30
ὄχθης ἐχόμενοι. Ῥωμαῖοι δὲ διανυκτερεύσαντες ἐν πόλει Σούρων ἐνθένδε τε ἐξαναστάντες καταλαμβάνουσι συσκευαζο1.18.15 μένους ἤδη ἐς τὴν ἄφοδον τοὺς πολεμίους. ἑορτὴ δὲ ἡ Πασχαλία ἐπέκειτο ἡμέρᾳ ἐπιγενησομένη τῇ ὑστεραίᾳ, ἣν δὴ σέβονται Χριστιανοὶ πασῶν μάλιστα, ἡμέρᾳ τε τῇ ταύτης προτέρᾳ σιτίων τε καὶ ποτοῦ ἀπεχόμενοι οὐ διημερεύειν νενομίκασι μόνον, ἀλλὰ καὶ πόρρω που 1.18.16 νήστεις τῶν νυκτῶν ἰέναι. τότε οὖν ἅπαντας Βελισάριος ὀργῶντας ἐπὶ τοὺς πολεμίους ὁρῶν, ταύτης τε ἀποστῆσαι τῆς γνώμης ἐθέλων (ταῦτα γάρ οἱ καὶ Ἑρμογένης ἐγίνωσκεν ἄρτι ἐπὶ πρεσβείᾳ ἐκ βασιλέως ἥκων) τοὺς παραγενομένους ἅπαντας ξυγκαλέσας ἔλεξε 1.18.17 τοιάδε «Ποῖ φέρεσθε, ἄνδρες Ῥωμαῖοι, ἢ τί πεπονθό»τες κίνδυνον αἱρεῖσθαι ὑμῖν αὐτοῖς οὐκ ἀναγκαῖον «βουλεύεσθε; μίαν εἶναι νίκην ἀκίβδηλον οἴονται ἄν»θρωποι τὸ μηδὲν δεινὸν πρὸς τῶν πολεμίων παθεῖν, «ὅπερ ἡμῖν ἔν γε τῷ παρόντι δέδωκεν ἥ τε τύχη καὶ 1.18.18 «ἡμῶν τὸ κατὰ τῶν ἐναντίων δέος. οὐκοῦν ἤ ἀπόνα»σθαι τῶν παρόντων ἀγαθῶν ἄμεινον ἢ παρελθόντα «ταῦτα ζητεῖν. Πέρσαι γὰρ πολλαῖς μὲν ἐλπίσιν «ἠγμένοι ἐπὶ Ῥωμαίους ἐστράτευσαν, πάντων δὲ τανῦν 1.18.19 «ἐκπεπτωκότες ἐς φυγὴν ὥρμηνται. ὥστε ἢν οὐχ «ἑκόντας αὐτοὺς μεταβάλλεσθαι μὲν τῆς ἐς τὴν ὑπα»γωγὴν γνώμης, ἐς χεῖρας δὲ ἰέναι ἡμῖν αὐτοῖς ἀναγκά»σωμεν, νενικηκότες μὲν πλέον τὸ παράπαν οὐδὲν 1.18.20 «ἕξομεν. τί γὰρ ἄν τις τόν γε φεύγοντα τρέποι; «σφαλέντες δὲ ἴσως τῆς τε ὑπαρχούσης στερησόμεθα «νίκης, οὐ πρὸς τῶν πολεμίων ἀφαιρεθέντες, ἀλλ' «αὐτοὶ ταύτην προέμενοι, καὶ τῇ βασιλέως γῇ τὸ τοῖς «πολεμίοις ἐκκεῖσθαι τῶν ἀμυνομένων χωρὶς τὸ λοι1.18.21 «πὸν δώσομεν. καίτοι καὶ τοῦτο ἐνθυμεῖσθαι ὑμᾶς «ἄξιον, ὡς τῶν ἀναγκαίων, οὐ τῶν αὐθαιρέτων κιν»δύνων ξυναίρεσθαι ὁ θεὸς ἀεὶ τοῖς ἀνθρώποις φιλεῖ. 1.18.22 «χωρὶς δὲ τούτων τοῖς μὲν οὐκ ἔχουσιν ἂν ὅπη τρα»πεῖεν ἀνδραγαθίζεσθαι οὐχ ἑκουσίοις ξυμβήσεται, «ἡμῖν δὲ πολλὰ τὰ ἐναντιώματα ἐς τὴν ξυμβολὴν τε1.18.23 «τύχηκεν εἶναι· πεζῇ τε γὰρ βαδίζοντες πολλοὶ ἥκουσι «καὶ νήστεις ἅπαντες τυγχάνομεν ὄντες. ἀφίημι γὰρ «λέγειν ὥς τινες οὔπω καὶ νῦν πάρεισι.» Βελισάριος μὲν τοσαῦτα εἶπεν. 1.18.24 Ὁ δὲ στρατὸς ἐς αὐτὸν ὕβριζον οὐ σιγῇ τινι οὐδὲ ἐν παραβύστῳ, ἀλλ' αὐτῷ ἐς ὄψιν ξὺν κραυγῇ ἥκοντες μαλθακόν τε καὶ τῆς προθυμίας διαλυτὴν ἐκάλουν, ὃ δὴ καὶ τῶν ἀρχόντων τινὲς ξὺν τοῖς στρατιώταις 1.18.25 ἡμάρτανον, ταύτῃ τὸ εὔτολμον ἐνδεικνύμενοι. καὶ αὐτῶν τῷ ἀναισχύντῳ καταπλαγεὶς Βελισάριος ἀντιστρέψας τὴν παραίνεσιν ἐγκελευομένῳ τε ἤδη ἐπὶ τοὺς πολεμίους ἐῴκει καὶ διατάσσοντι ἐς παράταξιν, ἔφασκέ τε ὡς οὐκ εἰδείη μὲν αὐτῶν τὴν ἐς τὸ μάχεσθαι προθυμίαν τὰ πρότερα, νῦν δὲ θαρσεῖν τε καὶ ξὺν ἐλπίδι 1.18.26 τῇ ἀμείνονι ἐπὶ τοὺς πολεμίους ἰέναι. καὶ τὴν φάλαγγα μετωπηδὸν ποιησάμενος διέταξεν ὧδε. ἐς κέρας μὲν τὸ ἀριστερὸν πρὸς τῷ ποταμῷ τοὺς πεζοὺς ἅπαντας ἔστησεν, ἐς δὲ τὸ δεξιὸν, ᾗ δὴ ὁ χῶρος ἀνάντης ἦν, Ἀρέθαν τε καὶ τοὺς ξὺν αὐτῷ Σαρακηνοὺς ἅπαντας, αὐτὸς δὲ ξὺν τοῖς ἱππεῦσι κατὰ μέσον εἱστήκει. οὕτω 1.18.27 μὲν Ῥωμαῖοι ἐτάξαντο. Ἀζαρέθης δὲ ἐπεὶ ξυνιόντας ἐς παράταξιν τοὺς πολεμίους εἶδε, τοιάδε παρεκελεύσατο «Πέρσας μὲν ὄντας ὑμᾶς μὴ οὐχὶ τοῦ βίου τὴν «ἀρετὴν ἀνταλλάξασθαι, ἤν τις αἵρεσιν ἀμφοῖν διδοίη, 1.18.28 «οὐδεὶς ἂν ἀντείποι. ἐγὼ δέ φημι οὐδ' ἂν βουλο»μένοις ἐφ' ὑμῖν εἶναι τούτοιν ποιεῖσθαι τὴν αἵρεσιν. «οἷς μὲν γὰρ ἐξὸν διαφυγοῦσι τὸν κίνδυνον ξὺν τῇ «ἀτιμίᾳ βιοῦν, οὐδὲν, ἤν γε βούλοιντο, ἀπεικὸς ἀντὶ «τῶν βελτίστων ἑλέσθαι τὰ ἥδιστα, οἷς δὲ τὸ θνήσκειν «ἐπάναγκες, ἢ ξὺν τῇ εὐκλείᾳ πρὸς τῶν πολεμίων, ἢ «πρὸς τοῦ κρατοῦντος ἐς τὴν κόλασιν αἰσχρῶς ἀγο»μένοις, πολλὴ ἄνοια μὴ πρὸ τῶν αἰσχίστων ἑλέσθαι 1.18.29 «τὰ κρείσσω. ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, προσήκειν «ὑμᾶς ἅπαντας οἶμαι μὴ τοὺς πολεμίους μόνον, ἀλλὰ «καὶ δεσπότην τὸν ὑμέτερον ἐν νῷ ἔχοντας οὕτως ἐς «μάχην τήνδε καθίστασθαι.» 1.18.30 Τοσαῦτα καὶ Ἀζαρέθης παρακελευσάμενος ἀντίξουν τοῖς ἐναντίοις τὴν φάλαγγα ἔστησε, Πέρσας μὲν τὰ ἐν