57
κατέφυγον, ταύτῃ τε τῇ σμικρολογίᾳ καταστρατηγηθέντες 2.7.13 ἐς κίνδυνον ἦλθον. μιᾶς γὰρ οὔσης ἐνταῦθα πηγῆς, ἵππων τε καὶ ἡμιόνων καὶ ζῴων ἑτέρων οὐ δέον αὐτὴν ἐκπεπωκότων, ἀποξηρανθῆναι ξυνέβη τὸ ὕδωρ. Βεροιαίοις μὲν τὰ πράγματα ὧδέ πη εἶχεν. 2.7.14 Ὁ δὲ Μέγας εἰς Ἀντιόχειαν ἀφικόμενος ἀγγείλας τε ὅσα οἱ πρὸς Χοσρόην ξυνέκειτο, ἔργῳ ταῦτα ἐπι2.7.15 τελεῖν οὐδαμῆ ἔπειθεν. ἐτύγχανε γὰρ Ἰουστινιανὸς βασιλεὺς Ἰωάννην τε τὸν Ῥουφίνου καὶ Ἰουλιανὸντὸν τῶν ἀπορρήτων γραμματέα πρέσβεις παρὰ Χοσρόην στείλας. ἀσηκρήτις καλοῦσι τὸ ἀξίωμα τοῦτο Ῥωμαῖοι· σήκρητα γὰρ καλεῖν τὰ ἀπόρρητα νενομίκα2.7.16 σιν. οἳ δὴ ἐς Ἀντιόχειαν ἀφικόμενοι ἔμενον. Ἰουλιανός τε, τῶν πρέσβεων ἅτερος, διαρρήδην ἀπεῖπεν ἅπασι χρήματα μὴ διδόναι τοῖς πολεμίοις, μηδὲ τὰς βασιλέως ὠνεῖσθαι πόλεις, ἀλλὰ καὶ τῷ Γερμανῷ διέβαλλε τὸν ἀρχιερέα Ἐφραίμιον, ἅτε τῷ Χοσρόῃ ἐν2.7.17 δοῦναι τὴν πόλιν ἐν σπουδῇ ἔχοντα. διὸ δὴ Μέγας ἄπρακτος ἀνεχώρησεν. Ἐφραίμιος δὲ, ὁ τῆς Ἀντιοχείας ἐπίσκοπος, δείσας τὴν Περσῶν ἔφοδον ἐς Κίλι2.7.18 κας ἦλθεν. οὗ δὴ καὶ Γερμανὸς ἀφίκετο οὐ πολλῷ ὕστερον, ὀλίγους μέν τινας ἐπαγόμενος, τοὺς δὲ πλείστους ἐνταῦθα ἐάσας. 2.7.19 Μέγας δὲ κατὰ τάχος ἐς Βέροιαν ἥκων περιώδυνός τε τοῖς ξυμπεσοῦσι γενόμενος ᾐτιᾶτο Χοσρόην εἰργάσθαι Βεροιαίους ἀνόσια ἔργα, ὅτι δὴ αὐτὸν μὲν ἐς Ἀντιόχειαν ὡς ἐπὶ ταῖς σπονδαῖς στείλειε, τῶν δὲ πολιτῶν οὐδὲν τὸ παράπαν ἠδικηκότων τά τε χρήματα ἐληίσατο καὶ ἠνάγκασε σφᾶς αὐτοὺς ἐν τούτῳ δὴ τῷ φρουρίῳ καθεῖρξαι, οὕτω τε τὴν πόλιν ἐμπρήσας ἐς 2.7.20 τὸ ἔδαφος οὐ δέον καθεῖλε. πρὸς ταῦτα ὁ Χοσρόης ἀπεκρίνατο ὧδε «Τούτων μέντοι, ὦ ἑταῖρε, αὐτὸς «αἴτιος, ἐνταῦθα ἀναγκάσας ἡμᾶς διατρῖψαι· οὐ γὰρ «ἐν τῷ τεταγμένῳ καιρῷ, ἀλλὰ κατὰ πολὺ τούτου γε 2.7.21 «ὑστερήσας τανῦν ἀφῖξαι. τῶν δὲ σῶν πολιτῶν τὴν «ἀτοπίαν τί ἄν τις ἐπὶ πλεῖστον, ὦ βέλτιστε, μακρο»λογοίη; οἵ γε τακτὸν ἡμῖν ὡμολογηκότες ἀργύριον «δώσειν ὑπὲρ τῆς σφῶν αὐτῶν σωτηρίας, οὔπω καὶ «νῦν ἐπιτελεῖν οἴονται δεῖν τὰ ξυγκείμενα, ἀλλ' ἀνέ»δην οὕτω χωρίου ἰσχύϊ θαρσήσαντες περιορῶσιν ἡμᾶς «ὡς μάλιστα ἠναγκασμένους ἐς φρουρίου πολιορκίαν, 2.7.22 «ὡς ὁρᾷς δήπου, καθίστασθαι. οὕς γε δὴ ἔγωγε ξὺν «θεοῖς ἐλπίδα ἔχω ὀλίγῳ ὕστερον τίσασθαι, καὶ Περ»σῶν τῶν μοι οὐ δέον πρὸ τοῦδε τοῦ τείχους ἀπολω2.7.23 «λότων τὴν κόλασιν ἐς τοὺς αἰτίους ἐπιτελέσειν.» ὁ μὲν Χοσρόης τοσαῦτα εἶπεν, ὁ Μέγας δὲ ἀμείβεται ὧδε «Εἰ μὲν, ὅτι βασιλεὺς ἀνθρώποις οἰκτροῖς τε καὶ «ἀτιμοτάτοις ταῦτα ἐπικαλεῖς, σκοπήσειεν ἄν τις, ἀνάγκη «μηδὲν ἀντιλέγοντα τοῖς εἰρημένοις ὁμολογεῖν· τῇ γὰρ «ἐξουσίᾳ τῇ ἄλλῃ καὶ τὸ τῷ λόγῳ κρατεῖν ἕπεσθαι 2.7.24 «πέφυκεν. ἢν δέ τῳ ἐξῇ τἄλλα ἀποσεισαμένῳ τὸν «ἀληθῆ λόγον ἑλέσθαι, οὐδὲν ἂν ἡμῖν, ὦ βασιλεῦ, «δικαίως ἐπικαλεῖν ἔχοις· ὅπως δὲ ἅπαντα ἀκούσῃ 2.7.25 «πρᾴως. ἐγὼ μὲν γὰρ, ἐπειδὴ ἅπερ Ἀντιοχεῦσιν «ἐπήγγελλες, δηλώσων ἐστάλην, ἑβδομαῖός σοι ἐς ὄψιν «ἥκων (οὗ τί ἂν γενέσθαι δύναιτο θᾶσσον;) ταῦτά 2.7.26 «σοι ἐξειργασμένα ἐς πατρίδα τὴν ἐμὴν εὗρον. οἱ δὲ «δὴ πάντων ἤδη τῶν τιμιωτάτων ἐκστάντες, εἶτα ἐς «τὸν περὶ ψυχῆς ἀγῶνα καθίστανται μόνον, κρείσσους, «οἶμαι, γεγενημένοι ἤ σοί τι τὸ λοιπὸν τῶν χρημάτων 2.7.27 «εἰσφέρειν. τὸ γὰρ ἐκτιννύναι τι τῶν οὐ παρόντων 2.7.28 «ἀνθρώπῳ ἂν οὐδεμία μηχανὴ γένοιτο. πάλαι δὲ τοῖς «ἀνθρώποις εὖ τε καὶ καλῶς διώρισται τὰ τῶν πραγ»μάτων ὀνόματα· ἐν οἷς καὶ τόδε ἐστὶν, ἀγνωμοσύνης 2.7.29 «κεχωρίσθαι ἀσθένειαν. ἡ μὲν γὰρ τρόπου ἀκολασίᾳ «ἐς τὸ ἀντιτείνειν χωροῦσα μισεῖσθαι, ὡς τὸ εἰκὸς, «εἴωθεν, ἡ δὲ τῷ τῆς ὑπουργίας ἀδυνάτῳ ἐς ταὐτὸ 2.7.30 «τοῦτο ἐκφερομένη ἐλεεῖσθαι ἱκανῶς πέφυκεν. ἔασον «τοίνυν ἡμᾶς ἅπαντα, ὦ βασιλεῦ, κληρωσαμένους τὰ «χείριστα τοῦτο γοῦν φέρεσθαι παραμύθιον, τὸ μὴ «δοκεῖν τῶν ξυμπεπτωκότων ἡμῖν αὐτοὺς αἰτίους γενέ2.7.31 «σθαι. καὶ χρήματα μέν σοι, ὅσα λαβὼν ἔχεις, διαρκεῖν «οἴου, μὴ τῷ σῷ ταῦτα σταθμώνενος ἀξιώματι, ἀλλὰ 2.7.32 «τὴν Βεροιαίων σκοπῶν δύναμιν. περαιτέρω δὲ ἡμᾶς «βιάζου μηδὲν, μή ποτε δόξῃς οἷς ἐγκεχείρηκας