3
λόγου τε ἄξιον στρατὸν ἀγείρας ἐπ' αὐτοὺς 1.3.2 ᾔει. Ἐφθαλῖται δὲ Οὐννικὸν μὲν ἔθνος εἰσί τε καὶ ὀνομάζονται, οὐ μέντοι ἀναμίγνυνται ἢ ἐπιχωριάζουσιν Οὔννων τισὶν ὧν ἡμεῖς ἴσμεν, ἐπεὶ οὔτε χώραν αὐτοῖς ὅμορον ἔχουσιν οὔτε πη αὐτῶν ἄγχιστα ᾤκηνται, ἀλλὰ προσοικοῦσι μὲν Πέρσαις πρὸς βορρᾶν ἄνεμον, οὗ δὴ πόλις Γοργὼ ὄνομα πρὸς αὐταῖς που ταῖς Περσῶν ἐσχατιαῖς ἐστιν, ἐνταῦθα δὲ περὶ γῆς ὁρίων διαμάχεσθαι πρὸς ἀλλήλους εἰώθασιν. 1.3.3 οὐ γὰρ νομάδες εἰσὶν ὥσπερ τὰ ἄλλα Οὐννικὰ ἔθνη, ἀλλ' ἐπὶ χώρας ἀγαθῆς τινος ἐκ παλαιοῦ ἵδρυνται. 1.3.4 ταῦτά τοι οὐδέ τινα ἐσβολὴν πεποίηνται πώποτε ἐς Ῥωμαίων τὴν γῆν, ὅτι μὴ ξὺν τῷ Μήδων στρατῷ. μόνοι δὲ Οὔννων οὗτοι λευκοί τε τὰ σώματα καὶ οὐκ 1.3.5 ἄμορφοι τὰς ὄψεις εἰσίν. οὐ μὴν οὔτε τὴν δίαιταν ὁμοιότροπον αὐτοῖς ἔχουσιν οὔτε θηρίου βίον τινὰ ᾗπερ ἐκεῖνοι ζῶσιν, ἀλλὰ καὶ πρὸς βασιλέως ἑνὸς ἄρχονται καὶ πολιτείαν ἔννομον ἔχοντες ἀλλήλοις τε καὶ τοῖς πέλας ἀεὶ ὀρθῶς καὶ δικαίως ξυμβάλλουσι, Ῥω1.3.6 μαίων τε καὶ Περσῶν οὐδέν τι ἧσσον. οἱ μέντοι εὐδαίμονες αὑτοῖς φίλους ἑταιρίζονται ἄχρι ἐς εἴκοσιν, ἂν οὕτω τύχοι, ἢ τούτων πλείους, οἵπερ αὐτοῖς ξυμπόται μὲν ἐς ἀεὶ γίνονται, τῶν δὲ χρημάτων μετέχουσι πάντων, κοινῆς τινος ἐξουσίας αὐτοῖς ἐς ταῦτα οὔσης. 1.3.7 ἐπειδὰν δὲ τῷ αὐτοὺς ἑταιρισαμένῳ τελευτῆσαι ξυμβαίη, τούτους δὴ τοὺς ἄνδρας ζῶντας ξὺν αὐτῷ ἐς τὸν τάφον ἐσκομίζεσθαι νόμος. 1.3.8 Ἐπὶ τούτους τοὺς Ἐφθαλίτας τῷ Περόζῃ πορευομένῳ ξυμπαρῆν πρεσβευτὴς, ὃς δὴ ἔτυχε πρὸς βασιλέως Ζήνωνος παρ' αὐτὸν ἐσταλμένος, Εὐσέβιος ὄνομα. Ἐφθαλῖται δὲ δόκησιν παρεχόμενοι τοῖς πολεμίοις, ὅτι δὴ αὐτῶν κατωρρωδηκότες τὴν ἔφοδον ἐς φυγὴν ὥρμηνται, ᾔεσαν δρόμῳ ἐς χῶρόν τινα, ὅνπερ ὄρη ἀπότομα πανταχόθεν ἐκύκλουν, συχνοῖς τε καὶ ἀμφι1.3.9 λαφέσιν ἐς ἄγαν καλυπτόμενα δένδροις. ἐντὸς δὲ τῶν ὀρῶν προϊόντι ὡς πορρωτάτω ὁδὸς μέν τις ἐφαίνετο ἐν μέσῳ εὐρεῖα ἐπὶ πλεῖστον διήκουσα, ἔξοδον δὲ τελευτῶσα οὐδαμῆ εἶχεν, ἀλλ' ἐς αὐτὸν μάλιστα τὸν 1.3.10 κύκλον τῶν ὀρῶν ἔληγε. Περόζης μὲν οὖν, δόλου παντὸς ἀφροντιστήσας οὐκ ἐννοῶν τε ὡς ἐν γῇ ἀλλο1.3.11 τρίᾳ πορεύοιτο, ἀνεπισκέπτως ἐδίωκε. τῶν δὲ Οὔννων ὀλίγοι μέν τινες ἔμπροσθεν ἔφευγον, οἱ δὲ πλεῖστοι ἐν ταῖς δυσχωρίαις διαλαθόντες κατὰ νώτου ἐγένοντο τοῦ τῶν πολεμίων στρατοῦ, οὔπω τε αὐτοῖς ἐβούλοντο ἔνδηλοι εἶναι, ὅπως δὴ τῆς ἐνέδρας πόρρω χωρήσαντες ἐντός τε τῶν ὀρῶν ἐπὶ πλεῖστον γεγενημένοι μη1.3.12 κέτι ὀπίσω ἀναστρέφειν οἷοί τε ὦσιν. ὧνπερ οἱ Μῆδοι αἰσθόμενοι (ἤδη γὰρ καί τι τοῦ κινδύνου ὑπέφαινεν) αὐτοὶ μὲν δέει τῷ ἐκ Περόζου τὰ παρόντα σφίσιν ἐν σιωπῇ εἶχον, Εὐσέβιον δὲ πολλὰ ἐλιπάρουν παραίνεσιν ἐς τὸν βασιλέα ποιήσασθαι μακρὰν ἀπολελειμμένον τῶν οἰκείων κακῶν, βουλεύεσθαι μᾶλλον ἢ θρασύνεσθαι οὐκ ἐν δέοντι, καὶ διασκοπεῖσθαι, ἤν τίς 1.3.13 ποτε μηχανὴ ἐς σωτηρίαν φέρουσα εἴη. ὁ δὲ Περόζῃ ἐς ὄψιν ἐλθὼν τύχην μὲν τὴν παροῦσαν ὡς ἥκιστα ἀπεκάλυψεν, ἀρξάμενος δὲ μυθοποιΐας λέοντά ποτε τράγῳ ἔφασκεν ἐντυχεῖν δεδεμένῳ τε καὶ μηκωμένῳ ἐπὶ χώρου τινὸς οὐ λίαν ὑψηλοῦ. ἐπὶ θοίνῃ δὲ αὐτοῦ τὸν λέοντα ἐφιέμενον ὁρμῆσαι μὲν ὡς ἁρπάσοντα, ἐμπεσεῖν δὲ ἐς κατώρυχα βαθεῖαν μάλιστα, ὁδὸν κυκλοτερῆ ἔχουσαν στενήν τε καὶ οὐ πεπερασμένην (διέξοδον γὰρ οὐδαμῆ εἶχεν), ἣν δὴ οἱ τοῦ τράγου κύριοι ἐξεπίτηδες τεχνησάμενοι ὕπερθεν τῆς κατώρυχος τὸν τράγον τεθείκασι τῷ λέοντι ποδοστράβην ἐσόμενον. 1.3.14 ταῦτα Περόζης ἀκούσας ἐς δέος ἦλθε μή ποτε Μῆδοι ἐπὶ πονηρῷ τῷ σφετέρῳ τὴν δίωξιν ἐπὶ τοὺς πολεμίους πεποίηνται. καὶ πρόσω μὲν οὐκέτι ἐχώρει, μέ1.3.15 νων δὲ αὐτοῦ τὰ παρόντα ἐν βουλῇ ἐποιεῖτο. Οὖννοι δὲ ἤδη ἑπόμενοι ἐκ τοῦ ἐμφανοῦς τοῦ χώρου τὴν εἴσοδον ἐν φυλακῇ εἶχον, ὅπως μηκέτι οἱ πολέμιοι 1.3.16 ὀπίσω ἀπελαύνειν οἷοί τε ὦσι. καὶ οἱ Πέρσαι τότε δὴ λαμπρῶς ᾐσθημένοι οὗ ἦσαν κακοῦ ἐν συμφορᾷ ἐποιοῦντο τὰ παρόντα σφίσι, διαφεύξεσθαι τὸν κίν1.3.17 δυνον ἐν ἐλπίδι οὐδεμιᾷ τὸ λοιπὸν ἔχοντες. ὁ δὲ τῶν Ἐφθαλιτῶν βασιλεὺς πέμψας παρὰ Περόζην τῶν οἱ ἑπομένων τινὰς, πολλὰ μὲν