131
Βανδίλοις, εἶναί τε οὐχ ὅσιον ξυμβῆναί τι πρὸς αὐτῶν ἄχαρι ἐς ἀνθρώπους, ὧν τὴν ἐλευθερίαν ὑπό3.20.21 θεσιν ποιησάμενοι ἐπὶ Βανδίλους ἐστράτευσαν. τοσαῦτα παραινέσας ἔς τε Καρχηδόνα εἰσῆλθε καὶ, ἐπεὶ πολέμιον σφίσιν οὐδὲν ἐφαίνετο, ἐς τὸ Παλάτιον 3.20.22 ἀναβὰς ἐν τῷ Γελίμερος θρόνῳ ἐκάθισεν. ἐνταῦθα ἐντυχόντες πολλῇ κραυγῇ Βελισαρίῳ ἐμπόρων τε πλῆθος καὶ ἄλλοι Καρχηδόνιοι, ὅσοις ἐπιθαλάσσια τὰ οἰκία τετύχηκεν εἶναι, ᾐτιῶντο ἁρπαγὴν σφίσι τῶν ὑπαρχόντων τῇ προλαβούσῃ νυκτὶ πρὸς τῶν ναυτῶν ξυμ3.20.23 βῆναι. ὁ δὲ Καλώνυμον ὅρκοις καταλαμβάνει ἦ μὴν 3.20.24 ἅπαντα ἐς τὸ ἐμφανὲς ἐνεγκεῖν τὰ φώρια. Καλώνυμος δὲ ὀμόσας τε καὶ τὰ ὀμωμοσμένα ἐν ἀλογίᾳ ποιησάμενος τὸ μὲν παραυτίκα τὰ χρήματα ἐληίσατο, χρόνῳ δὲ οὐ πολλῷ ὕστερον τὴν δίκην ἔτισεν ἐς Βυζάντιον. 3.20.25 νόσῳ γὰρ ἁλοὺς τῇ καλουμένῃ ἀποπληξίᾳ καὶ τῶν φρενῶν ἔξω γενόμενος τῆς τε γλώσσης ἀποτραγὼν τῆς αὑτοῦ, εἶτα ἀπέθανεν. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο. 3.21.1 Τότε δὲ Βελισάριος, ἐπεὶ ὁ καιρὸς ἐς τοῦτο ἦγεν, ἄριστον σφίσιν ἐκέλευε γενέσθαι, οὗ δὴ Γελίμερ 3.21.2 τοὺς τῶν Βανδίλων ἡγουμένους ἑστιᾶν εἰώθει. ∆έλφικα τὸν τόπον καλοῦσι Ῥωμαῖοι, οὐ τῇ σφετέρᾳ γλώσσῃ, ἀλλὰ κατὰ τὸ παλαιὸν ἑλληνίζοντες. ἐν Παλατίῳ γὰρ τῷ ἐπὶ Ῥώμης, ἔνθα ξυνέβαινε στιβάδας τὰς βασιλέως εἶναι, τρίπους ἐκ παλαιοῦ εἱστήκει, ἐφ' οὗ 3.21.3 δὴ τὰς κύλικας οἱ βασιλέως οἰνοχόοι ἐτίθεντο. ∆έλφικα δὲ τὸν τρίποδα καλοῦσι Ῥωμαῖοι, ἐπεὶ πρῶτον ἐν ∆ελφοῖς γέγονε, καὶ ἀπ' αὐτοῦ ἔν τε Βυζαντίῳ καὶ ὅπη βασιλέως εἶναι στιβάδα ξυμβαίνει ∆έλφικα τοῦτο καλοῦσι τὸ οἴκημα, ἐπεὶ καὶ τὰ βασιλέως οἰκία Παλάτιον 3.21.4 ἑλληνίζοντες καλοῦσι Ῥωμαῖοι. Πάλλαντος γὰρ ἀνδρὸς Ἕλληνος ἐν τούτῳ τῷ χωρίῳ οἰκήσαντος πρὸ Ἰλίου ἁλώσεως οἰκίαν τε λόγου ἀξίαν ἐνταῦθα δειμαμένου, Παλάτιον μὲν τὸ οἴκημα τοῦτο ἐκάλουν, ἐπεὶ δὲ τὴν αὐτοκράτορα παραλαβὼν ἀρχὴν Αὔγουστος ἐνταῦθα καταλύειν τὸ πρῶτον ἔγνω, Παλάτιον ἀπ' αὐτοῦ κα3.21.5 λοῦσι τὸ χωρίον οὗ ἂν βασιλεὺς καταλύῃ. ἐν ∆έλφικι τοίνυν Βελισάριός τε ἤσθιε καὶ εἴ τι ἐν τῷ στρα3.21.6 τεύματι δόκιμον ἦν. τετύχηκε δὲ τὸ τῇ προτεραίᾳ τῷ Γελίμερι γεγονὸς ἄριστον ἐν παρασκευῇ εἶναι. καὶ ταῖς τε βρώσεσιν αὐταῖς εἱστιάθημεν ἥ τε τοῦ Γελίμερος θεραπεία παρετίθει τε καὶ ᾠνοχόει καὶ τὰ ἄλλα 3.21.7 ὑπούργει. παρῆν τε ἰδεῖν ὡραϊζομένην τὴν τύχην καὶ ποιουμένην ἐπίδειξιν, ὡς ἅπαντά τε αὐτῆς εἴη καὶ 3.21.8 οὐδὲν ἀνθρώπῳ ἴδιον γένοιτο. Βελισαρίῳ δὲ ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ εὐδοκιμῆσαι ὡς οὔτε τῶν κατ' αὐτὸν οὐδενὶ πώποτε οὔτε τῳ ἄλλῳ τῶν ἐκ παλαιοῦ γεγο3.21.9 νότων τετύχηκε. τῶν γὰρ δὴ Ῥωμαίων στρατιωτῶν οὐκ εἰωθότων θορύβου χωρὶς ἐς πόλιν κατήκοον σφίσιν οὐδ' ἂν κατὰ πεντακοσίους εἶεν ἄλλως τε καὶ ἐκ τοῦ ἀπροσδοκήτου ἰέναι, οὕτω δὴ κοσμίους ἅπαντας ὁ στρατηγὸς οὗτος τοὺς ἀρχομένους παρέσχετο ὥστε 3.21.10 οὐδὲ ὕβριν τινὰ ἢ ἀπειλὴν γενέσθαι, οὐ μὴν οὐδέ τι ἐμπόδισμα τῇ κατὰ τὴν πόλιν ἐργασίᾳ ξυνέβη, ἀλλ' ἐν ἁλούσῃ πόλει καὶ πολιτείαν μεταβαλούσῃ καὶ βασιλείαν ἀλλαξαμένῃ οὐδὲ τῶν ἀπὸ τῆς ἀγορᾶς ξυνέβη τινὸς τὴν οἰκίαν ἀποκεκλεῖσθαι, ἀλλ' οἱ γραμματεῖς τὰ βιβλίδια γράψαντες τοὺς στρατιώτας, ὥσπερ εἰώθει, ἐς τὰς οἰκίας εἰσήγαγον, αὐτοί τε ὤνιον ἀπὸ τῆς ἀγορᾶς τὸ ἄριστον λαβόντες ὡς ἑκάστῳ ἦν βουλομένῳ ἡσύχαζον. 3.21.11 Μετὰ δὲ Βελισάριος Βανδίλοις τε τοῖς ἐς τὰ ἱερὰ καταφυγοῦσι πιστὰ ἐδίδου καὶ τῶν τειχῶν ἐπεμελεῖτο. ἦν γὰρ ὁ Καρχηδόνος περίβολος οὕτω δὴ ἀπημελημένος ὥστε ἐσβατὸς ἐν χώροις πολλοῖς τῷ βουλομένῳ 3.21.12 καὶ εὐέφοδος ἐγεγόνει. μοῖρα γὰρ οὐκ ὀλίγη αὐτοῦ κατεπεπτώκει καὶ διὰ τοῦτο Γελίμερα οἱ Καρχηδόνιοι 3.21.13 ἔφασκον ἐν τῇ πόλει οὐχ ὑποστῆναι. οὐ γὰρ ἄν ποτε οἴεσθαι χρόνῳ ὀλίγῳ οἷόν τε εἶναι τῷ περιβόλῳ τούτῳ 3.21.14 τὴν ἀσφάλειαν ἀνασώσασθαι. ἔλεγον δέ τι καὶ λόγιον παλαιὸν ἐν Καρχηδόνι πρὸς τῶν παιδίων ἐν τοῖς ἄνω χρόνοις εἰρῆσθαι ὡς τὸ γάμμα διώξει τὸ βῆτα, καὶ 3.21.15 πάλιν αὐτὸ τὸ βῆτα διώξει τὸ γάμμα. καὶ τότε μὲν παίζουσιν αὐτὸ τοῖς παιδίοις εἰρῆσθαι