἐδίδου καὶ Πρόβον τὸν Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῦν, ἄνδρα πατρίκιον, ξὺν χρήμασι πολλοῖς ἐς Βόσπορον ἔπεμψεν, ἐφ' ᾧ στράτευμα Οὔννων χρήμασιν ἀναπείσας Ἴβηρσι 1.12.7 πέμψῃ ἐς ξυμμαχίαν. ἔστι δὲ πόλις ἐπιθαλασσία ἡ Βόσπορος, ἐν ἀριστερᾷ μὲν ἐσπλέοντι τὸν Εὔξεινον καλούμενον πόντον, Χερσῶνος δὲ πόλεως, ἣ γῆς τῆς Ῥωμαίων ἐσχάτη ἐστὶν, ὁδῷ διέχουσα ἡμερῶν εἴκοσιν. 1.12.8 ὧν δὴ τὰ ἐν μέσῳ ἅπαντα Οὖννοι ἔχουσιν. οἱ δὲ Βοσπορῖται αὐτόνομοι μὲν τὸ παλαιὸν ᾤκουν, Ἰουστίνῳ 1.12.9 δὲ βασιλεῖ ἔναγχος προσχωρεῖν ἔγνωσαν. ἐπεὶ δὲ Πρόβος ἐνθένδε ἄπρακτος ἀνεχώρησε, Πέτρον στρατηγὸν σὺν Οὔννοις τισὶν ἐς Λαζικὴν βασιλεὺς ἔπεμψε 1.12.10 Γουργένῃ ὅση δύναμις ξυμμαχήσοντα. ἐν τούτῳ δὲ Καβάδης στράτευμα λόγου πολλοῦ ἄξιον ἐπί τε Γουργένην καὶ Ἴβηρας ἔπεμψε καὶ