59
γὰρ εἶχον ὅθεν ὁρμώμενοι τειχομαχοῖεν οἱ βάρβαροι, κατὰ κορυφὴν ἔκ τε τῆς πέτρας καὶ ἀπὸ τοῦ τείχους βαλλόμενοι· νῦν δὲ (καὶ γὰρ ἔδει Ἀντιοχέας τούτῳ τῷ Μήδων στρατῷ ἀπολέσθαι) οὐδενὶ τοῦτο ἐς ἔννοιαν ἦλθε. 2.8.15 τῶν μὲν οὖν Περσῶν, ἅτε Χοσρόου παρόντος σφίσι καὶ κραυγῇ ἐγκελευομένου μεγάλῃ, ὑπὲρ δύναμιν βιαζομένων καὶ οὐδένα τοῖς ἐναντίοις ἐνδιδόντων καιρὸν, ὥστε διασκοπεῖσθαι ἢ φυλάσσεσθαι τὰς τοξευμάτων βολὰς, τῶν δὲ Ῥωμαίων ἔτι μᾶλλον πλήθει τε πολλῷ καὶ θορύβῳ ἀμυνομένων, οὐκ ἐνεγκοῦσαι τὸ ἄχθος αἱ σχοῖνοι, αἷς αἱ δοκοὶ ξυνδεδέατο, διερράγησαν ἐκ τοῦ αἰφνιδίου καὶ ξὺν ταῖς δοκοῖς ἅπαντες ὅσοι αὐταῖς ἐφεστήκεσαν ἐς τὸ ἔδαφος ἐξέπεσον πατάγῳ πολλῷ. 2.8.16 οὗ δὴ αἰσθόμενοι καὶ ἄλλοι Ῥωμαίων, οἳ ἐκ πύργων τῶν ἐχομένων ἐμάχοντο, καὶ ξυμβάλλειν μὲν τὸ γεγονὸς οὐδαμῆ ἔχοντες, διεφθάρθαι δὲ ταύτῃ τὸ τεῖχος 2.8.17 οἰόμενοι ἐς φυγὴν ὥρμηντο. τοῦ μὲν οὖν δήμου νεανίαι πολλοὶ, ὅσοι τὰ πρότερα πρός γε ἀλλήλους στασιάζειν ἐν τοῖς ἱπποδρομίοις εἰώθεσαν, ἐπειδὴ ἀπὸ τοῦ περιβόλου κατέβησαν, οὐδαμῆ ἔφευγον, ἀλλ' αὐτοῦ ἔμενον, οἱ δὲ στρατιῶται ξύν τε Θεοκτίστῳ καὶ Μολάτζῃ εὐθὺς ἐπὶ τοὺς ἵππους ἀναθορόντες, οἳ δὴ ἐνταῦθά πη παρεσκευασμένοι ἐτύγχανον, ἐπὶ τὰς πύλας ἀπήλαυνον, Βούζην αὐτοῖς ἐπιθρυλοῦντες ξὺν στρατῷ ἥκειν, ἐθέλειν τε κατὰ τάχος δέξασθαι μὲν αὐτοὺς τῇ 2.8.18 πόλει, ξὺν αὐτοῖς δὲ τοὺς πολεμίους ἀμύνασθαι. ἐνταῦθα τῶν Ἀντιοχέων πολλοὶ μὲν ἄνδρες, γυναῖκες δὲ πᾶσαι ξὺν τοῖς παιδίοις ἐπὶ τὰς πύλας δρόμῳ πολλῷ ᾔεσαν· εἶτα πρὸς τῶν ἵππων ὠθούμενοι ἅτε ἐν 2.8.19 στενοχωρίᾳ πολλῇ ἔπιπτον. οἱ δὲ στρατιῶται τῶν ἐν ποσὶν οὐδενὸς τὸ παράπαν φειδόμενοι ἔτι μᾶλλον ἢ πρότερον ὕπερθεν τῶν κειμένων ἅπαντες ἤλαυνον, γέγονέ τε φόνος ἐνταῦθα πολὺς ἄλλως τε καὶ κατὰ τὰς πύλας αὐτάς. 2.8.20 Οἱ δὲ Πέρσαι, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, κλίμακας ἐπιθέντες ἐπὶ τὸ τεῖχος οὐδενὶ πόνῳ ἀνέβαινον. ἔν τε ταῖς ἐπάλξεσι κατὰ τάχος γενόμενοι χρόνον τινὰ καταβαίνειν οὐδαμῆ ἤθελον, ἀλλὰ διασκοπουμένοις τε καὶ ἀπορουμένοις ἐῴκεσαν, ἐμοὶ μὲν δοκεῖ, προλοχίζεσθαι τὰς δυσχωρίας ἐνέδραις τισὶ τῶν πολε2.8.21 μίων ὑποτοπάζοντες. τὰ γὰρ ἐντὸς τοῦ περιβόλου ἀπὸ τῆς ἄκρας εὐθὺς κατιόντι λοιπὸν ἀοίκητος χώρα ἐπὶ πλεῖστόν ἐστι. πέτραι τε λίαν ὑψηλαὶ ἀνέχουσιν ἐνταῦθα 2.8.22 καὶ τόποι κρημνώδεις. ἔνιοι δέ φασι Χοσρόου γνώμῃ 2.8.23 γεγονέναι τὴν μέλλησιν Πέρσαις. ἐπειδὴ γὰρ τήν τε δυσχωρίαν κατενόησε καὶ τοὺς στρατιώτας φεύγοντας εἶδεν, ἔδεισε μή τινι ἀνάγκῃ ἐκ τῆς ὑπαγωγῆς ἀναστρέψαντες πράγματα σφίσι παράσχωνται, ἐμπόδιοί τε γένωνται, ἂν οὕτω τύχοι, πόλιν ἑλεῖν ἀρχαίαν τε καὶ λόγου ἀξίαν καὶ πρώτην Ῥωμαίοις οὖσαν τῶν κατὰ τὴν ἕω πασῶν πόλεων, πλούτῳ τε καὶ μεγέθει καὶ πολυανθρωπίᾳ καὶ κάλλει καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ. 2.8.24 οὗ δὴ, περὶ ἐλάσσονος τἄλλα ποιούμενος ἅπαντα, ἤθελε τοῖς Ῥωμαίων στρατιώταις καιρὸν ἐνδιδόναι, ὥστε κατ' ἐξουσίαν τῇ φυγῇ χρῆσθαι. διὸ δὴ καὶ ταῖς χερσὶ τοῖς φεύγουσι Πέρσαι σημαίνοντες ἐνεκελεύοντο φεύ2.8.25 γειν ὡς τάχιστα. οἱ μὲν οὖν στρατιῶται Ῥωμαίων ξὺν τοῖς ἄλλοις ἄρχουσιν ἀπιόντες ᾤχοντο ἅπαντες διὰ πύλης, ἣ ἐπὶ ∆άφνην ἄγει τὸ τῶν Ἀντιοχέων 2.8.26 προάστειον. ταύτης γὰρ μόνης, τῶν ἄλλων κατειλημμένων, ἀπέσχοντο Πέρσαι· τοῦ δὲ δήμου ὀλίγοι 2.8.27 τινὲς ξὺν τοῖς στρατιώταις διέφυγον. ἐπεὶ δὲ Πέρσαι ἅπαντας τοὺς Ῥωμαίων στρατιώτας εἶδον πρόσω χωρήσαντας, καταβάντες ἀπὸ τῆς ἄκρας ἐν μέσῃ πόλει 2.8.28 ἐγένοντο. ἐνταῦθα δὲ αὐτοῖς τῶν Ἀντιοχέων νεανίαι πολλοὶ ἐς χεῖρας ἐλθόντες τὰ πρῶτα καθυπέρτεροι ἔδοξαν τῇ ξυμβολῇ εἶναι. ἦσαν δὲ αὐτῶν τινες μὲν ὁπλῖται, οἱ δὲ πλεῖστοι γυμνοὶ καὶ λίθων βολαῖς χρώ2.8.29 μενοι μόναις. ὠσάμενοι δὲ τοὺς πολεμίους ἐπαιάνιζόν τε καὶ Ἰουστινιανὸν βασιλέα καλλίνικον, ἅτε νενικηκότες, ἀνέκραγον. 2.8.30 Ἐν τούτῳ δὲ Χοσρόης ἐν πύργῳ τῷ κατὰ τὴν ἄκραν καθήμενος τοὺς πρέσβεις ἐθέλων τι εἰπεῖν μετεπέμψατο. καὶ αὐτὸν τῶν τις ἀρχόντων, ὁ Ζαβεργάνης, οἰόμενος ξυμβάσεως πέρι βούλεσθαι τοῖς πρέσβεσιν ἐς λόγους ἰέναι, ἐς