260
ἔπεμψεν. ὁ δὲ λαθὼν μὲν τοὺς πολεμίους ἐς τοῦ Πάδου τὴν ὄχθην ἦλθεν. ὁλκάδος δὲ οὐδεμιᾶς ἐν τῷ παραυτίκα ἐπιτυχὼν ἀπεδύσατό τε καὶ νηχόμενος ξὺν μεγάλῳ κινδύνῳ τὴν διάβασιν ἐποιήσατο. 6.21.5 κομισθεὶς οὖν ἐς τὸ Ῥωμαίων στρατόπεδον καὶ παρὰ τοὺς ἡγουμένους ἥκων ἔλεξε τοιάδε «Μαρτῖνέ τε καὶ «Οὐλίαρι, οὐ δίκαια ποιεῖτε οὐδὲ δόξης τῆς ὑμῶν «αὐτῶν ἄξια, λόγῳ μὲν ἐπὶ σωτηρίᾳ τῶν βασιλέως «πραγμάτων ἥκοντες, ἔργῳ δὲ τὴν Γότθων δύναμιν 6.21.6 «αὔξοντες. Μεδιόλανος γὰρ ἥδε, πόλεων τῶν ἐν «Ἰταλίᾳ πασῶν μάλιστα μεγέθει τε καὶ πολυανθρωπίᾳ «καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ παρὰ πολὺ προὔχουσα, χωρὶς «δὲ τούτων πρός τε Γερμανοὺς καὶ τοὺς ἄλλους βαρ»βάρους ἐπιτείχισμά τε οὖσα καὶ πάσης, ὡς εἰπεῖν, «προβεβλημένη τῆς Ῥωμαίων ἀρχῆς, ἐς κίνδυνόν τινα «ἐμπέπτωκε μέγαν, ξύν τε Μουνδίλᾳ καὶ τῷ βασιλέως «στρατῷ, παρὰ μὲν τῶν πολεμίων ἐνοχλουμένη, παρὰ 6.21.7 «δὲ ὑμῶν ἀμελουμένη. ἡλίκα μὲν οὖν ἠδίκηται βα»σιλεὺς παρ' ὑμῶν ἐν τῷ παρόντι, λέγειν ἀφίημι. οὐ «γάρ μοι πλείοσι λόγοις ὁ καιρὸς ἐνδίδωσι χρῆσθαι, «ὀξεῖάν τινα τῇ πόλει τὴν ἐπικουρίαν ἐπιζητῶν, ἕως 6.21.8 «ἔτι λείπεταί τις ἐλπίς. ὑμᾶς δέ φημι χρῆναι αὐτίκα «δὴ μάλα κινδυνεύουσι Μεδιολανίταις ἀμύνειν. ἢν «γάρ τινι μελλήσει ἔν γε τῷ παρόντι ἐς ἡμᾶς χρῆσθε, «ἡμῖν μὲν τὰ πάντων πικρότατα πεπονθόσιν ἀπολω»λέναι ξυμβήσεται, ὑμῖν δὲ τὸ τοῖς πολεμίοις τὴν βα6.21.9 «σιλέως προέσθαι δύναμιν. προδόται γὰρ, οἶμαι, κα»λεῖσθαί εἰσι δίκαιοι οὐχ οἳ ἂν τὰς πύλας τοῖς ἐναντίοις «ἀνακλίνοιεν μόνον, ἀλλ' οὐδέν τι ἧσσον, εἰ μὴ καὶ «μᾶλλον, οἳ ἂν πολιορκουμένοις παρὸν τοῖς φιλτάτοις «ἀμύνειν, οἱ δὲ τὴν ἀκίνδυνον ὄκνησιν πρὸ τῆς ἀγω»νίας ἑλόμενοι, τὴν ἐκείνων, ὡς τὸ εἰκὸς, ἐπικράτησιν 6.21.10 «τοῖς πολεμίοις δεδώκασι.» Παῦλος μὲν τοσαῦτα εἶπε, Μαρτῖνος δὲ καὶ Οὐλίαρις ἕψεσθαί οἱ αὐτίκα δὴ μάλα 6.21.11 ἐπαγγειλάμενοι τὸν ἄνθρωπον ἀπεπέμψαντο. ὃς δὴ καὶ αὖθις τοὺς βαρβάρους λαθὼν ἐς Μεδιόλανον νύκτωρ εἰσῆλθε, τούς τε στρατιώτας καὶ Ῥωμαίους ἅπαντας ἐλπίσιν ἐπάρας ἔτι μᾶλλον ἐς τὴν βασιλέως 6.21.12 πίστιν ἐπέρρωσεν. οὐδέν τι δὲ ἧσσον οἱ ἀμφὶ Μαρτῖνον ὄκνῳ ἐχόμενοι αὐτοῦ ἔμενον, χρόνος τε πολὺς ταύτῃ 6.21.13 δὴ τῇ μελλήσει ἐτρίβετο. μετὰ δὲ Μαρτῖνος ἀπολύεσθαι τὴν αἰτίαν ἐθέλων Βελισαρίῳ ἔγραψε τάδε «Ἔπεμψας ἡμᾶς ὧδε τοῖς ἐν Μεδιολάνῳ κινδυνεύου»σιν ἐπαμυνοῦντας, καὶ ἡμεῖς πολλῇ σπουδῇ, ὥσπερ «σὺ ἐκέλευες, ἄχρι ἐς Πάδον ποταμὸν ἥκομεν, ὃν δια»βαίνειν ὁ στρατὸς δέδοικεν, ἐπεὶ δύναμίν τε Γότθων «μεγάλην καὶ Βουργουζιώνων πάμπολύ τι ξὺν αὐτοῖς «πλῆθος ἐν Λιγούροις εἶναι ἀκούομεν, πρὸς οὕς γε «ἡμεῖς διαμάχεσθαι μόνοι οὐχ οἷοί τε οἰόμεθα εἶναι. 6.21.14 «ἀλλὰ κέλευε Ἰωάννην τε καὶ Ἰουστῖνον ὡς τάχιστα 6.21.14 «(ἐν γειτόνων γὰρ ἡμῖν ἐν Αἰμιλίων τῇ χώρᾳ εἰσὶν) «ὁμοῦ τοῖς ἑπομένοις κινδύνου ἡμῖν τοῦδε ξυνάρασθαι. 6.21.15 «κοινῇ γὰρ ἐνθένδε ἰόντες αὐτοί τε σῶοι εἶναι καὶ 6.21.16 «δρᾶν τι κακὸν δυνησόμεθα τοὺς πολεμίους.» Μαρτίνου μὲν ἡ ἐπιστολὴ τοσαῦτα ἐδήλου. Βελισάριος δὲ, ἐπεὶ αὐτὴν ἀνελέξατο, Ἰωάννην τε καὶ Ἰουστῖνον ἐκέλευε ξὺν τοῖς ἀμφὶ Μαρτῖνον ἐς Μεδιόλανον κατὰ τάχος ἰέναι. οἱ δὲ πράξειν οὐδὲν ἔφασκον, ὅ τι μὴ 6.21.17 Ναρσῆς ἐπιστέλλοι σφίσι. διὸ δὴ καὶ Ναρσῇ Βελισάριος ἔγραψε τάδε «Ἓν σῶμα εἶναι πᾶσαν τὴν βασι»λέως στρατιὰν νόμιζε, ἣν δὴ ἢν μὴ γνώμην ἐνδείκνυ»σθαι μίαν ὥσπερ ἀνθρώπου τὰ μέλη ξυμβαίνει, ἀλλά «τι ἀλλήλων χωρὶς ἐνεργεῖν βούλεσθαι, λελείψεται «ἡμῖν τῶν δεόντων οὐδὲν διαπεπραγμένοις ἀπολω6.21.18 «λέναι. οὐκοῦν Αἰμιλίαν μὲν ἔα, οὔτε τι ὀχύρωμα «ἔχουσαν οὔτε τινὰ Ῥωμαίοις ἔν γε τῷ παρόντι καιρῷ 6.21.19 «ῥοπὴν φέρουσαν. σὺ δὲ Ἰωάννην τε καὶ Ἰουστῖνον «κέλευε αὐτίκα δὴ μάλα εὐθὺ τῶν ἐν Μεδιολάνῳ πο»λεμίων ξὺν τοῖς ἀμφὶ Μαρτῖνον ἰέναι, ἐγγύς τε ὄντας «καὶ πρὸς τῶν βαρβάρων τὴν ἐπικράτησιν ἱκανῶς 6.21.20 «ἔχοντας. ἐμοὶ γὰρ ἐνταῦθα στρατιᾶς πλῆθος, ὅπερ «ἂν καὶ στέλλοιμι, οὐκ εἶναι ξυμβαίνει, ἄλλως τε καὶ «στρατιώτας ἐς Μεδιόλανον ἐνθένδε ἰέναι ἀξύμφορον 6.21.21 «οἴομαι εἶναι. χρόνου τε γὰρ τετρίψεται πλῆθος,