170
4.21.17 ἀδελφὸν εὗρεν. οἵ τε βάρβαροι ἐς Βυζάκιον ἀφικόμενοι πλεῖστα ἐξ ἐπιδρομῆς ἐληίσαντο τῶν ἐκείνῃ χωρίων· Ἀντάλας δὲ (οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε Ῥωμαίοις πιστοῦ διαμεμενηκότος καὶ δι' αὐτὸ μόνου ἐν Βυζακίῳ Μαυρουσίων ἄρχοντος) ἤδη Σολόμωνι ἐκπεπολεμωμένος ἐτύγχανεν, ὅτι τε τὰς σιτήσεις, αἷς αὐτὸν βασιλεὺς ἐτετιμήκει, Σολόμων ἀφείλετο καὶ τὸν ἀδελφὸν τὸν αὐτοῦ ἔκτεινε, ταραχήν 4.21.18 τινα αὐτῷ ἐς Βυζακηνοὺς γινομένην ἐπενεγκών. τότε οὖν τούτους Ἀντάλας τοὺς βαρβάρους ἄσμενός τε εἶδε καὶ ὁμαιχμίαν ποιησάμενος ἐπὶ Σολόμωνά τε καὶ Καρχη4.21.19 δόνα σφίσιν ἡγήσατο. Σολόμων δὲ, ἐπεὶ ταῦτα ἤκουσε, παντὶ τῷ στρατῷ ἄρας ἐπ' αὐτοὺς ᾔει, καὶ καταλαβὼν ἀμφὶ πόλιν Τεβέστην, ἓξ ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, ἐστρατοπεδεύσατο αὐτός τε καὶ οἱ Βάκχου τοῦ ἀδελφοῦ παῖδες Κῦρός τε καὶ Σέργιος καὶ Σολό4.21.20 μων ὁ νεώτατος. δείσας τε τὸ τῶν βαρβάρων πλῆθος ἔπεμψε παρὰ τῶν Λευαθῶν τοὺς ἄρχοντας, μεμφόμενος μὲν ὅτι δὴ ἔνσπονδοι Ῥωμαίων ὄντες εἶτα ἐν ὅπλοις γενόμενοι ἐπ' αὐτοὺς ἥκουσι, τὴν δὲ εἰρήνην ἀξιῶν ἐν σφίσι κρατύνασθαι, ὅρκους τε ὀμεῖσθαι τοὺς δεινοτάτους ὑπέσχετο, ἦ μὴν ἀμνηστίᾳ τῶν πεπραγμένων 4.21.21 ἐς αὐτοὺς χρήσεσθαι. χλευάζοντες δὲ τὰ εἰρημένα οἱ βάρβαροι πάντως αὐτὸν ὀμεῖσθαι τὰ Χριστιανῶν λόγια 4.21.22 ἔφασαν, ἅπερ καλεῖν εὐαγγέλια νενομίκασιν. οὐκοῦν ἐπειδὴ Σέργιος ταῦτα ὀμόσας εἶτα τοὺς πιστεύσαντας ἔκτεινε, βουλομένοις σφίσιν αὐτοῖς εἴη ἐς μάχην ἰοῦσι τούτων δὴ τῶν λογίων ἀποπειρᾶσθαι, ὁποίαν τινὰ πρὸς τοὺς ἐπιόρκους δύναμιν ἔχουσιν, ὅπως αὐτοῖς βεβαιότατα πιστεύσαντες οὕτω δὴ ἐπὶ τὰς ξυνθήκας καθιστῶνται. ταῦτα Σολόμων ἀκούσας τὰ ἐς τὴν ξυμβολὴν ἐξηρτύετο. 4.21.23 Τῇ δὲ ὑστεραίᾳ μοίρᾳ τινὶ τῶν πολεμίων λείαν ὅτι πλείστην ἀγούσῃ ξυμβαλὼν καὶ μάχῃ νικήσας ἀφε4.21.24 λών τε τὴν λείαν ἐφύλασσε πᾶσαν. δυσανασχετοῦσι δὲ τοῖς στρατιώταις καὶ δεινὰ ποιουμένοις, ὅτι δὴ αὐτοῖς οὐκ ἐδίδου τὰ λάφυρα, ἔφασκεν ἀναμένειν τὸ τοῦ πολέμου πέρας, ὅπως δὴ ἅπαντα τηνικαῦτα διανείμωνται, καθάπερ ἂν ἐς τὴν ἀξίαν ἐπιβάλλον ἑκάστῳ 4.21.25 φαίνηται. ἐπεὶ δὲ αὖθις οἱ βάρβαροι πάσῃ τῇ στρατιᾷ ἐς ξυμβολὴν ὥρμηντο, ἐνταῦθα Ῥωμαίων τέ τινες ἀπελείποντο καὶ οἱ ἄλλοι οὐ ξὺν προθυμίᾳ ἐς τὴν 4.21.26 παράταξιν ᾔεσαν. πρῶτα μὲν οὖν ἀγχώμαλος ἐγεγόνει ἡ μάχη, ὕστερον δὲ πλήθει πολλῷ ὑπερβαλλομένων τῶν Μαυρουσίων, Ῥωμαίων μὲν οἱ πολλοὶ ἔφευγον, Σολόμων δὲ καὶ ἀμφ' αὐτόν τινες χρόνον μέν τινα βαλλόμενοι ἀντεῖχον, ὕστερον δὲ ὑπερβιαζομένων τῶν πολεμίων σπουδῇ ἔφευγον ἔς τε ῥύακος ἐκείνῃ ῥέοντος 4.21.27 χαράδραν ἀφίκοντο. ἔνθα δὴ ὀκλάσαντός οἱ τοῦ ἵππου Σολόμων ἐκπίπτει ἐς ἔδαφος, καὶ αὐτὸν κατὰ τάχος ταῖς χερσὶν οἱ δορυφόροι ἀράμενοι ἐπὶ τοῦ 4.21.28 ἵππου καθίζουσι. περιώδυνον δὲ γεγονότα καὶ ἀδύνατον ἔτι τοῦ χαλινοῦ ἔχεσθαι καταλαβόντες οἱ βάρβαροι αὐτόν τε κτείνουσι καὶ τῶν δορυφόρων πολλούς. αὕτη τε τοῦ βίου τελευτὴ Σολόμωνι ἐγένετο. 4.22.1 Τελευτήσαντος δὲ Σολόμωνος, Σέργιος αὐτοῦ, ὥσπερ εἴρηται, ἀδελφιδοῦς ὢν, δόντος βασιλέως, παρέ4.22.2 λαβε τὴν Λιβύης ἀρχήν. ὃς δὴ φθορᾶς πολλῆς αἰτιώτατος τῷ Λιβύων γένει ἐγένετο, ἅπαντές τε αὐτοῦ τῇ ἀρχῇ ἤχθοντο, ἄρχοντες μὲν, ὅτι ἀσύνετος ὢν κομιδῆ καὶ νέος τόν τε τρόπον καὶ τὴν ἡλικίαν ἀλαζονικώτατος γέγονεν ἀνθρώπων ἁπάντων, ὕβριζέ τε λόγῳ οὐδενὶ ἐς αὐτοὺς καὶ ὑπερεώρα, πλούτου τε δυνάμει καὶ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ ἐς τοῦτο ἀεὶ ἐπιχρώμενος· οἱ δὲ στρατιῶται, ὅτι δὴ ἄνανδρός τε καὶ μαλθακὸς παντάπασιν ἦν· οἱ δὲ Λίβυες διά τε ταῦτα καὶ ὅτι γυναικῶν τε καὶ χρημάτων ἀλλοτρίων ἄτοπός τις ἐραστὴς 4.22.3 ἐγεγόνει. μάλιστα δὲ πάντων Ἰωάννης ὁ Σισινιόλου τῇ Σεργίου δυνάμει χαλεπῶς εἶχεν. ἀγαθὸς γὰρ ὢν τὰ πολέμια καὶ διαφερόντως εὐδόκιμος, ἀχαρίστου τοῦ 4.22.4 ἀνθρώπου ἀτεχνῶς ἔτυχε. διὸ δὴ οὔτε αὐτὸς οὔτε ἄλλος τῶν πάντων οὐδεὶς ὅπλα ἀνταίρειν τοῖς πολεμίοις 4.22.5 ἠβούλετο. τῷ δὲ Ἀντάλᾳ οἵ τε Μαυρούσιοι σχεδόν τι ἅπαντες εἵποντο καὶ Στότζας ἐκ Μαυριτανίας μετά4.22.6