204
ἐπιτελέσας μοῖραν τὴν πεπρωμένην ἀνέπλησε. διὸ δὴ Γότθων πολλοί τε καὶ ἄριστοι ἐνταῦθα, ὧν 5.13.16 Μαρκίας ἡγεῖτο, φυλακὴν εἶχον. οὓς Οὐίττιγις ἐνθένδε ἐξαναστῆσαι οὐχ οἷός τε ἦν, οὐ μὴν οὐδὲ Φράγγοις ἀντιτάξασθαι αὐτοὺς ᾤετο ἱκανοὺς ἔσεσθαι, Γαλλίαν τε καὶ Ἰταλίαν, ὡς τὸ εἰκὸς, καταθέουσιν, 5.13.17 ἢν αὐτὸς τῷ παντὶ στρατῷ ἐς Ῥώμην ἐλάσῃ. ξυγκαλέσας οὖν εἴ τι ἐν Γότθοις καθαρὸν ἦν, ἔλεξε τοιάδε «Οὐχ ἡδεῖαν μὲν, ἄνδρες ξυγγενεῖς, ἀναγκαίαν δὲ «ὑμῖν παραίνεσιν ποιεῖσθαι βουλόμενος ἐνθάδε ὑμᾶς «ἐν τῷ παρόντι συνήγαγον· ὅπως δὲ ἀκούσησθε μὲν «πρᾴως, βουλεύσησθε δὲ τῶν παρόντων ἡμῖν ἐπαξίως. 5.13.18 «οἷς γὰρ αἱ πράξεις οὐ κατὰ νοῦν χωροῦσι, τὸ μὴ «πειθομένους τῇ ἀνάγκῃ ἢ τύχῃ οὕτω τὰ παρόντα «διοικεῖσθαι ἀξύμφορον. τὰ μὲν οὖν ἄλλα ἡμῖν ὡς 5.13.19 «ἄριστα ἐς τὸν πόλεμον παρασκευῆς ἔχει. Φράγγοι «δὲ ἡμῖν ἐμποδὼν ἵστανται, οἷς ἐκ παλαιοῦ πολεμίοις «οὖσι, τοῖς τε σώμασι καὶ τοῖς χρήμασι δαπανώμενοι, «ἀντέχειν ἐς τόδε ὅμως ἰσχύσαμεν, ἐπεὶ ἄλλο οὐδὲν 5.13.20 «ἡμῖν ἀπήντα πολέμιον. ἐφ' ἑτέρους δὲ νῦν ἡμᾶς «ἀναγκαζομένους ἰέναι τὸν πρὸς αὐτοὺς πόλεμον κατα»λύειν δεήσει, πρῶτον μὲν ὅτι, ἢν δυσμενεῖς ἡμῖν «διαμείνωσι, μετὰ Βελισαρίου ἐφ' ἡμᾶς τετάξονται 5.13.21 «πάντως. τοὺς γὰρ ἐχθρὸν τὸν αὐτὸν ἔχοντας ἀλλή»λοις ἐς εὔνοιάν τε καὶ ξυμμαχίαν συνάπτεσθαι ἡ 5.13.22 «τῶν πραγμάτων εἰσηγεῖται φύσις. ἔπειτα, ἢν καὶ «πρὸς ἑκάτερον στρατόπεδον χωρὶς τὸν πόλεμον διε5.13.23 «νέγκωμεν, λελείψεται ἡμῖν ἀμφοτέρων ἡσσῆσθαι. ἄμει»νον οὖν ὀλίγῳ ἡμᾶς ἐλασσουμένους τὰ πλεῖστα τῆς «ἀρχῆς διασώσασθαι, ἢ πάντα ἔχειν ἐφιεμένους ξὺν «πάσῃ τῇ τῆς ἡγεμονίας δυνάμει πρὸς τῶν πολεμίων 5.13.24 «ἀπολωλέναι. οἶμαι τοίνυν ὡς, ἢν Γαλλίας τὰς σφίσιν «ὁμόρους Γερμανοῖς δῶμεν, καὶ χρήματα ὅσα ξὺν τῇ «χώρᾳ ταύτῃ Θευδάτος αὐτοῖς ὡμολόγησε δώσειν, οὐχ «ὅσον ἀποτρέψονται τὸ ἐς ἡμᾶς ἔχθος, ἀλλὰ καὶ πό5.13.25 «λεμον ἡμῖν ξυλλήψονται τόνδε. ὅπως δὲ αὖθις, εὖ «φερομένων τῶν πραγμάτων ἡμῖν, Γαλλίας ἀνακτησώ»μεθα, ὑμῶν διαλογιζέσθω μηδείς. ἐμὲ γάρ τις παλαιὸς «εἰσέρχεται λόγος, τὸ παρὸν εὖ τιθέναι κελεύων.» 5.13.26 ταῦτα ἀκούσαντες οἱ Γότθων λόγιμοι, ξύμφορά τε οἰόμενοι αὐτὰ εἶναι, ἐπιτελῆ γενέσθαι ἤθελον. στέλλονται τοίνυν πρέσβεις αὐτίκα ἐς τὸ Γερμανῶν ἔθνος, ἐφ' ᾧ Γαλλίας τε αὐτοῖς ξὺν τῷ χρυσῷ δώσουσι 5.13.27 καὶ ὁμαιχμίαν ποιήσονται. Φράγγων δὲ τότε ἡγεμόνες ἦσαν Ἰλδίβερτός τε καὶ Θευδίβερτος καὶ Κλοαδάριος, οἳ Γαλλίας τε καὶ τὰ χρήματα παραλαβόντες διενείμαντο μὲν κατὰ λόγον τῆς ἑκάστου ἀρχῆς, φίλοι δὲ ὡμολόγησαν Γότθοις ἐς τὰ μάλιστα ἔσεσθαι, καὶ λάθρα αὐτοῖς ἐπικούρους πέμψειν, οὐ Φράγγους μέντοι, ἀλλ' 5.13.28 ἐκ τῶν σφίσι κατηκόων ἐθνῶν. ὁμαιχμίαν γὰρ αὐτοῖς ἐκ τοῦ ἐμφανοῦς ἐπὶ τῷ Ῥωμαίων κακῷ ποιήσασθαι οὐχ οἷοί τε ἦσαν, ἐπεὶ ὀλίγῳ πρότερον βασιλεῖ ἐς 5.13.29 τόνδε τὸν πόλεμον ξυλλήψεσθαι ὡμολόγησαν. οἱ μὲν οὖν πρέσβεις ἐφ' οἷσπερ ἐστάλησαν διαπεπραγμένοι ἐπανῆκον ἐς Ῥάβενναν. τότε δὲ καὶ Μαρκίαν σὺν τοῖς ἑπομένοις Οὐίττιγις μετεπέμπετο. 5.14.1 Ἐν ᾧ δὲ ταῦτα Οὐίττιγις ἔπρασσεν, ἐν τούτῳ Βελισάριος ἐς Ῥώμην ἰέναι παρεσκευάζετο. ἀπολέξας οὖν ἄνδρας ἐκ καταλόγου πεζικοῦ τριακοσίους καὶ Ἡρωδιανὸν ἄρχοντα ἐπὶ τῇ Νεαπόλεως φυλακῇ κατε5.14.2 στήσατο. ἔπεμψε δὲ καὶ ἐς Κύμην φρουροὺς, ὅσους ᾤετο τῇ τοῦ ἐνταῦθα φρουρίου φυλακῇ ἱκανοὺς ἔσεσθαι. ἄλλο γάρ τι ὀχύρωμα ἐν Καμπανίᾳ, ὅτι μὴ 5.14.3 ἐν Κύμῃ τε καὶ ἐν Νεαπόλει, οὐκ ἦν. ἐν ταύτῃ τῇ Κύμῃ οἱ ἐπιχώριοι τὸ Σιβύλλης δεικνύουσι σπήλαιον, ἔνθα δὴ αὐτῆς τὸ μαντεῖον γεγενῆσθαί φασιν. ἐπιθαλασσία δὲ ἡ Κύμη ἐστὶ, Νεαπόλεως ὀκτὼ καὶ εἴκοσι 5.14.4 καὶ ἑκατὸν σταδίους διέχουσα. Βελισάριος μὲν οὖν διεκόσμει τὸ στράτευμα, Ῥωμαῖοι δὲ, δείσαντες μὴ σφίσι ξυμβαίη ὅσα Νεαπολίταις ξυμπέπτωκε, λογισάμενοι ἔγνωσαν ἄμεινον εἶναι τῇ πόλει τὸν βασιλέως στρατὸν δέξασθαι. μάλιστα δὲ αὐτοὺς Σιλβέριος ἐς 5.14.5 τοῦτο ἐνῆγεν, ὁ τῆς πόλεως ἀρχιερεύς. Φιδέλιόν τε πέμψαντες, ἄνδρα ἐκ Μεδιολάνου ὁρμώμενον, ἣ ἐν Λιγούροις κεῖται, ὃς δὴ Ἀταλαρίχῳ παρήδρευε