95
λοιπὸν ἤσχαλλον. ὧν δὴ ὁ Χοσρόης αἰσθόμενος προτερῆσαι ξὺν τῷ ἀσφαλεῖ, πρίν τι ἐς αὐτὸν νεωτε2.28.30 ρίσειαν, ἐν σπουδῇ εἶχε. καί οἱ βουλευομένῳ ξυμφορώτατον ἔδοξεν εἶναι Γουβάζην τὸν Λαζῶν βασιλέα ἐκποδὼν ὅτι τάχιστα ποιησαμένῳ Λαζοὺς ἐνθένδε πανδημεὶ ἀναστήσειν, οὕτω τε Πέρσας καὶ ἄλλα ἄττα ἔθνη ξυνοικιεῖν ἐν ταύτῃ τῇ χώρᾳ. 2.28.31 Ταῦτα ὁ Χοσρόης βεβουλευμένος Ἰσδιγούσναν, ὡς ἐπὶ πρεσβείᾳ δῆθεν τῷ λόγῳ, ἐς Βυζάντιον στέλλει. καί οἱ Περσῶν ἀριστίνδην ἀπολεξάμενος πεντακοσίους ξυνέπεμψεν, ἐπιστείλας σφίσι γενέσθαι μὲν ἐν πόλει ∆άρας, ἐν οἰκίαις δὲ καταλῦσαι πολλαῖς, ταύτας τε νύκτωρ ἁπάσας ἐμπρῆσαι, καὶ Ῥωμαίων ἀμφὶ τὸ πῦρ τοῦτο ἠσχολημένων, ὡς τὸ εἰκὸς, ἁπάντων ἀνοιγνύναι μὲν τὰς πύλας εὐθὺς, τῇ δὲ πόλει τὸ ἄλλο Περσῶν 2.28.32 στράτευμα δέξασθαι. προείρητο γὰρ τῷ Νισίβιδος πόλεως ἄρχοντι στρατιωτῶν πλῆθος ἄγχιστά πη ἐγκρυφιάζοντι ἐν παρασκευῇ ἔχειν. οὕτω γὰρ αὐτοὺς ᾤετο Χοσρόης οὐδενὶ πόνῳ Ῥωμαίους τε ἅπαντας διαχρήσεσθαι καὶ τὴν πόλιν ∆άρας ἐν βεβαίῳ καταλαβόντας 2.28.33 σχήσειν. ἀλλά τις εὖ εἰδὼς τὰ πρασσόμενα, Ῥωμαῖος μὲν ἀνὴρ, αὐτόμολος δὲ ὀλίγῳ πρότερον ἐς Πέρσας ἥκων, τὸν πάντα λόγον Γεωργίῳ φράζει, ἐνταῦθα τότε διατριβὴν ἔχοντι, οὗ δὴ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἅτε Περσῶν ἀναπείσαντος τοὺς ἐν τῷ Σισαυράνων πολιορκουμένους φρουρίῳ σφᾶς αὐτοὺς ἐν2.28.34 δοῦναι Ῥωμαίοις. Γεώργιος οὖν ἐν τοῖς Ῥωμαίων τε καὶ Περσῶν ὁρίοις ἀπαντήσας τῷ πρεσβευτῇ τούτῳ ἔφασκεν οὐ κατὰ πρεσβείαν τὰ ποιούμενα εἶναι, καὶ οὔ ποτε Πέρσας τοσούτους τὸ πλῆθος ἐν πόλει Ῥω2.28.35 μαίων αὐλίσασθαι. χρῆν γὰρ τοὺς μὲν ἄλλους ἅπαντας ἐν χωρίῳ Ἀμμώδιος ἀπολιπεῖν, αὐτῷ δὲ ξὺν ὀλί2.28.36 γοις τισὶν ἐς πόλιν ∆άρας ἐσιτητὰ εἶναι. ὁ μὲν οὖν Ἰσδιγούσνας ἠγανάκτει τε καὶ δυσφορουμένῳ ἐῴκει, ἅτε περιυβρισμένος οὐ δέον, καίπερ ἐπὶ πρεσβείᾳ παρὰ 2.28.37 τὸν Ῥωμαίων βασιλέα στελλόμενος. Γεώργιος δέ οἱ οὐ προσέχων τὸν νοῦν ἠγριωμένῳ διεσώσατο τὴν πόλιν Ῥωμαίοις. ξὺν γὰρ ἀνδράσιν εἴκοσι μόνοις τῇ πόλει τὸν Ἰσδιγούσναν ἐδέξατο. 2.28.38 Ταύτης οὖν τῆς πείρας ἀποτυχὼν ὁ βάρβαρος οὗτος ὡς πρεσβεύων ἐς Βυζάντιον ἦλθε, τήν τε γυναῖκα καὶ θυγατέρας ἐπαγόμενος δύο (τοῦτο γὰρ ἦν αὐτῷ τὸ παραπέτασμα τοῦ ξυνεληλυθότος ὁμίλου), τῷ τε βασιλεῖ ἐς ὄψιν ἥκων ἀμφὶ μὲν τῶν σπουδαίων τινὶ οὐ μέγα οὐ μικρὸν ἴσχυσεν εἰπεῖν, καίπερ οὐχ ἧσσον ἢ 2.28.39 μῆνας δέκα κατατρίψας ἐν Ῥωμαίων τῇ γῇ. τὰ μέντοι δῶρα παρὰ Χοσρόου, ᾗπερ εἴθισται, καὶ γράμματα βασιλεῖ ἔδωκε, δι' ὧν ὁ Χοσρόης Ἰουστινιανὸν βασιλέα σημῆναι ἠξίου εἴ οἱ τὸ σῶμα ὑγιείας πέρι ὡς ἄριστα 2.28.40 ἔχοι. τοῦτον μέντοι τὸν Ἰσδιγούσναν Ἰουστινιανὸς βασιλεὺς μάλιστα πρέσβεων ἁπάντων ὧν ἡμεῖς ἴσμεν ξύν τε πολλῇ φιλοφροσύνῃ εἶδε καὶ διὰ τιμῆς ἱκανῶς 2.28.41 ἤγαγεν. ὥστε καὶ, ἡνίκα δὴ αὐτὸν ἑστιῴη, Βραδούκιον, ὅσπερ αὐτῷ ἑρμηνεὺς εἵπετο, ξὺν αὐτῷ ἐπὶ τῆς στιβάδος κατέκλινε, πρᾶγμα πώποτε οὐ γεγονὸς πρό2.28.42 τερον ἐκ τοῦ παντὸς χρόνου. ἑρμηνέα γὰρ οὐδὲ τῶν τινι καταδεεστέρων ἀρχόντων, μή τί γε δὴ βασιλεῖ 2.28.43 ὁμοτράπεζον γεγονότα οὐδείς ποτε εἶδεν. ἀλλὰ καὶ μεγαλοπρεπέστερον ἢ κατὰ πρεσβευτὴν τὸν ἄνδρα τοῦτον ἐδέξατό τε καὶ ἀπεπέμψατο, καίπερ ἐπ' οὐδενὶ ἔργῳ τὴν πρεσβείαν, ὥσπερ μοι εἴρηται, πεποιημένον. 2.28.44 ἢν γάρ τις τάς τε δαπάνας διαριθμήσαιτο καὶ τὰ δῶρα, ὅσα ἐνθένδε κεκομισμένος Ἰσδιγούσνας ἀπιὼν ᾤχετο, πλέον αὐτὰ κατατείνοντα ἢ ἐς χρυσοῦ κεντηνάρια δέκα εὑρήσει. τὰ μὲν οὖν τῆς ἐς ∆άρας πόλιν ἐπιβουλῆς τῷ Χοσρόῃ ἐς τοῦτο ἐτελεύτα. 2.29.1 Ἔς τε Λαζικὴν πρῶτα μὲν ξύλα παμπληθῆ ἐς νηῶν ποίησιν ἐπιτηδείως ἔχοντα ἔπεμψεν, οὐδενὶ φράσας ἐφ' ὅτῳ δὴ αὐτὰ πέμψειεν, ἀλλὰ τῷ λόγῳ μηχανὰς ἐν Πέτρας τῷ περιβόλῳ καταστησόμενος ταῦτα 2.29.2 ἔστελλεν. ἔπειτα δὲ Περσῶν μαχίμους τριακοσίους ἀπολεξάμενος, Φάβριζόν τε, οὗπερ ἀρτίως ἐπεμνήσθην, αὐτοῖς ἐπιστήσας ἐνταῦθα στέλλει, ᾧ δὴ ἐπήγγελλε Γουβάζην ὡς λαθραιότατα διαχρήσασθαι· τὸ γὰρ ἐν2.29.3 θένδε αὐτῷ μελήσειν. τὰ μὲν οὖν ξύλα