235
τείχους ἀμύνεσθαι προθυμούμενος, ἤν τις ἔξωθεν ἐπ' αὐτὸ κακουργήσων ἴοι. 6.4.14 καὶ σῖτον μέντοι τισὶ τοῦ Ῥωμαίων δήμου παρείχετο. Μαρτῖνος δὲ καὶ Τραϊανὸς διελθόντες νύκτωρ τὰ τῶν πολεμίων στρατόπεδα, ἐπειδὴ ἐν Ταρακίνῃ ἐγένοντο, Ἀντωνίναν μὲν ἐς Καμπανίαν ξὺν ὀλίγοις τισὶν ἔπεμψαν, αὐτοὶ δὲ τὰ ταύτῃ ὀχυρώματα καταλαβόντες, ἔνθεν τε ὁρμώμενοι καὶ τὰς ἐφόδους ἐκ τοῦ αἰφνιδίου ποιούμενοι, τῶν Γότθων τοὺς ἐς τὰ ἐκείνῃ χωρία περιιόντας ἀνέστελλον. Μάγνος δὲ καὶ Σινθούης τοῦ 6.4.15 τε φρουρίου ὅσα καταπεπτώκει ἐν βραχεῖ ἀνῳκοδομήσαντο χρόνῳ καὶ ἐπειδὴ ἐν τῷ ἀσφαλεῖ ἐγένοντο, ἤδη μᾶλλον ἐλύπουν τοὺς πολεμίους ἅτε αὐτῶν τὸ ἐπιτείχισμα οὐκ ἄποθεν ὂν συχνά τε καταθέοντες καὶ τῷ ἀπροσδοκήτῳ ἐκπλήσσοντες ἀεὶ τῶν βαρβάρων τοὺς τὰ ἐπιτήδεια παραπέμποντας, ἕως Σινθούης ἐν μάχῃ δή τινι δόρατι πληγεὶς τὴν δεξιὰν χεῖρα τῶν τε νεύρων οἱ ἀποκοπέντων ἀπόμαχος τὸ λοιπὸν γέγονε. καὶ Οὖννοι 6.4.16 δὲ τὸ στρατόπεδον ἐν γειτόνων, ὥσπερ μοι ἐρρήθη, πεποιημένοι οὐκ ἐλάσσω κακὰ τοὺς Γότθους ἐποίουν, ὥστε καὶ αὐτοὶ τῷ λιμῷ ἐπιέζοντο ἤδη, οὐκέτι σφίσιν ἀδείας οὔσης τὰς τροφὰς ὥσπερ τὸ πρότερον ἐσκομίζεσθαι. καὶ λοιμὸς δὲ αὐτοῖς ἐπεισπεσὼν πολλοὺς 6.4.17 ἔφθειρε, καὶ μάλιστα ἐν τῷ στρατοπέδῳ, ὅπερ αὐτοῖς ἀγχοῦ τῆς Ἀππίας ὁδοῦ ὕστατον, ὥσπερ μοι προδεδή6.4.18 λωται, γεγονὸς ἔτυχε. καὶ αὐτῶν ὀλίγοι ἐνθένδε ὅσοι οὐ διεφθάρησαν ἐς τἄλλα χαρακώματα ὑπεχώρησαν. ταὐτὸ δὲ τοῦτο καὶ Οὖννοι παθόντες ἐς Ῥώμην εἰσῆλ6.4.19 θον. ταῦτα μὲν οὖν ἐγίνετο τῇδε. Προκόπιος δὲ, ἐπεὶ ἐν Καμπανίᾳ ἐγένετο, στρατιώτας τε οὐχ ἧσσον ἢ πεντακοσίους ἐνταῦθα ἤγειρε, καὶ νεῶν πολύ τι 6.4.20 χρῆμα σίτου ἐμπλησάμενος ἐν παρασκευῇ εἶχε. παρῆν δέ οἱ καὶ Ἀντωνίνα οὐ πολλῷ ὕστερον καὶ τοῦ στόλου ἤδη ξὺν αὐτῷ ἐπεμελεῖτο. 6.4.21 Τότε καὶ τὸ ὄρος ὁ Βέβιος ἐμυκήσατο μὲν, οὐ μέντοι ἠρεύξατο, καίτοι γε καὶ λίαν ἐπίδοξος ἀπ' αὐτοῦ ἐγεγόνει ὅτι ἐρεύξεται. διὸ δὴ καὶ τοῖς ἐπι6.4.22 χωρίοις ξυνέβη ἐς δέος μέγα ἐμπεπτωκέναι. τὸ δὲ ὄρος τοῦτο Νεαπόλεως μὲν ἑβδομήκοντα σταδίοις διέχει, τετραμμένον αὐτῆς πρὸς βορρᾶν ἄνεμον, ἀπότομον δὲ ἀτεχνῶς ἐστι, τὰ κάτω μὲν ἀμφιλαφὲς κύκλῳ, 6.4.23 τὰ δὲ ὕπερθεν κρημνῶδές τε καὶ δεινῶς ἄβατον. ἐν δὲ τῇ τοῦ Βεβίου ὑπερβολῇ σπήλαιον κατὰ μέσον μάλιστα βαθὺ φαίνεται, ὥστε εἰκάζειν αὐτὸ ἄχρι ἐς 6.4.24 τὰ ἔσχατα τοῦ ὄρους διήκειν. καὶ πῦρ ἐνταῦθα ὁρᾶν πάρεστιν, ἤν τις ὑπερκύπτειν τολμήσειε, καὶ χρόνῳ μὲν τῷ ἄλλῳ ἡ φλὸξ ἐφ' ἑαυτὴν στρέφεται, πράγματα οὐδενὶ παρεχομένη τῶν ταύτῃ ἀνθρώπων, ἐπειδὰν δὲ κτύπον τινὰ μυκηθμῷ ἐμφερῆ τὸ ὄρος ἀφῇ, κόνεως μέγα τι χρῆμα οὐ πολλῷ ὕστερον ἐκ τοῦ ἐπὶ πλεῖστον 6.4.25 ἀνίησι. καὶ ἢν μέν τινα ὁδῷ τὸ κακὸν τοῦτο βαδίζοντα λάβῃ, τοῦτον δὴ τὸν ἄνθρωπον οὐδεμία μηχανὴ βιώσεσθαί ἐστιν, ἢν δὲ οἰκίαις τισὶν ἐπιπέσῃ, πίπτουσι 6.4.26 καὶ αὐταὶ τῷ τῆς κόνεως πλήθει ἀχθόμεναι. ἀνέμου δὲ σκληροῦ, ἂν οὕτω τύχῃ, ἐπιπεσόντος, ἀνιέναι μὲν αὐτὴν ξυμβαίνει ἐς ὕψος μέγα, ὡς μηκέτι ἀνθρώπῳ ὁρατὴν εἶναι, φέρεσθαι δὲ ὅπη ἂν αὐτῇ τὸ πνεῦμα ἐπίφορον ἴοι, ἐμπίπτειν τε ἐς γῆν, ἣ ὡς ἑκαστάτω 6.4.27 τυγχάνει οὖσα. καί ποτε μέν φασιν ἐν Βυζαντίῳ ἐπιπεσοῦσαν οὕτως ἐκπλῆξαι τοὺς ταύτῃ ἀνθρώπους ὥστε πανδημεὶ ἐξ ἐκείνου δὴ καὶ ἐς τόδε τοῦ χρόνου λιταῖς ἐνιαυσίοις ἐξιλάσκεσθαι τὸν θεὸν ἔγνωσαν, ἐς Τρίπολιν δὲ τῆς Λιβύης χρόνῳ ἑτέρῳ ἐμπεπτωκέναι. 6.4.28 καὶ πρότερον μὲν ἐνιαυτῶν ἑκατὸν ἢ καὶ πλειόνων τὸν μυκηθμὸν τοῦτόν φασι γενέσθαι, ὕστερον δὲ καὶ πολλῷ 6.4.29 ἔτι θᾶσσον ξυμβῆναι. τοῦτο μέντοι ἀπισχυρισάμενοι λέγουσιν, ὅτι δὴ ἐπειδὰν τῷ Βεβίῳ ταύτην ἐρεύξασθαι τὴν κόνιν ξυμβαίη, εὐθηνεῖν ἀνάγκη τὴν ἐκείνην 6.4.30 χώραν καρποῖς ἅπασιν. ἀὴρ δὲ λεπτότατός ἐστι καὶ πρὸς ὑγείαν ἱκανῶς πεφυκὼς ἐν τῷ ὄρει τούτῳ πάντων μάλιστα. ἐς τοῦτο ἀμέλει τοὺς φθόῃ ἁλόντας ἐκ τῶν ἄνωθεν χρόνων ἰατροὶ πέμπουσι. τὰ μὲν οὖν ἀμφὶ τῷ Βεβίῳ ταύτῃ πη ἔχει. 6.5.1 Ἐν τούτῳ δὲ καὶ ἄλλο στράτευμα ἐκ Βυζαντίου κατέπλευσεν, Ἰσαύρων μὲν ἐς τὸν Νεαπόλεως λιμένα τρισχίλιοι, ὧν Παῦλος καὶ Κόνων ἡγοῦντο, ἐς