352
Ναβέδης ὁδοῦ πάρεργον, καὶ Θεοδώραν Ὀψίτῃ ξυνοικήσασαν (ὃς ἐγεγόνει Γουβάζου μὲν θεῖος, Λαζῶν δὲ βασιλεὺς) εὑρὼν ἐν Ἀψιλίοις εἷλεν, ἔς τε 8.9.8 τὰ Περσῶν ἤθη ἀπήνεγκε. Ῥωμαία δὲ γένος ἡ γυνὴ ἐτύγχανεν οὖσα, ἐπεὶ ἐκ παλαιοῦ οἱ Λαζῶν βασιλεῖς ἐς Βυζάντιον πέμποντες βασιλέως τε γνώμῃ ξυνιόντες ἐς κῆδός τισι τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς γυναῖκας 8.9.9 ἐνθένδε γαμετὰς ἐκομίζοντο. καὶ Γουβάζης ἀμέλει Ῥωμαίας γυναικὸς ἐγεγόνει γένος. ὅτου δὲ ἕνεκα οἱ Ἀβασγοὶ οὗτοι ἐς ἀπόστασιν εἶδον, ἐγὼ δηλώσω. 8.9.10 Ἐπειδὴ βασιλεῖς τοὺς σφετέρους καθεῖλον, ᾗπέρ μοι ἔναγχος δεδιήγηται, στρατιῶται Ῥωμαίων πρὸς βασιλέως στελλόμενοι ἐπεχωρίαζόν τε αὐτοῖς ἐκ τοῦ ἐπὶ πλεῖστον καὶ προσποιεῖσθαι τῇ Ῥωμαίων ἀρχῇ τὴν 8.9.11 χώραν ἠξίουν, καινά τε αὐτοῖς ἄττα ἐπέταττον. οἷσπερ Ἀβασγοὶ βιαιοτέροις οὖσιν ἀτεχνῶς ἤχθοντο. δείσαντες οὖν μὴ Ῥωμαίων δοῦλοι τὸ λοιπὸν ἔσονται, τοὺς ἄρχοντας αὖθις κατεστήσαντο σφίσιν Ὀψίτην μὲν ὄνομα ἐς τῆς χώρας τὰ πρὸς ἀνίσχοντα ἥλιον, Σκεπαρνᾶν δὲ 8.9.12 ἐς τὰ πρὸς ἑσπέραν. ἐς ἀγαθῶν γὰρ ἐκπεπτωκότες ἀπόγνωσιν τὰ πρότερον δόξαντα σφίσι μοχθηρὰ εἶναι τῶν ἐπιγενομένων ἅτε πονηροτέρων ὄντων, ὡς τὸ εἰκὸς, ἀντηλλάσσοντο, δύναμίν τε ἀπ' αὐτοῦ τὴν Ῥωμαίων δειμαίνοντες Πέρσαις ὡς λαθραιότατα προσεχώρησαν. ἅπερ ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, Βέσσαν ἐκέλευε στράτευμα λόγου ἄξιον ἐπ' αὐτοὺς 8.9.13 στεῖλαι. ὁ δὲ πολλοὺς ἀπολεξάμενος τοῦ Ῥωμαίων στρατοῦ, καὶ ἄρχοντας ἐπιστήσας αὐτοῖς Οὐλίγαγόν τε καὶ Ἰωάννην τὸν Θωμᾶ υἱὸν, αὐτίκα ἐπὶ τοὺς Ἀβασγοὺς ναυσὶν ἔπεμψεν. ἐτύγχανε δὲ ἅτερος μὲν τῶν ἐν Ἀβασγοῖς ἡγουμένων, Σκεπαρνᾶς ὄνομα, ἐν 8.9.14 Πέρσαις τινὰ διατριβὴν ἔχων. μετάπεμπτος γὰρ ὀλίγῳ πρότερον παρὰ Χοσρόην ἀφῖκτο. ὁ δὲ δὴ ἕτερος, τὴν Ῥωμαίων μαθὼν ἔφοδον, τούς τε Ἀβασγοὺς ἅπαντας ἤγειρε καὶ ὑπαντιάζειν διὰ σπουδῆς εἶχεν. 8.9.15 Ἔστι δὲ χῶρος μετὰ τοὺς Ἀψιλίας ὅρους ἐν τῇ ἐς τὴν Ἀβασγίαν εἰσόδῳ τοιόσδε· ὄρος ὑψηλὸν ἐκ τῶν Καυκασίων ἀρχόμενον καὶ κατὰ βραχὺ ἐλασσούμενόν τε καὶ ὑπολῆγον ὥσπερ τις κλῖμαξ κατατείνει καὶ τε8.9.16 λευτᾷ ἐς τὸν Εὔξεινον Πόντον. καὶ φρούριον μὲν ἐχυρώτατόν τε καὶ μεγέθους πέρι ἀξιολογώτατον ἐκ παλαιοῦ Ἀβασγοὶ ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους τούτου 8.9.17 ἐδείμαντο. οὗ δὴ καταφεύγοντες ἐκκρούουσιν ἀεὶ τὰς τῶν πολεμίων ἐφόδους, οὐδαμῆ ἐχόντων τὴν δυσχωρίαν βιάζεσθαι. μία δὲ εἴσοδος εἰσάγουσά ἐστιν ἔς τε τὸ φρούριον τοῦτο καὶ ἐς τὴν ἄλλην Ἀβασγῶν χώραν, ἥπερ ἀνδράσι σύνδυο ἐρχομένοις ἀπόρευτος 8.9.18 τυγχάνει οὖσα. μηχανὴ γὰρ οὐδεμία ἐστὶν ὅτι μὴ κατ' ἄνδρα καὶ μόλις πεζεύοντα ἐνθένδε ἰέναι. τῆς τε ἀτραποῦ ταύτης ὑπέρκειται φάραγξ ἐσάγαν σκληρὰ ἐκ τοῦ φρουρίου διήκουσα μέχρι ἐς τὴν θάλασσαν. 8.9.19 φέρεται δὲ καὶ προσηγορίαν τῆς φάραγγος ἀξίαν ὁ χῶρος, ἐπεὶ αὐτὸν ἑλληνίζοντες οἱ τῇδε ἄνθρωποι τὰ 8.9.20 Τραχέα καλοῦσιν. ὁ μὲν οὖν Ῥωμαίων στόλος μεταξὺ ὁρίων τῶν τε Ἀβασγῶν καὶ Ἀψιλίων κατέπλευσεν, Ἰωάννης δὲ καὶ Οὐλίγαγος ἐς τὴν γῆν τοὺς στρατιώτας ἀποβιβάσαντες πεζῇ ἐχώρουν, οἵ τε ναῦται ταῖς ἀκάτοις 8.9.21 ἁπάσαις παρὰ τὴν ἠϊόνα τῷ στρατῷ εἵποντο. ἐπειδὴ δὲ τῶν Τραχέων ὡς ἀγχοτάτω ἐγένοντο, ἐξωπλισμένους τε ὁρῶσιν Ἀβασγοὺς ἅπαντας καὶ τῆς ἀτραποῦ ὕπερθεν, ἧς ἄρτι ἐμνήσθην, κατὰ τὴν φάραγγα ὅλην ἐν τάξει ἑστῶτας, ἀμηχανίᾳ τε πολλῇ εἴχοντο θέσθαι τὰ σφίσι παρόντα οὐδαμῆ ἔχοντες, ἕως ἐν αὑτῷ πολλὰ λογισά8.9.22 μενος Ἰωάννης ἄκεσίν τινα τοῦ κακοῦ εὗρε. τὸν γὰρ Οὐλίγαγον ξὺν τῷ ἡμίσει τοῦ στρατοῦ ἐνταῦθα ἐάσας αὐτὸς τοὺς ἄλλους ἐπαγόμενος τὰς ἀκάτους ἐπλήρου. ἐρέσσοντές τε χῶρον τὸν τῶν Τραχέων περιῆλθόν τε καὶ διέβησαν ὅλον καὶ κατὰ νώτου τῶν πολεμίων 8.9.23 ταύτῃ ἐγένοντο. ἄραντες οὖν τὰ σημεῖα ἐς αὐτοὺς ᾔεσαν. Ἀβασγοὶ δὲ τοὺς πολεμίους σφίσιν ἑκατέρωθεν ἐγκειμένους ἰδόντες ἐς ἀλκὴν μὲν οὐκέτι ἔβλεπον, οὐδὲ τὴν τάξιν ἐφύλασσον, ἐς ὑπαγωγὴν δὲ ξὺν πολλῇ ἀκοσμίᾳ τραπόμενοι πρόσω ἐχώρουν, οὕτω τῷ δέει καὶ τῇ ἀπ' αὐτοῦ ἀμηχανίᾳ συμποδιζόμενοι ὥστε οὔτε τὴν πατρῴαν