185
ὑπὲρ αὐτῶν οἴεται, καὶ ἱερεὺς καὶ ἰδιώτης. Θευδάτος δὲ ξυγγενόμενος λάθρα τοῖς πρέσβεσι τούτοις ἀγγέλλειν ἐπέστελλεν Ἰουστινιανῷ βασιλεῖ ἅπερ αὐτῷ βεβουλευμένα εἴη, ἐξειπὼν ὅσα μοι ἄρτι δεδήλωται. 5.3.10 Ἐν τούτῳ δὲ Ἀταλάριχος ἐς κραιπάλην ἐμπεπτωκὼς ὅρον οὐκ ἔχουσαν νοσήματι μαρασμοῦ ἥλω. διὸ 5.3.11 δὴ Ἀμαλασοῦνθα διηπορεῖτο. οὔτε γὰρ ἐπὶ τῇ τοῦ παιδὸς γνώμῃ τὸ θαρσεῖν εἶχεν, εἰς τοῦτο ἀτοπίας ἐληλακότος, ἤν τε αὐτὸς Ἀταλάριχος ἐξ ἀνθρώπων ἀφανίζηται, οὐκ ᾤετο αὐτῇ τὸν βίον ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν ἔσεσθαι, Γότθων τοῖς λογιμωτάτοις προσ5.3.12 κεκρουκυίᾳ. διὸ δὴ τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος ἐνδιδόναι Ἰουστινιανῷ βασιλεῖ, ὅπως αὐτὴ σώ5.3.13 ζοιτο, ἤθελεν. ἐτύγχανε δὲ Ἀλέξανδρος, ἀνὴρ ἐκ βουλῆς, σύν τε ∆ημητρίῳ καὶ Ὑπατίῳ ἐνταῦθα ἥκων. 5.3.14 ἐπειδὴ γὰρ τὸ μὲν Ἀμαλασούνθης πλοῖον ἐν τῷ Ἐπιδάμνου λιμένι ὁρμίζεσθαι βασιλεὺς ἤκουσεν, αὐτὴν δὲ μέλλειν ἔτι, καίπερ χρόνου τριβέντος συχνοῦ, ἔπεμψε τὸν Ἀλέξανδρον, ἐφ' ᾧ κατασκεψάμενος ἅπαντα τὰ 5.3.15 ἀμφὶ τῇ Ἀμαλασούνθῃ ἀγγείλειε· τῷ δὲ λόγῳ πρεσβευτὴν τὸν Ἀλέξανδρον βασιλεὺς ἔπεμψε, τοῖς τε ἀμφὶ τῷ Λιλυβαίῳ ξυνταραχθεὶς (ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται) καὶ ὅτι Οὖννοι δέκα ἐκ τοῦ ἐν Λιβύῃ στρατοπέδου, δρασμοῦ ἐχόμενοι, ἐς Καμπανίαν ἀφίκοντο, Οὐλίαρίς τε αὐτοὺς, ὃς Νεάπολιν ἐφύλασσεν, Ἀμαλασούνθης οὔτι ἀκουσίου ὑπεδέξατο, Γότθοι τε Γήπαισι τοῖς ἀμφὶ Σίρμιον πολεμοῦντες, πόλει Γρατιανῇ, ἐν τῇ Ἰλλυριῶν ἐσχατιᾷ κειμένῃ, ὡς πολεμίᾳ 5.3.16 ἐχρήσαντο. ἅπερ Ἀμαλασούνθῃ ἐπικαλῶν γράμματά τε γράψας τὸν Ἀλέξανδρον ἔπεμψεν. ὃς ἐπειδὴ ἐν Ῥώμῃ ἐγένετο, τοὺς μὲν ἱερεῖς αὐτοῦ εἴασε πράσσοντας ὧν ἕνεκα ἦλθον, ἐς δὲ Ῥάβενναν αὐτὸς κομισθεὶς καὶ Ἀμαλασούνθῃ ἐς ὄψιν ἥκων, τούς τε βασιλέως λόγους ἀπήγγειλε λάθρα καὶ τὰ γράμματα ἐς τὸ ἐμφανὲς ἐνε5.3.17 χείρισεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε «Τὸ ἐν Λιλυβαίῳ «φρούριον, ἡμέτερον ὂν, βίᾳ λαβοῦσα ἔχεις, καὶ βαρ»βάρους δραπέτας ἐμοὺς γεγενημένους δεξαμένη ἀπο»δοῦναι οὔπω καὶ νῦν ἔγνωκας, ἀλλὰ καὶ Γρατιανὴν «τὴν ἐμὴν τὰ ἀνήκεστα, οὐδέν σοι προσῆκον, εἰργάσω. 5.3.18 «ὅθεν ὥρα σοι ἐκλογίζεσθαι ποία ποτὲ τούτοις τελευτὴ 5.3.19 «γένοιτο.» ταῦτα ὡς ἀπενεχθέντα ἡ γυνὴ τὰ γράμματα ἀνελέξατο, ἀμείβεται τοῖσδε «Βασιλέα μέγαν τε «καὶ ἀρετῆς μεταποιούμενον, ὀρφανῷ παιδὶ καὶ ὡς «ἥκιστα τῶν πρασσομένων ἐπαισθανομένῳ μᾶλλον ξυλ»λαβέσθαι εἰκὸς ἢ ἐξ οὐδεμιᾶς αἰτίας διάφορον εἶναι. 5.3.20 «ἀγὼν γὰρ, ἢν μὴ ἐκ τοῦ ἀντιπάλου ξυσταίη, οὐδὲ 5.3.21 «τὴν νίκην εὐπρεπῆ φέρει. σὺ δὲ τὸ Λιλύβαιον Ἀτα»λαρίχῳ ἐπανασείεις καὶ φυγάδας δέκα καὶ στρατιωτῶν «ἐπὶ πολεμίους τοὺς σφετέρους ἰόντων ἁμαρτάδα ξυμ5.3.22 «πεσοῦσαν ἀγνοίᾳ τινὶ ἐς πόλιν φιλίαν. μὴ δῆτα, μὴ «σύ γε, ὦ βασιλεῦ, ἀλλ' ἐνθυμοῦ μὲν ὡς, ἡνίκα ἐπὶ «Βανδίλους ἐστράτευες, οὐχ ὅσον σοι ἐμποδὼν ἔστη»μεν, ἀλλὰ καὶ ὁδὸν ἐπὶ τοὺς πολεμίους καὶ ἀγορὰν «τῶν ἀναγκαιοτάτων σὺν προθυμίᾳ πολλῇ ἔδομεν, «ἄλλων τε καὶ ἵππων τοσούτων τὸ πλῆθος, ἀφ' ὧν 5.3.23 «σοι ἡ τῶν ἐχθρῶν ἐπικράτησις μάλιστα γέγονε. καί»τοι ξύμμαχος ἂν καὶ φίλος δικαίως καλοῖτο οὐχ ὃς «ἂν τὴν ὁμαιχμίαν ἐς τοὺς πέλας προΐσχοιτο μόνον, «ἀλλὰ καὶ ὃς ἄν τῳ ἐς πόλεμον ἕκαστον, ὅτου ἂν 5.3.24 «δέοιτο, ὑπουργῶν φαίνοιτο. ἐκλογίζου δὲ ὡς τηνι»καῦτα ὁ στόλος ὁ σὸς οὔτε ἀλλαχῆ ἐκ τοῦ πελάγους «εἶχεν ὅτι μὴ Σικελίᾳ προσχεῖν οὔτε τῶν ἐνθένδε 5.3.25 «ὠνηθέντων χωρὶς εἰς Λιβύην ἰέναι. ὥστε σοι τὸ «τῆς νίκης κεφάλαιον ἐξ ἡμῶν ἐστιν. ὁ γὰρ τοῖς «ἀπόροις τὴν λύσιν διδοὺς καὶ τὴν ἐντεῦθεν ἀπόβασιν 5.3.26 «φέρεσθαι δίκαιος. τί δὲ ἀνθρώπῳ ἥδιον ἂν ἐχθρῶν 5.3.26 «ἐπικρατήσεως, ὦ βασιλεῦ, γένοιτο; καὶ μὴν ἐλασσοῦ»σθαι οὐκ ἐν μετρίοις ἡμῖν ξυμβαίνει, οἵ γε οὐχὶ «κατὰ τὸν τοῦ πολέμου νόμον τὸ τῶν λαφύρων νεμό5.3.27 «μεθα μέρος. νῦν δὲ καὶ τὸ Σικελίας Λιλύβαιον, «ἄνωθεν Γότθοις προσῆκον, ἀξιοῖς ἀφαιρεῖσθαι ἡμᾶς, «πέτραν, ὦ βασιλεῦ, μίαν ὅσον οὐδὲ ἀργυρίου ἀξίαν, «ἣν ἀνθυπουργεῖν σε Ἀταλαρίχῳ εἰκός γε ἦν, ἐν «τοῖς ἀναγκαιοτάτοις ξυναραμένῳ, εἴπερ ἄνωθεν τῆς