42
χρὴ βασιλέα τόνδε «ὁρμώμενον τόν τε πόλεμον διενεγκεῖν καὶ τὰ ἄλλα 1.24.31 «διοικήσασθαι ᾗ ἄμεινον ἕξει.» Ὠριγένης μὲν τοσαῦτα εἶπεν. οἱ δὲ δὴ ἄλλοι, ὅπερ φιλεῖ ὅμιλος ποιεῖν, ὀξύτερόν τε ἀντελαμβάνοντο καὶ τὸ παραυτίκα ᾤοντο ξύμφορον εἶναι, καὶ οὐχ ἥκιστά γε Ὑπάτιος (χρῆν γάρ οἱ γενέσθαι κακῶς) τῆς ἐπὶ τὸν ἱππόδρομον ὁδοῦ ἐκέλευεν ἡγεῖσθαι. τινὲς δέ φασιν ἐξεπίτηδες αὐτὸν ἐνταῦθα ἥκειν, βασιλεῖ εὐνοϊκῶς ἔχοντα. 1.24.32 Οἱ δὲ ἀμφὶ τὸν βασιλέα ἐν βουλῇ ἦσαν, πότερα μένουσιν αὐτοῖς ἢ ταῖς ναυσὶν ἐς φυγὴν τρεπομένοις ἄμεινον ἔσται. καὶ λόγοι μὲν πολλοὶ ἐλέγοντο ἐς 1.24.33 ἑκάτερα φέροντες. καὶ Θεοδώρα δὲ ἡ βασιλὶς ἔλεξε τοιάδε «Τὸ μὲν γυναῖκα ἐν ἀνδράσι μὴ χρῆναι τολμᾶν «ἢ ἐν τοῖς ἀποκνοῦσι νεανιεύεσθαι, τὸν παρόντα «οἶμαι καιρὸν ἥκιστα ἐφεῖναι διασκοπεῖσθαι, εἴτε ταύτῃ 1.24.34 «εἴτε ἄλλῃ πη νομιστέον. οἷς γὰρ τὰ πράγματα ἐς «κίνδυνον τὸν μέγιστον ἥκει, οὐκ ἄλλο οὐδὲν εἶναι «δοκεῖ ἄριστον ἢ τὰ ἐν ποσὶν ὡς ἄριστα θέσθαι. 1.24.35 «ἡγοῦμαι δὲ τὴν φυγὴν ἔγωγε, εἴπερ ποτὲ, καὶ νῦν, «ἢν καὶ τὴν σωτηρίαν ἐπάγηται, ἀξύμφορον εἶναι. ἀν»θρώπῳ μὲν γὰρ ἐς φῶς ἥκοντι τὸ μὴ οὐχὶ καὶ νεκρῷ «γενέσθαι ἀδύνατον, τῷ δὲ βεβασιλευκότι τὸ φυγάδι 1.24.36 «εἶναι οὐκ ἀνεκτόν. μὴ γὰρ ἂν γενοίμην τῆς ἁλουργί»δος ταύτης χωρὶς, μηδ' ἂν τὴν ἡμέραν ἐκείνην βιῴην, «ἐν ᾗ με δέσποιναν οἱ ἐντυχόντες οὐ προσεροῦσιν. εἰ «μὲν οὖν σώζεσθαί σοι βουλομένῳ ἐστὶν, ὦ βασιλεῦ, 1.24.37 «οὐδὲν τοῦτο πρᾶγμα. χρήματα γάρ τε πολλὰ ἔστιν «ἡμῖν, καὶ θάλασσα μὲν ἐκείνη, πλοῖα δὲ ταῦτα. «σκόπει μέντοι μὴ διασωθέντι ξυμβήσεταί σοι ἥδιστα «ἂν τῆς σωτηρίας τὸν θάνατον ἀνταλλάξασθαι. ἐμὲ «γάρ τις καὶ παλαιὸς ἀρέσκει λόγος, ὡς καλὸν ἐντάφιον 1.24.38 «ἡ βασιλεία ἐστί». τοσαῦτα τῆς βασιλίδος εἰπούσης, θάρσος τε τοῖς πᾶσιν ἐπεγένετο καὶ ἐς ἀλκὴν τραπόμενοι ἐν βουλῇ ἐποιοῦντο ᾗ ἂν ἀμύνεσθαι δυνατοὶ 1.24.39 γένοιντο, ἤν τις ἐπ' αὐτοὺς πολεμήσων ἴοι. οἱ μὲν οὖν στρατιῶται ξύμπαντες, οἵ τε ἄλλοι καὶ ὅσοι ἀμφὶ τὴν βασιλέως αὐλὴν ἐτετάχατο, οὔτε τῷ βασιλεῖ εὐνοϊκῶς εἶχον οὔτε ἐς τὸ ἐμφανὲς ἔργου ἔχεσθαι ἤθελον, ἀλλὰ 1.24.40 τὸ μέλλον ἐκαραδόκουν ὅπη ἐκβήσεται. πᾶσαν δὲ τὴν ἐλπίδα ἐν Βελισαρίῳ τε καὶ Μούνδῳ ὁ βασιλεὺς εἶχεν, ὧν ἅτερος μὲν, Βελισάριος, ἄρτι ἐκ τοῦ Μηδικοῦ ἐπανήκων πολέμου τήν τε ἄλλην θεραπείαν δυνατήν τε καὶ λόγου ἀξίαν ἐπήγετο καὶ δορυφόρων τε εἶχε καὶ ὑπασπιστῶν πλῆθος ἔν τε ἀγῶσι καὶ τοῖς τοῦ πολέμου κινδύνοις τὰς μελέτας πεποιημένον. 1.24.41 Μοῦνδος δὲ, Ἰλλυριῶν στρατηγὸς ἀποδεδειγμένος, τύχῃ τινὶ ξυνεκύρησε βαρβάρους Ἐρούλους ἐπαγαγόμενος κατά τινα χρείαν ἐς Βυζάντιον μετάπεμπτος ἥκειν. 1.24.42 Ὑπάτιος μὲν οὖν ἐπειδὴ εἰς τὸν ἱππόδρομον ἀφίκετο, ἀναβαίνει μὲν αὐτίκα οὗ δὴ βασιλέα καθίστασθαι νόμος, κάθηται δὲ ἐς τὸν βασίλειον θρόνον, ὅθεν ἀεὶ βασιλεὺς εἰώθει τόν τε ἱππικὸν καὶ γυμνικὸν θεᾶσθαι 1.24.43 ἀγῶνα. ἐκ δὲ παλατίου Μοῦνδος μὲν διὰ πύλης ἐξῄει, ἔνθα δὴ ὁ κοχλίας ἀπὸ τῆς καθόδου κυκλοτεροῦς 1.24.44 οὔσης ὠνόμασται. Βελισάριος δὲ τὰ μὲν πρῶτα εὐθὺ αὐτοῦ τε Ὑπατίου καὶ θρόνου τοῦ βασιλείου ἀνέβαινεν, ὡς δὲ ἐς τὸ πλησίον οἴκημα ἦλθεν, οὗ δὴ στρατιωτῶν φρουρὰ ἐκ παλαιοῦ ἐστιν, ἐβόα τοῖς στρατιώταις ἐγκελευόμενος ἀνοιγνύναι οἱ τὴν θύραν ὡς τάχιστα, ὅπως 1.24.45 ἐπὶ τὸν τύραννον ἴοι. δεδογμένον δὲ τοῖς στρατιώταις μηδετέρῳ ἀμύνειν, ἕως αὐτῶν ἅτερος λαμπρῶς νικῴη, 1.24.46 ὡς ἥκιστα ἐπαΐειν δοκοῦντες διεκρούσαντο. ἀναστρέψας οὖν Βελισάριος ὡς βασιλέα διεφθάρθαι ἰσχυρίζετο 1.24.47 σφίσι τὰ πράγματα. νεωτερίζειν γὰρ ἐς αὐτὸν τοὺς στρατιώτας, οἳ τὴν παλατίου φρουρὰν ἔχουσιν. ἐκέλευεν οὖν αὐτὸν βασιλεὺς ἐπὶ τὴν καλουμένην Χαλκῆν 1.24.48 καὶ τὰ ἐνταῦθα προπύλαια ἰέναι. ὁ δὲ δὴ μόλις καὶ οὔτε κινδύνων οὔτε πόνων μεγάλων χωρὶς δι' ἐρειπίων τε καὶ χωρίων ἡμιφλέκτων διεξιὼν ἐς τὸ ἱππικὸν 1.24.49 ἀναβαίνει. καὶ ἐπειδὴ παρὰ τὴν Βενέτειον ἐγεγόνει στοὰν, ἣ τοῦ βασιλέως θρόνου ἐν δεξιᾷ ἐστιν, ἐβούλευσε μὲν ἐπὶ πρῶτον αὐτὸν Ὑπάτιον ἰέναι, βραχείας δὲ οὔσης ἐνταῦθα πυλίδος, ἣ ἀπεκέκλειστό τε καὶ ὑπὸ τῶν ἐντὸς Ὑπατίου