300
ἐξειπεῖν τὴν ὑποψίαν ἐκλύσομεν. ἦν μὲν ἡ «νῆσος εὐδαίμων ἐκ παλαιοῦ χρημάτων προσόδῳ καὶ «καρπῶν ἀφθονίᾳ τῶν ἐκεῖ φυομένων πασῶν μάλιστα, «ὥστε οὐ τοῖς αὐτὴν ἐνοικοῦσιν ἐπαρκεῖν μόνον, ἀλλὰ «καὶ τοὺς Ῥωμαίους ὑμᾶς ἐνθένδε εἰσκομιζομένους «ἀνὰ πᾶν ἔτος τὴν τῶν ἐπιτηδείων φορὰν διαρκῶς 7.16.17 «ἔχειν. διόπερ κατ' ἀρχὰς ἐδέοντο Θευδερίχου Ῥω»μαῖοι μὴ πολλῶν ἐνταῦθα Γότθων καταστῆναι «φρουρὰν, ὡς μηδὲν αὐτῶν τῇ ἐλευθερίᾳ ἢ τῇ ἄλλῃ 7.16.18 «εὐδαιμονίᾳ ἐμπόδιον εἴη. τούτων δὲ τοιούτων ὄντων «κατέπλευσεν ἐς Σικελίαν ὁ τῶν πολεμίων στρατὸς, «οὔτε ἀνδρῶν πλήθει οὔτε ἄλλῳ τῶν πάντων οὐδενὶ 7.16.19 «ἀξιόμαχοι πρὸς ἡμᾶς ὄντες. Σικελιῶται δὲ τὸν στόλον «ἰδόντες οὐκ ἐς Γότθους ταῦτα ἀνήνεγκαν, οὐκ ἐν «τοῖς ὀχυρώμασι καθεῖρξαν αὑτοὺς, οὐκ ἄλλο προσ»κρούειν τοῖς ἐναντίοις οὐδὲν ἔγνωσαν, ἀλλ' ἀναπετά»σαντες προθυμίᾳ τῇ πάσῃ τὰς τῶν πόλεων πύλας «ἐδέξαντο ὑπτίαις χερσὶ τὸν τῶν πολεμίων στρατὸν, «ὥσπερ, οἶμαι, τὰ τῶν ἀνδραπόδων ἀπιστότατα, ἐκ «χρόνου καιροφυλακοῦντες πολλοῦ δραπετεῦσαι μὲν «τῆς τῶν κεκτημένων χειρὸς, νέους δέ τινας καὶ ἀγνῶ7.16.20 «τας αὑτοῖς δεσπότας εὑρεῖν. ἐντεῦθέν τε ὁρμώμενοι «καθάπερ ἐξ ἐπιτειχίσματος οἱ πολέμιοι τήν τε ἄλ»λην Ἰταλίαν ἀπονητὶ ἔσχον καὶ Ῥώμην τήνδε κατέ»λαβον, σῖτον ἐκ Σικελίας ἐπαγαγόμενοι τοσοῦτον τὸ «πλῆθος, ὥστε πολιορκουμένοις ἐς ἐνιαυτοῦ μῆκος 7.16.21 «ἀντέχειν ξύμπασι Ῥωμαίοις. τὰ μὲν οὖν Σικελιωτῶν «τοιαῦτά ἐστιν, ὧνπερ αὐτοῖς Γότθους συγγνώμονας «εἶναι οὐδεμία μηχανὴ ἔσται, τοῦ τῶν ἐγκλημάτων 7.16.22 «ὄγκου παραιρουμένου τοῖς ἠδικηκόσι τὸν ἔλεον. τού»των δὲ τῶν περιβόλων ἐντὸς καθείρξαντες αὑτοὺς οἱ «πολέμιοι ἐς μὲν τὸ πεδίον καταβαίνοντες παρατάσσε»σθαι ἡμῖν οὐδαμῆ ἔγνωσαν, σοφίσμασι δὲ καὶ παρα»γωγαῖς ἀεί τε καὶ καθ' ἡμέραν Γότθους ἐκκρούοντες «κύριοι τῶν ἡμετέρων ἐκ τοῦ παραλόγου γεγένηνται. 7.16.23 «ὅπως τοίνυν καὶ ὕστερον μὴ ταῦτα πάθοιμεν προνοεῖν «ἄξιον. τοὺς γὰρ ἅπαξ ἀγνοίᾳ σφαλέντας ἐς τὴν αὐτὴν «αὖθις ἐκπεπτωκέναι κακοπραγίαν οὐ προειδομένους «τὴν ἀπὸ τῆς πείρας ἤδη συνειθισμένην αὐτοῖς συμ»φορὰν οὐ τύχης ἐναντίωμα γεγενῆσθαι δοκεῖ, ἀλλ' «ἐς ἄνοιαν τῶν ἐπταικότων, ὡς τὸ εἰκὸς, περιίστασθαι. 7.16.24 «προσθείη δ' ἄν τις ὡς καὶ τὸν Ῥώμης καθαιρεθῆναι «περίβολον μάλιστα πάντων ὑμῖν ξυνοίσει. οὐδὲ μεθ' «ἑτέρων γὰρ τὸ λοιπὸν καθειργμένοι πάντων τε ἀπο»κεκλεισμένοι τῶν ἀναγκαίων, πολιορκηθήσεσθε πρὸς «τῶν ἐπιόντων, ἀλλὰ κινδυνεύσουσι μὲν τῇ μάχῃ «πρὸς ἀλλήλους ἑκάτεροι, ἆθλον δὲ τῶν νικώντων 7.16.25 «ὑμεῖς οὐ μετὰ κινδύνων ὑμετέρων γενήσεσθε. τῶν «μέντοι προσκεχωρηκότων ἡμῖν οἰκετῶν ἕνεκα τοσαῦτα «ἐροῦμεν, ὡς, ἤνπερ ἐκείνους συνταξαμένους τε ἡμῖν «ἐπὶ τοὺς ἐναντίους καὶ παρ' ἡμῶν τὴν ὁμολογίαν «κεκομισμένους τοῦ μή ποτε αὐτοὺς τοῖς πάλαι κεκτη»μένοις προήσεσθαι τανῦν ἐγχειρίσειν ὑμῖν γνοίημεν, 7.16.26 «οὐδὲ πρὸς ὑμᾶς τὸ πιστὸν ἕξομεν. οὐ γὰρ ἔστιν, «οὐκ ἔστι, τὸν τῶν ξυγκειμένων ἐς τοὺς ἁπάντων «οἰκτροτάτους ὀλιγωροῦντα βέβαιον ἐς τῶν ἄλλων τινὰ «τὴν αὑτοῦ γνώμην ἐνδείκνυσθαι, ἀλλ' ὥσπερ τῆς «φύσεως ἄλλο τι γνώρισμα ἐς πάντας τοὺς αὐτῷ ξυμ»βάλλοντας τὴν ἀπιστίαν ἀεὶ περιφέρειν φιλεῖ.» 7.16.27 Τουτίλας μὲν τοσαῦτα εἶπε, Πελάγιος δὲ ἀμείβεται ὧδε «Κατεσπουδάσθαι σοι μάλιστα πάντων ἐμέ τε, ὦ «γενναῖε, καὶ τὸ τῆς πρεσβείας ὑπειπὼν ὄνομα ἐν 7.16.28 «μοίρᾳ ἡμᾶς τῇ ἀτιμοτάτῃ ξυνέταξας. ὑβρίζειν γὰρ «εἰς ἄνδρα φίλον τε καὶ πρεσβευτὴν ἔγωγε οἶμαι οὐχ «ὃς ἂν κατὰ κόρρης πατάξαι καὶ τῇ ἄλλῃ ἀσελγείᾳ ἐς «αὐτὸν χρήσαιτο, ἀλλ' ὃς ἂν ἄπρακτον ἀποπέμψασθαι 7.16.29 «τὸν ἐς αὐτὸν ἥκοντα γνοίη. οὐ γὰρ ὅπως τιμῆς «πρὸς τῶν ὑποδεξαμένων τινὸς τύχωσι, καθεῖναι αὑτοὺς «ἐς τὴν πρεσβείαν εἰώθασιν ἄνθρωποι, ἀλλ' ὅπως τι «ἀγαθὸν διαπεπραγμένοι τοῖς ἐσταλκόσιν ἐς αὐτοὺς 7.16.30 «ἐπανήξωσιν. ὥστε προπηλακισθέντας ξυνοίσει μᾶλλον «διαπεπρᾶχθαί τι ὧν ἕνεκα ἦλθον ἢ λόγων ἐπιεικεστέ»ρων ἀκούσαντας τῆς ἐλπίδος ἀποτυχόντας ἐπανελθεῖν. «παραιτεῖσθαι