167
χρόνῳ ὀλίγῳ ἐνθένδε ἐξανίστα4.19.19 σθαι ὥσπερ τὸ πρότερον. οἱ μὲν οὖν πολλοὶ ἔς τε Μαυριτανοὺς καὶ ἐς τοὺς πρὸς μεσημβρίαν τοῦ Αὐρασίου βαρβάρους ᾤχοντο, Ἰαύδας δὲ ξὺν Μαυρουσίων δισμυρίοις ἐνταῦθα ἔμενεν. ἐτύγχανε δὲ φρούριον οἰκοδομησάμενος ἐν Αὐρασίῳ, Ζερβούλην ὄνομα. 4.19.20 οὗ δὴ ἐσελθὼν σὺν πᾶσι Μαυρουσίοις ἡσύχαζε. Σολόμων δὲ χρόνον μὲν τρίβεσθαι τῇ πολιορκίᾳ ἥκιστα ἤθελε, μαθὼν δὲ τὰ ἀμφὶ πόλιν Ταμουγάδην πεδία σίτου ἀκμάζοντος ἔμπλεα εἶναι ἐς αὐτὰ ἐπῆγε τὸ στράτευμα καὶ ἐγκαθεζόμενος ἐδῄου τὴν γῆν. πυρπολήσας τε ἅπαντα ἐς Ζερβούλην τὸ φρούριον αὖθις ἀνέστρεψεν. 4.19.21 Ἐν δὲ τῷ χρόνῳ τούτῳ, ᾧ Ῥωμαῖοι ἐδῄουν τὴν γῆν, Ἰαύδας καταλιπὼν Μαυρουσίων τινὰς, οὓς μάλιστα ᾤετο ἐς τοῦ φρουρίου τὴν φυλακὴν ἱκανοὺς ἔσεσθαι, αὐτὸς ἐς τὴν τοῦ Αὐρασίου ὑπερβολὴν ξὺν τῷ ἄλλῳ στρατῷ ἀνέβη, ὅπως μὴ πολιορκουμένους ἐνταῦθα τὰ 4.19.22 ἐπιτήδεια σφᾶς ἐπιλίποι. χῶρόν τε εὑρὼν κρημνοῖς τε πάντοθεν ἀνεχόμενον καὶ πρὸς ἀποτόμων πετρῶν 4.19.23 καλυπτόμενον, Τοῦμαρ ὄνομα, ἐνταῦθα ἡσύχαζε. Ῥωμαῖοι δὲ Ζερβούλην τὸ φρούριον ἐς τρεῖς ἐπολιόρκουν ἡμέρας. καὶ τόξοις χρώμενοι, ἅτε οὐχ ὑψηλοῦ ὄντος τοῦ τείχους, πολλοὺς τῶν ἐν ταῖς ἐπάλξεσι βαρβάρων 4.19.24 ἔβαλλον. τύχῃ δέ τινι ξυνέπεσεν ἅπαντας Μαυρουσίων τοὺς ἡγεμόνας τούτοις δὴ ἐντυχόντας τοῖς βέλεσι 4.19.25 θνήσκειν. ἐπεὶ δὲ ὅ τε τῶν τριῶν ἡμερῶν χρόνος ἐτρίβη καὶ νὺξ ἐπέλαβε, Ῥωμαῖοι μὲν οὐδὲν τοῦ θανάτου πέρι τῶν ἐν Μαυρουσίοις ἡγεμόνων πυθόμενοι 4.19.26 διαλύειν ἐβουλεύοντο τὴν προσεδρείαν. ἄμεινον γὰρ Σολόμωνι ἐφαίνετο ἐπί τε Ἰαύδαν καὶ Μαυρουσίων τὸ πλῆθος ἰέναι, οἰομένῳ, ἢν ἐκείνους πολιορκίᾳ ἑλεῖν δύνηται, ῥᾷόν τε καὶ ἀπονώτερον τοὺς ἐν Ζερβούλῃ 4.19.27 βαρβάρους προσχωρήσειν σφίσιν. οἱ δὲ βάρβαροι οὐκέτι ἀντέχειν τῇ προσεδρείᾳ οἰόμενοι, ἐπεὶ αὐτοῖς ἅπαντες ἤδη οἱ ἡγεμόνες ἀνῄρηντο, φεύγειν τε κατὰ 4.19.28 τάχος καὶ τὸ φρούριον ἀπολιπεῖν ἔγνωσαν. αὐτίκα γοῦν ἅπαντες σιγῇ τε καὶ οὐδεμίαν τοῖς πολεμίοις αἴσθησιν παρεχόμενοι ἔφευγον, οἵ τε Ῥωμαῖοι ἐς τὴν 4.19.29 ἀναχώρησιν ἅμα ἡμέρᾳ παρεσκευάζοντο. καὶ ἐπειδὴ ἐν τῷ τείχει οὐδεὶς, καίπερ πολεμίων ἀναχωρούντων, ἐφαίνετο, ἐθαύμαζόν τε καὶ ἐς ἀλλήλους ἐπὶ πλεῖστον 4.19.30 διηποροῦντο. ξὺν ταύτῃ τε τῇ ἀμηχανίᾳ τὸ φρούριον περιιόντες ἀνακεκλιμένην τὴν πυλίδα εὑρίσκουσιν, ὅθεν 4.19.31 δὴ οἱ Μαυρούσιοι ᾤχοντο φεύγοντες. ἔς τε τὸ φρούριον ἐσελθόντες ἐν ἁρπαγῇ ἅπαντα ἐποιήσαντο, διώκειν μέντοι ἥκιστα τοὺς πολεμίους διενοοῦντο, ἄνδρας κούφως τε ἐσταλμένους καὶ τῶν ἐκείνῃ χωρίων ἐμπείρους. 4.19.32 καὶ ἐπειδὴ ἅπαντα ἐληίσαντο, φύλακας τοῦ φρουρίου καταστησάμενοι πεζῇ ἅπαντες ἐχώρουν πρόσω. 4.20.1 Ἐλθόντες δὲ ἐς Τοῦμαρ τὸν χῶρον, οὗ δὴ καθείρξαντες σφᾶς αὐτοὺς ἡσύχαζον οἱ πολέμιοι, ἄγχι που ἐστρατοπεδεύσαντο ἐν δυσχωρίᾳ, ἔνθα οὔτε ὕδατος ὅτι μὴ ὀλίγου οὔτε ἄλλου του ἀναγκαίου ἐν εὐπορίᾳ 4.20.2 ἔσεσθαι ἔμελλον. χρόνου δὲ τριβομένου συχνοῦ τῶν τε βαρβάρων οὐδαμῶς σφίσιν ἐπεξιόντων, αὐτοὶ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τῇ προσεδρείᾳ πιεζόμενοι 4.20.3 ἤσχαλλον. μάλιστα δὲ πάντων τῇ τοῦ ὕδατος ἀπορίᾳ ἤχθοντο, ὃ δὴ αὐτὸς Σολόμων ἐφύλασσε, καὶ ἄλλο οὐδὲν ἐς ἡμέραν ἐδίδου, πλήν γε δὴ ὅτι κύλικα μίαν 4.20.4 ἀνδρὶ ἑκάστῳ. ὡς δὲ αὐτοὺς εἶδε δυσανασχετοῦντάς τε ἐκ τοῦ ἐμφανοῦς καὶ τὰ παρόντα δυσχερῆ φέρειν οὐκέτι οἵους τε ὄντας, ἀποπειρᾶσθαί τε τοῦ χωρίου, καίπερ δυσπροσόδου ὄντος, διενοεῖτο καὶ ξυγκαλέσας 4.20.5 ἅπαντας παρεκελεύσατο ὧδε «Ἐπειδὴ δέδωκεν ὁ θεὸς «Ῥωμαίοις ἐν Αὐρασίῳ Μαυρουσίους πολιορκεῖν, πρᾶγμα «πρότερόν τε κρεῖσσον ἐλπίδος καὶ νῦν τοῖς γε οὐχ «ὁρῶσι τὰ δρώμενα παντελῶς ἄπιστον, ἀναγκαῖον καὶ «ἡμᾶς τῇ ἄνωθεν ὑπουργοῦντας ἐπικουρίᾳ ταύτην δὴ «μὴ καταπροδιδόναι τὴν χάριν, ἀλλ' ὑφισταμένους σὺν «προθυμίᾳ τὸν κίνδυνον τῶν ἐκ τοῦ κατορθώσειν 4.20.6 «εὐτυχημάτων ἐφίεσθαι. ὡς πᾶσα μὲν τῶν ἀνθρω»πείων πραγμάτων ῥοπὴ ἐς τοῦ καιροῦ τὴν ἀκμὴν «περιίσταται· ἢν δέ τις ἐθελοκακήσας προδιδοίη τὴν «τύχην, οὐκ ἂν αὐτὴν αἰτιῷτο δικαίως, αὐτὸς