75
στρατόπεδον ἀπεχώρησαν, οἱ δὲ Πέρσαι τῇ ἐπιγινομένῃ ἡμέρᾳ ἐν πύργῳ τινὶ ἔστησαν ἀντὶ τροπαίου τὸ Πέτρου σημεῖον, ἀλλᾶντάς τε αὐτοῦ ἀποκρεμάσαντες τοῖς πολεμίοις ξὺν γέλωτι ἐπετώθαζον, ἐπεξιέναι μέντοι οὐκέτι ἐτόλμων, ἀλλὰ τὴν πόλιν ἐν τῷ ἀσφαλεῖ διεφύλασσον. 2.19.1 Βελισάριός τε Νίσιβιν ὁρῶν ἐχυρὰν ὑπερφυῶς οὖσαν, ἐλπίδα αὐτῆς οὐδεμίαν ἔχων ἁλώσεως πέρι, πρόσω ἰέναι ἠπείγετο, ὅπως τι ἐξ ἐπιδρομῆς τοῖς πο2.19.2 λεμίοις λυμήνηται. ἄρας τοίνυν παντὶ τῷ στρατῷ ἐπίπροσθεν ᾔει. ἀνύσαντές τε ἡμέρας ὁδὸν φρουρίῳ 2.19.3 ἐνέτυχον, ὃ Σισαυράνων καλοῦσι Πέρσαι. ἐνταῦθα πλῆθός τε οἰκητόρων ἦν καὶ ἱππεῖς ὀκτακόσιοι Περσῶν ἄριστοι φυλακὴν εἶχον, οἷς ἀνὴρ δόκιμος, Βλησχά2.19.4 μης ὄνομα, ἐφειστήκει. Ῥωμαῖοι δὲ ἄγχιστά πη τοῦ φρουρίου στρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο, προσβολήν τε τῷ περιβόλῳ ποιησάμενοι ἀπεκρού2.19.5 σθησαν, πολλοὺς τῇ μάχῃ ἀποβαλόντες. τό τε γὰρ τεῖχος ἐς ἄγαν ἐχυρὸν ἐτύγχανεν ὂν καὶ οἱ βάρβαροι καρτερώτατα ἐνθένδε τοὺς ἐπιόντας ἠμύνοντο. διὸ δὴ τοὺς ἄρχοντας ἅπαντας ξυγκαλέσας Βελισάριος ἔλεξε 2.19.6 τοιάδε «Ἐμπειρία πολέμων πολλῶν, ἄνδρες ἄρχοντες, «δέδωκεν ἡμῖν ἐν τοῖς τῶν πραγμάτων ἀπόροις «προορᾶν τε τὰ ξυμβησόμενα καὶ δυνατοῖς εἶναι πρὸ 2.19.7 «τῶν δεινῶν ἑλέσθαι τὰ κρείσσω. ἐπίστασθε τοίνυν «πηλίκον ἐστὶ κακὸν στράτευμα ἐς γῆν πολεμίαν, πολ»λῶν μὲν ὀχυρωμάτων, πολλῶν δὲ μαχίμων ἐν τούτοις 2.19.8 «ἀνδρῶν ὄπισθεν ἀπολελειμμένων, πορεύεσθαι. ὅπερ «καὶ ἡμῖν ἔν γε τῷ παρόντι τετύχηκεν. ἐπίπροσθεν «γὰρ ἰοῦσιν ἡμῖν ἐνθένδε τε καὶ ἐκ Νισίβιδος πόλεως «ἑπόμενοι λάθρα τῶν πολεμίων τινὲς ἐν χωρίοις, ὡς «τὸ εἰκὸς, κακουργήσουσιν ἐπιτηδείως αὐτοῖς πρὸς 2.19.9 «ἐνέδραν ἢ καὶ ἄλλην τινὰ ἐπιβουλὴν ἔχουσιν. ἢν «δέ πη καὶ ἄλλος ἀπαντήσῃ στρατὸς εἴς τε μάχην «καθιστῶνται, πρὸς ἑκατέρους μὲν ἡμῖν ἀνάγκη τετάξε»σθαι, πάθοιμεν δ' ἂν οὕτω πρὸς αὐτῶν τὰ ἀνήκεστα· «ἐῶ γὰρ λέγειν ὡς καὶ πταίσαντες ἐν τῇ ξυμβολῇ, ἂν «οὕτω τύχοι, ἐπάνοδον ἐς Ῥωμαίων τὴν γῆν οὐδεμιᾷ 2.19.10 «μηχανῇ τὸ λοιπὸν ἕξομεν. μὴ τοίνυν ἀλογίστῳ σπουδῇ «χρώμενοι ἐφ' ἡμᾶς αὐτοὺς ἐσκυλευκότες φαινώμεθα, «μηδὲ τῷ φιλονείκῳ τὰ Ῥωμαίων πράγματα βλάψωμεν. «τόλμα μὲν γὰρ ἀμαθὴς ἐς ὄλεθρον φέρει, μέλλησις «δὲ σώφρων ἐς τὸ σώζειν ἀεὶ τοὺς αὐτῇ χρωμένους 2.19.11 «ἱκανῶς πέφυκεν. ἡμεῖς μὲν οὖν ἐνταῦθα ἐγκαθεζό»μενοι ἐξελεῖν πειρώμεθα τὸ φρούριον τόδε, Ἀρέθας «δὲ ξὺν τοῖς ἑπομένοις ἐς τὰ ἐπὶ Ἀσσυρίας χωρία 2.19.12 «στελλέσθω. Σαρακηνοὶ γὰρ τειχομαχεῖν μέν εἰσιν «ἀδύνατοι φύσει, ἐς δὲ τὸ ληίζεσθαι πάντων μάλιστα 2.19.13 «δεξιοί. συνεισβαλοῦσι δὲ αὐτοῖς καὶ στρατιῶται τῶν «μαχίμων τινὲς, ὅπως αὐτοί τε, μηδενὸς μὲν ἐναντιώ»ματος σφίσι φανέντος, τὰ ἀνήκεστα τοὺς προσπεσόν»τας ἐργάσωνται, ἢν δέ τι ἀπαντήσῃ πολέμιον, εὐπετῶς 2.19.14 «ἀναχωροῦντες εἰς ἡμᾶς σώζοιντο. καὶ ἡμεῖς ἐξελόν»τες, ἢν θεὸς θέλῃ, τὸ φρούριον, οὕτω δὴ παντὶ τῷ «στρατῷ Τίγρην ποταμὸν διαβαίνωμεν, οὐ δεδιότες «μὲν τοὺς ὄπισθεν κακουργήσοντας, εὖ δὲ εἰδότες ὅπη «ποτὲ τοῖς Ἀσσυρίοις τὰ πράγματα ἔχει.» 2.19.15 Ταῦτα εἰπὼν Βελισάριος εὖ τε λέγειν ἅπασιν ἔδοξε καὶ τὸ βούλευμα εὐθὺς ἐπετέλει. Ἀρέθαν τε ξὺν τοῖς ἑπομένοις ἐπὶ Ἀσσυρίας ἐκέλευεν ἰέναι καὶ αὐτοῖς στρατιώτας διακοσίους τε καὶ χιλίους ξυνέπεμψεν, ὧν δὴ οἱ πλεῖστοι τῶν ὑπασπιστῶν τῶν αὐτοῦ ἦσαν, δορυφόρους αὐτοῖς ἐπιστήσας δύο, Τραϊανόν τε καὶ Ἰωάννην τὸν Φαγᾶν καλούμενον, ἄμφω ἀγαθοὺς τὰ 2.19.16 πολέμια. καὶ αὐτοῖς μὲν Ἀρέθᾳ πειθομένοις ἅπαντα πράσσειν ἐπέστελλεν, Ἀρέθαν δὲ ἅπαντα ἐκέλευε τὰ ἐν ποσὶ ληισάμενον οὕτω τε ἐς τὸ στρατόπεδον ἐπανήκοντα ἀπαγγέλλειν σφίσιν ὁποῖά ποτε δυνάμεως 2.19.17 πέρι τοῖς Ἀσσυρίοις τὰ πράγματα εἴη. οἱ μὲν οὖν ἀμφὶ τὸν Ἀρέθαν Τίγρην ποταμὸν διαβάντες ἐν 2.19.18 Ἀσσυρίοις ἐγένοντο. οὗ δὴ χώραν τε ἀγαθὴν εὑρόντες καὶ μακροῦ χρόνου ἀδῄωτον, ταύτην τε ἀφύλακτον οὖσαν, ἐξ ἐπιδρομῆς πολλὰ ληισάμενοι τῶν ἐκείνῃ 2.19.19 χωρίων χρήματα μεγάλα περιεβάλλοντο. τότε