321
λιμένι προσέσχον. 7.30.15 οὗ δὴ ἐπὶ κοινῆς βουλευσαμένοις ἔδοξε σφίσιν ἄμεινον εἶναι Βελισάριον μὲν ἐς Ῥώμην ἰόντα τὰ ταύτῃ τε ὡς ἄριστα διοικήσασθαι καὶ τὰ ἐπιτήδεια ἐσκομίσασθαι, Ἰωάννην δὲ καὶ Βαλεριανὸν τούς τε ἄνδρας ἐς γῆν καὶ τοὺς ἵππους ἀποβιβάσαντας ὁδῷ τε πορευομένους ἐς Πικηνοὺς ἰέναι, ξυνταράξοντας τῶν πολεμίων τοὺς 7.30.16 τὰ ἐκείνῃ πολιορκοῦντας πολίσματα. οὕτω γὰρ ἂν αὐτοῖς Τουτίλαν διαλύσαντα τὴν προσεδρείαν ἐπισπέ7.30.17 σθαι ἐλπίδα εἶχον. Ἰωάννης μὲν οὖν ξὺν τοῖς ἑπομένοις χιλίοις οὖσι κατὰ ταῦτα ἐποίει· Βαλεριανὸς δὲ τὸν κίνδυνον δείσας ταῖς ναυσὶ κόλπον περιιὼν τὸν Ἰόνιον ἔπλει τοῦ Ἀγκῶνος εὐθύ. ταύτῃ γὰρ ἐν Πικηνοῖς τε γενήσεσθαι ξὺν τῷ ἀσφαλεῖ ᾤετο καὶ τῷ Ἰωάννῃ 7.30.18 ξυμμῖξαι. ἀλλὰ Τουτίλας διαλῦσαι τὴν προσεδρείαν οὐδ' ὣς ἤθελεν, ἀλλ' αὐτὸς μὲν ἐνταῦθα καθῆστο, δισχιλίους δὲ ἱππεῖς τοῦ στρατοπέδου ἀπολεξάμενος ἐς Πικηνοὺς στέλλει, ἐφ' ᾧ τοῖς ἐνταῦθα βαρβάροις ξυμμίξαντες τοὺς ἀμφί τε Ἰωάννην καὶ Βαλεριανὸν ἀποκρούσονται. 7.30.19 Οἱ δὲ πολιορκούμενοι ἐν τῷ ἐπὶ Ῥουσκιανῆς φρουρίῳ, ἐπεὶ σφᾶς τά τε ἀναγκαῖα ἤδη παντάπασιν ἐπελελοίπει καὶ οὐδεμίαν ἔτι ἀπὸ Ῥωμαίων ἐπικουρίας ἐλπίδα εἶχον, Γουδίλαν τε τὸν δορυφόρον καὶ ∆εοφέροντα τὸν Ἰταλιώτην παρὰ Τουτίλαν πέμψαντες ἐπρεσβεύοντο ἀμφὶ τῇ σωτηρίᾳ, δεόμενοι σφίσιν αὐτοῖς 7.30.20 τῶν πεπραγμένων ξυγγνώμονα εἶναι. ὁ δὲ Τουτίλας ἐς ἄλλον οὐδένα ὅτι μὴ ἐς τὸν Χαλαζὰρ ἐπιτελέσειν τὴν κόλασιν ἐπηγγέλλετο ἅτε τὰ πρόσθεν ξυγκείμενα ἠλογηκότα, τοῖς δὲ ἄλλοις τὸ ἔγκλημα ἐπιχωρεῖν πᾶσιν. 7.30.21 οὕτω τοίνυν αὐτὸς τὸ φρούριον ἐδέξατο. καὶ τὸν μὲν Χαλαζὰρ ἄμφω τε τὼ χεῖρε ἀποτεμὼν καὶ τὰ αἰδοῖα εὐθὺς ἔκτεινε, τῶν δὲ στρατιωτῶν τοὺς μὲν βουλομένους μένειν ἐκέλευε τὰ σφέτερα αὐτῶν ἔχοντας, ἐφ' ᾧ τὸ λοιπὸν ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ Γότθοις ξυντάξονται· ὅπερ κἀν τοῖς ἄλλοις ὀχυρώμασι τοῖς ἁλισκο7.30.22 μένοις πράσσειν εἰώθει· οἷς δὲ τὸ μένειν ἐν ἡδονῇ ὡς ἥκιστα ἦν, τούτους δὴ γυμνοὺς ὅπη βούλοιντο ἐκέλευεν ἀπαλλάσσεσθαι, τοῦ μή τινά οἱ τῶν ἁπάν7.30.23 των ἀνθρώπων ἀκούσιον ξυστρατεύεσθαι. ὀγδοήκοντα μὲν οὖν τοῦ Ῥωμαίων στρατοῦ τῶν χρημάτων ἀπολελειμμένων ἐς τὸν Κρότωνα ἦλθον, οἱ δὲ ἄλλοι ξὺν 7.30.24 τοῖς χρήμασιν αὐτοῦ ἔμειναν. τῶν μέντοι Ἰταλῶν τὰ μὲν χρήματα πάντα ἀφείλετο, τὰ δέ γε σώματα κακῶν 7.30.25 παντάπασιν ἀπαθῆ εἴασεν. Ἀντωνίνα δὲ ἡ τοῦ Βελισαρίου γυνὴ τῆς βασιλίδος ἀπογενομένης ἐς Βυζάντιον ἀφικομένη ἐδέετο βασιλέως μετάπεμπτόν οἱ τὸν ἄνδρα ἐνταῦθα ἐλθεῖν. ῥᾷστά τε διεπράξατο τοῦτο. ἤδη γὰρ καὶ ὁ Μηδικὸς πόλεμος ἐπικείμενος ἰσχυρότατα βασιλέα Ἰουστινιανὸν ἐς τοῦτο ἐνῆγεν. 7.31.1 Ἐν τούτῳ δέ τινες ἐπίθεσιν ἐπὶ βασιλέα Ἰουστινιανὸν ἐβουλεύσαντο. οἵπερ ὅπως τε ἐς τὸ βούλευμα τοῦτο κατέστησαν καὶ τρόπῳ δὴ ὅτῳ ἀποκρουσθέντες οὐδαμῆ ἐς τὸ ἔργον ἀφίκοντο, αὐτίκα δηλώσω. 7.31.2 Ἀρταβάνῃ Γόνθαριν καθελόντι τὸν τύραννον, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐξαισία τις ἐπιθυμία ἐγένετο Πρεϊέκταν τὴν βασιλέως ἀδελφιδῆν, 7.31.3 ἣν εἶχεν ἐγγυητὴν, γυναῖκα ποιήσασθαι. ὅπερ καὶ αὐτῇ βουλομένῃ ὡς μάλιστα ἦν, οὐκ ἔρωτι τοῦ ἀνθρώπου ἐνταῦθα ἠγμένῃ, ἀλλ' ὅτι οἱ χάριτας ὡμολόγει πολλὰς ἅτε τισαμένῳ μὲν τὸν Ἀρεοβίνδου τοῦ ἀνδρὸς φόνον, αὐτὴν δὲ ἀνασωσαμένῳ καὶ ἀναρπάσαντι, αἰχμάλωτόν τε οὖσαν καὶ οὐκ ἐς μακρὰν τῷ τυράννῳ Γονθάριδι μέλλουσαν οὔτι ἑκουσίαν ἐς εὐνὴν ξυνελθεῖν. 7.31.4 ἐπεί τε ἄμφω ταῦτα ἤρεσκε, Πρεϊέκταν μὲν Ἀρταβάνης βασιλεῖ ἔπεμψεν, αὐτὸς δὲ, καίπερ Λιβύης ὅλης στρατηγὸς καταστὰς, ἔχρῃζε βασιλέως, ἀναπλάσας τινὰς οὐχ ὑγιεῖς σκήψεις, ὅπως αὐτὸν ἐς Βυζάντιον μεταπέμποιτο. 7.31.5 ἐνῆγε γὰρ ἐς τοῦτο αὐτὸν ἡ τοῦ γάμου ἐλπὶς, ἄλλα τε πολλὰ ἐνθένδε ἀγαθὰ ὑποφαίνουσα καὶ τῆς βασι7.31.6 λείας οὐ πόρρω αὐτὸν τὸ λοιπὸν ἔσεσθαι. οἱ γὰρ ἄνθρωποι εὐημερίας ἐκ τοῦ παραλόγου ἐπιλαβόμενοι οὐ δύνανται τὴν διάνοιαν ἐνταῦθα ἑστάναι, ἀλλὰ καραδοκοῦσι τὰ πρόσω, καὶ ταῖς ἐλπίσιν ἐπίπροσθεν ἀεὶ χωροῦσιν, ἕως καὶ τῆς οὐ δέον ὑπαρξάσης αὐτοῖς εὐδαιμονίας