177
ἐπετέλει, δεινὰ ἐποιεῖτο, καὶ τά τε ὀμωμοσμένα τά τε εἰργασμένα τῷ Γονθάριδι ἐς τὸν Ἀρεόβινδον 4.27.3 ἐννοῶν ἤσχαλλεν. οὐ γάρ οἱ ἐδόκει ὁ τοιούτους ὅρκους ἠδικηκὼς οὔτε αὐτῷ ποτε οὔτε ἄλλῳ ὁτῳοῦν 4.27.4 πιστὸς ἔσεσθαι. πολλὰ γοῦν ἐν αὑτῷ λογισάμενος Ἰουστινιανῷ βασιλεῖ προσχωρεῖν ἤθελε· διὸ δὴ ὀπίσω 4.27.5 ἀπήλαυνε. γνούς τε Μαρκέντιον, ὃς τῶν ἐν Βυζακίῳ καταλόγων ἦρχεν, ἐς νῆσόν τινα τῶν ταύτῃ ἐπικειμένων καταφυγεῖν, πέμψας παρ' αὐτὸν, φράσας τε τὸν πάντα λόγον καὶ τὰ πιστὰ δοὺς, τὸν ἄνθρωπον ἐπη4.27.6 γάγετο. καὶ Μαρκέντιος μὲν ἔμενε ξὺν τῷ Ἀντάλᾳ ἐν τῷ στρατοπέδῳ, στρατιῶται δὲ, ὅσοι ἐν Βυζακίῳ διατριβὴν εἶχον, εὐνοϊκῶς βασιλεῖ ἔχοντες, Ἀδραμητὸν 4.27.7 πόλιν ἐφύλασσον. οἱ δὲ τοῦ Στότζα στρατιῶται, οὐχ ἥσσους ἢ χίλιοι ὄντες, αἰσθόμενοι τῶν ποιουμένων, Ἰωάννου σφίσιν ἡγουμένου, παρὰ τὸν Γόνθαριν ἐχώ4.27.8 ρησαν δρόμῳ. καὶ ὃς αὐτοὺς ἀσμένως τῇ πόλει ἐδέξατο. ἦσαν δὲ Ῥωμαῖοι μὲν πεντακόσιοι, Οὖννοι δὲ ὀγδοήκοντα μάλιστα, οἱ δὲ λοιποὶ Βανδίλοι ἅπαντες. 4.27.9 καὶ Ἀρταβάνης τὰ πιστὰ λαβὼν ἔς τε τὸ Παλάτιον ξὺν τοῖς Ἀρμενίοις ἀνέβη καὶ τῷ τυράννῳ ὑπηρετήσειν 4.27.10 ἐπιτάσσοντι ὡμολόγησε. λάθρα δὲ ἀνελεῖν τὸν Γόνθαριν ἐβουλεύετο, Γρηγορίῳ τε τῷ ἀνεψιῷ καὶ Ἀρτασίρῃ τῷ δορυφόρῳ κοινολογησάμενος τὸ βούλευμα τοῦτο. 4.27.11 Γρηγόριος δὲ αὐτὸν ἐς τὴν πρᾶξιν ἐνάγων ἔλεξε τοιάδε «Ἀρταβάνη, νῦν σοι πάρεστι μόνῳ τὸ Βελισαρίου ἀνα»δήσασθαι κλέος, μᾶλλον δὲ αὐτὸ καὶ πολλῷ ἔτι ὑπερ4.27.12 «βαλέσθαι. ὁ μὲν γὰρ στρατιὰν ἀξιολογωτάτην καὶ «χρήματα μεγάλα παρὰ βασιλέως λαβὼν ἐνταῦθα ἧκεν, «ἄρχοντας μὲν ἔχων τούς οἱ ἑπομένους καὶ ξυμβούλους «πολλοὺς, στόλον δὲ νηῶν οἷον οὔπω ἡμεῖς ἀκοῇ ἴσ»μεν, ἵππον τε πολλὴν καὶ ὅπλα καὶ τὰ ἄλλα ἁπλῶς «εἰπεῖν ἅπαντα ἐπαξίως οἱ παρεσκευασμένα τῆς Ῥω4.27.13 «μαίων ἀρχῆς. οὕτω τε πόνῳ πολλῷ ἀνεσώσατο Λιβύην 4.27.14 «Ῥωμαίοις. ἅπερ ἅπαντα οὕτως ἀπόλωλεν ὥστε, εἰ «μηδὲ ἀρχὴν ἐγεγόνει, ἔν γε τῷ παρόντι ἐν ἴσῳ εἶναι· «πλήν γε δὴ ὅτι ἀποκέκριται Ῥωμαίοις τανῦν ἐκ τῆς «Βελισαρίου νίκης τοῖς τε σώμασι καὶ τοῖς χρήμασιν «ἐζημιῶσθαι, καὶ πρός γε τὸ μηδὲ φυλάξαι τἀγαθὰ 4.27.15 «δυνατοῖς γεγονέναι. τὸ δὲ πάντα ταῦτα ἀνασώσασθαι «τανῦν βασιλεῖ ἐν τῇ σῇ μόνῃ ψυχῇ τε καὶ γνώμῃ καὶ 4.27.16 «δεξιᾷ κεῖται. οὐκοῦν ἐκλογίζου μὲν ὡς εἶ Ἀρσακίδης «ἀνέκαθεν γένος, ἐνθυμοῦ δὲ ὡς τοῖς εὖ γεγονόσιν 4.27.17 «ἀνδραγαθίζεσθαι ἀεί τε καὶ πανταχῆ πρέπει. πολλὰ «γοῦν σοι ἔργα ὑπὲρ τῆς ἐλευθερίας θαυμαστὰ πέ»πρακται. Ἀκάκιον γὰρ, νέος ὢν ἔτι, τὸν Ἀρμενίων «ἄρχοντα, καὶ Σίτταν τὸν Ῥωμαίων στρατηγὸν ἔκτεινας, «καὶ ἀπ' αὐτοῦ Χοσρόῃ βασιλεῖ γνώριμος γεγονὼς 4.27.18 «ξὺν αὐτῷ ἐπὶ Ῥωμαίους ἐστράτευσας. ἐπεὶ δὲ τηλι»κόσδε εἶ, ὡς σὸν εἶναι μὴ περιορᾶν τὴν Ῥωμαίων «ἀρχὴν ὑπὸ κυνὶ μεθύοντι κεῖσθαι, ἐνδείκνυσο τανῦν «ὡς εὐγενείᾳ τε καὶ ψυχῆς ἀρετῇ ἐκεῖνα, ὦ 'γαθὲ, τὰ «πρόσθεν εἰργάσω· ἐγὼ δέ σοι καὶ Ἀρτασίρης ὅδε «ἅπαντα ἐπιτάττοντι ὅση δύναμις ὑπουργήσομεν.» 4.27.19 Γρηγόριος μὲν τοσαῦτα εἶπεν· Ἀρταβάνου δὲ τὴν διάνοιαν ἐπὶ τὸν τύραννον ἔτι μᾶλλον ὥρμησεν. 4.27.20 Ὁ δὲ Γόνθαρις Ἀρεοβίνδου μὲν τήν τε γυναῖκα καὶ τὴν ἀδελφὴν ἐκ τοῦ φρουρίου ἐξαγαγὼν ἐπί τινος οἰκίας ἠνάγκασε μένειν, οὔτε τι ὑβρίσας λόγῳ ἢ ἔργῳ ὁτῳοῦν ἐς αὐτὰς οὔτε τὰ ἐπιτήδεια ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν ἐχούσας οὔτε τι ἄλλο βιασθείσας εἰπεῖν ἢ πρᾶξαι, πλήν γε δὴ ὅτι γράψαι πρὸς τὸν θεῖον ἡ Πρεϊέκτα ἠνάγκαστο ὡς Γόνθαρις μὲν αὐτάς τε τιμῴη ἐς ἄγαν καὶ καθαρὸς εἴη παντάπασι τοῦ τἀνδρὸς φόνου, Οὐλιθέῳ δὲ τὸ κακὸν ἐργασθείη, Γον4.27.21 θάριδος οὐδαμῆ ἐπαινοῦντος. ἔπρασσε δὲ ταῦτα ὁ Γόνθαρις Πασιφίλῳ ἀναπεισθεὶς, ἀνδρὶ γεγονότι μὲν τῶν ἐν Βυζακίῳ στασιωτῶν πρώτῳ, ξυναραμένῳ δὲ 4.27.22 αὐτῷ μάλιστα ἐς τὴν τῆς τυραννίδος ἐπίθεσιν. ἰσχυρίζετο γὰρ ὁ Πασίφιλος, ἢν ταῦτα ποιοίη, ξυνοικιεῖν τε αὐτῷ βασιλέα τὴν κόρην καὶ προῖκα κατὰ τὸ ξυγγενὲς 4.27.23 ἐπιδώσειν χρημάτων μεγάλων. Ἀρταβάνην τε τῷ στρατῷ ἐξηγεῖσθαι ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους 4.27.24 τοὺς ἐν Βυζακίῳ