227
«ἀνδράσιν ἐχθίστοις τὰ πάντων αἴσχιστα ὑπηρετούσας, «ἐμαυτὸν δὲ ἀγόμενον καὶ τὴν τῆς Θευδερίχου θυγα»τρὸς παῖδα ὅπη ποτὲ τοὺς νῦν πολεμίους ἀρέσκει· «ταῦτα βουλοίμην ἂν καὶ ὑμᾶς ὅπως μὴ προσπέσωσι 5.29.9 «δείσαντας ἐς μάχην τήνδε καθίστασθαι. οὕτω γὰρ «ἂν ἐν τῷ τῆς ξυμβολῆς χωρίῳ τὴν τοῦ βίου κατα»στροφὴν περὶ πλείονος τῆς μετὰ τὴν ἧτταν σωτηρίας «ποιήσαισθε. ἑνὶ γὰρ μόνῳ κακοτυχεῖν ἄνδρες γενναῖοι 5.29.10 «τῷ τῶν πολεμίων ἐλασσοῦσθαι νομίζουσι. θάνατος «δὲ, ἄλλως τε καὶ ταχὺς ἥκων, εὐδαίμονας ἀεὶ τοὺς 5.29.11 «πρόσθεν οὐκ εὐτυχοῦντας ἐργάζεται. εὔδηλόν τε ὡς, «ἢν μετὰ τούτων ὑμεῖς τῶν λογισμῶν τήνδε τὴν ξυμ»βολὴν διενέγκητε, ῥᾷστα μὲν τοὺς ἐναντίους νικήσετε, «ὀλίγους τε ὄντας καὶ Γραικοὺς, κολάσετε δὲ αὐτοὺς «αὐτίκα δὴ μάλα τῆς τε ἀδικίας καὶ ὕβρεως ἧς ἐς 5.29.12 «ἡμᾶς ἦρξαν. ἡμεῖς μὲν γὰρ αὐτῶν ἀρετῇ τε καὶ «πλήθει καὶ τοῖς ἄλλοις ἅπασιν ὑπεραίρειν αὐχοῦμεν, «οἱ δὲ θρασύνονται καθ' ἡμῶν τοῖς ἡμετέροις κακοῖς «ἐπαρθέντες, καὶ μόνον ἐφόδιον ἔχοντες τὴν ἡμετέραν «ὀλιγωρίαν. βόσκει γὰρ αὐτῶν τὴν παρρησίαν τὸ 5.29.13 «παρὰ τὴν ἀξίαν εὐτύχημα.» τοσαῦτα καὶ Οὐίττιγις παρακελευσάμενος διεκόσμει τὸ στράτευμα ἐς παράταξιν, πεζοὺς μὲν ἐς μέσον καταστησάμενος, τοὺς ἱππέας δὲ 5.29.14 ἐς ἄμφω τὰ κέρατα. οὐκ ἄποθεν μέντοι τῶν χαρακωμάτων τὴν φάλαγγα διέτασσεν, ἀλλ' αὐτοῦ ἄγχιστα, ὅπως, ἐπειδὰν τάχιστα ἡ τροπὴ γένηται, εὐπετῶς οἱ πολέμιοι καταλαμβανόμενοι διαφθείρωνται, ἐν χώρῳ 5.29.15 πολλῷ τῆς διώξεως αὐτοῖς γινομένης. ἤλπιζε γὰρ, ἢν ἐν τῷ πεδίῳ ἡ μάχη συσταδὸν γένηται, αὐτοὺς οὐδὲ βραχύν τινα χρόνον ἀνθέξειν, τεκμαιρόμενος πολλῷ γε ὄντι τῷ παραλόγῳ, ὅτι οὐκ ἀντίπαλον τῷ σφετέρῳ τὸ τῶν πολεμίων στράτευμα εἴη. 5.29.16 Οἱ μὲν οὖν στρατιῶται πρωῒ ἀρξάμενοι ἔργου ἑκατέρωθεν εἴχοντο. Οὐίττιγις δὲ καὶ Βελισάριος ὄπισθεν 5.29.17 ἐγκελευόμενοι ἀμφοτέρους ἐς εὐψυχίαν ὥρμων. καὶ τὰ μὲν πρῶτα καθυπέρτερα ἦν τὰ Ῥωμαίων, οἵ τε βάρβαροι πρὸς τῶν τοξευμάτων συχνοὶ ἔπιπτον, δίωξις 5.29.18 μέντοι αὐτῶν οὐδεμία ἐγίνετο. ἅτε γὰρ ἐν πλήθει μεγάλῳ οἱ Γότθοι καθεστῶτες ῥᾷστα δὴ ἐς τῶν διαφθειρομένων τὴν χώραν ἕτεροι ἵσταντο, αἴσθησίν τε οὐδεμίαν τῶν ἐν σφίσιν ἀπολλυμένων παρείχοντο. καὶ τοῖς Ῥωμαίοις ἱκανὸν ἐφαίνετο λίαν ὀλίγοις οὖσιν 5.29.19 ἐς τόδε αὐτοῖς τὴν ἀγωνίαν ἀποκεκρίσθαι. τήν τε μάχην ἄχρι ἐς τὰ τῶν ἐναντίων στρατόπεδα διενεγκοῦσιν ἐς μέσην ἡμέραν, καὶ πολλοὺς ἤδη διαφθείρασι τῶν πολεμίων βουλομένοις ἦν ἐς τὴν πόλιν ἐπανιέναι, 5.29.20 ἤν τις αὐτοῖς γένηται σκῆψις. ἐν τούτῳ τῷ πόνῳ ἄνδρες Ῥωμαίων ἀγαθοὶ πάντων μάλιστα ἐγένοντο τρεῖς, Ἀθηνόδωρός τε, ἀνὴρ Ἴσαυρος, ἐν τοῖς Βελισαρίου δορυφόροις εὐδόκιμος, καὶ Θεοδωρίσκος τε καὶ Γεώργιος, Μαρτίνου δορυφόροι, Καππαδόκαι γένος. 5.29.21 ἀεὶ γὰρ τοῦ τῆς φάλαγγος ἐξιόντες μετώπου δόρασι διειργάζοντο τῶν βαρβάρων πολλούς. ταῦτα μὲν ἐφέρετο 5.29.22 τῇδε. ἐν δὲ Νέρωνος πεδίῳ χρόνον μὲν συχνὸν ἀντεκάθηντο ἑκάτεροι ἀλλήλοις, καὶ οἱ Μαυρούσιοι ἐπεκδρομάς τε ἀεὶ ποιούμενοι καὶ τὰ δοράτια ἐσακοντίζοντες τοὺς 5.29.23 Γότθους ἐλύπουν. ἐπεξιέναι γὰρ αὐτοῖς ἥκιστα ἤθελον, δεδιότες τοὺς ἐκ τοῦ Ῥωμαίων δήμου οὐκ ἄποθεν ὄντας, οὓς δὴ στρατιώτας τε ᾤοντο εἶναι καί τινα ἐνέδραν ἐς σφᾶς ποιουμένους ἡσυχῆ μένειν, ὅπως κατὰ νώτου ἰόντες ἀμφιβόλους τε ποιησάμενοι διαφθεί5.29.24 ρωσιν. ἤδη δὲ τῆς ἡμέρας μεσούσης ὁρμᾷ μὲν τὸ Ῥωμαίων στράτευμα ἐκ τοῦ αἰφνιδίου ἐπὶ τοὺς πολεμίους, τρέπονται δὲ παρὰ δόξαν οἱ Γότθοι τῷ ἀπροσ5.29.25 δοκήτῳ καταπλαγέντες. καὶ οὐδὲ ἐς τὸ χαράκωμα φυγεῖν ἴσχυσαν, ἀλλ' ἐς τοὺς ἐκείνῃ λόφους ἀναβάντες ἡσύχαζον. οἱ δὲ Ῥωμαῖοι πολλοὶ μὲν ἦσαν, οὐ στρατιῶται δὲ πάντες, ἀλλ' οἱ πλεῖστοι γυμνὸς ὅμιλος. 5.29.26 ἅτε γὰρ τοῦ στρατηγοῦ ἑτέρωθι ὄντος πολλοὶ ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ναῦται καὶ οἰκέται τοῦ πολέμου μεταλαχεῖν ἐφιέμενοι ἀνεμίγνυντο τῷ ταύτῃ στρατῷ. 5.29.27 καὶ πλήθει μὲν τοὺς βαρβάρους ἐκπλήξαντες, ὥσπερ ἐρρήθη, ἐς φυγὴν ἔτρεψαν, ἀκοσμίᾳ δὲ τὰ Ῥωμαίων