24
στρατοπέδῳ ἐκ 1.15.8 τοῦ αἰφνιδίου ἐπέστησαν. οἵ τε βάρβαροι τῷ ἀπροσδοκήτῳ καταπλαγέντες οὐκέτι ἐς ἀλκὴν ἔβλεπον, ἀλλ' ἔφευγον ὡς ἕκαστός πη ἐδύνατο. ἐνταῦθα Ῥωμαῖοι κτείναντές τε συχνοὺς καὶ τὸ στρατόπεδον ληισάμενοι αὐτίκα δὴ ὀπίσω ἀπήλαυνον. 1.15.9 Μερμερόης τε ξύμπασαν ἀγείρας τὴν στρατιὰν οὐ πολλῷ ὕστερον ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλε, καὶ καταλαμβάνουσι τοὺς πολεμίους ἀμφὶ Σάταλαν πόλιν. οὗ δὴ ἐνστρατοπεδευσάμενοι ἐν χωρίῳ Ὀκτάβῃ ἡσύχαζον, ὅπερ τῆς πόλεως ἕξ τε καὶ πεντήκοντα σταδίους 1.15.10 ἀπέχει. Σίττας μὲν οὖν χιλίους ἐπαγαγόμενος ὄπισθεν τῶν τινος λόφων ἐκρύπτετο, οἷοι πολλοὶ Σάταλαν τὴν 1.15.11 πόλιν ἐν πεδίῳ κειμένην κυκλοῦσι. ∆ωρόθεον δὲ ξὺν τῷ ἄλλῳ στρατῷ ἐντὸς τοῦ περιβόλου ἐκέλευε μένειν, ἐπεὶ ἐν τῷ ὁμαλῷ τοὺς πολεμίους ὑφίστασθαι οἷοί τε εἶναι οὐδαμῆ ᾤοντο, οὐχ ἧσσον ἢ τρισμυρίους ὄντας, 1.15.12 αὐτοὶ μόλις ἐς τὸ ἥμισυ ἐξικνούμενοι. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ οἱ βάρβαροι ἄγχιστα τοῦ περιβόλου γενόμενοι κύκλωσιν αὐτοῦ ποιεῖσθαί τινα ἐν σπουδῇ εἶχον. ἄφνω δὲ κατιδόντες τοὺς ἀμφὶ Σίτταν ἐξ ὑψηλοῦ ἤδη ἐπ' αὐτοὺς καταβαίνοντας, καὶ αὐτῶν ξυμμετρεῖσθαι τὸ πλῆθος ἥκιστα ἔχοντες, ἅτε κονιορτοῦ ὥρᾳ θέρους πολλοῦ ἐγκειμένου, πολλῷ τε πλείους ᾤοντο εἶναι καὶ τῆς κυκλώσεως κατὰ τάχος ἀφέμενοι ἐς ὀλίγον τινὰ 1.15.13 χῶρον αὑτοὺς ξυναγαγεῖν ἠπείγοντο. φθάσαντες δὲ Ῥωμαῖοι καὶ διελόντες σφᾶς αὐτοὺς ἐς ξυμμορίας δύο ἀναχωροῦσιν ἐκ τοῦ περιβόλου ἐπέθεντο, ὅπερ ἐπειδὴ ἅπας εἶδεν ὁ Ῥωμαίων στρατὸς, ἐθάρσησάν τε καὶ δρόμῳ πολλῷ ἐκ τοῦ περιβόλου ξυρρέοντες ἐπὶ τοὺς 1.15.14 ἐναντίους ἐχώρησαν. μέσους δὲ αὐτοὺς καταστησάμενοι εἰς φυγὴν ἔτρεψαν. πλήθει μέντοι, ὥσπερ ἐρρήθη, τῶν πολεμίων οἱ βάρβαροι ὑπεραίροντες ἔτι ἀντεῖχον, ἥ τε μάχη καρτερὰ ἐγεγόνει καὶ ἐκ χειρὸς 1.15.15 ἦν· ἀγχιστρόφους δὲ τὰς διώξεις ἐποιοῦντο ἐς ἀλλήλους ἑκάτεροι, ἐπεὶ ἱππεῖς ἅπαντες ἦσαν. ἐνταῦθα Φλωρέντιος Θρᾷξ, καταλόγου ἱππικοῦ ἄρχων, εἰς μέσους ὁρμήσας τοὺς πολεμίους καὶ αὐτῶν τὸ στρατηγικὸν σημεῖον ἁρπάσας, ἐπικλίνας τε αὐτὸ ὡς μάλιστα, 1.15.16 ὀπίσω ἀπήλαυνε. καὶ αὐτὸς μὲν καταληφθείς τε καὶ κρεουργηθεὶς αὐτοῦ ἔπεσε, τῆς δὲ νίκης Ῥωμαίοις αἰτιώτατος γέγονεν. ἐπεὶ γὰρ τὸ σημεῖον οἱ βάρβαροι οὐκέτι ἑώρων, ἐς ἀκοσμίαν τε πολλὴν καὶ ὀρρωδίαν ἐμπεπτωκότες ὑπεχώρησάν τε καὶ γενόμενοι ἐν τῷ στρατοπέδῳ ἡσύχαζον, πολλοὺς ἐν τῇ μάχῃ ἀποβαλόν1.15.17 τες. τῇ τε ὑστεραίᾳ ἐπ' οἴκου ἅπαντες ἀνεχώρησαν οὐδενὸς σφίσιν ἐπισπομένου, ἐπεὶ μέγα τε καὶ λόγου πολλοῦ ἄξιον ἐφαίνετο εἶναι τῷ Ῥωμαίων στρατῷ βαρβάρους τοσούτους τὸ πλῆθος ἔν τε τῇ σφετέρᾳ χώρᾳ ἐκεῖνα πεπονθέναι ἅπερ μοι ὀλίγῳ ἔμπροσθεν εἴρηται, καὶ ἐς τὴν πολεμίαν ἐμβεβληκότας ἀπράκτους τε καὶ οὕτω πρὸς τῶν ἐλασσόνων ἡσσημένους ἀπαλλαγῆναι. 1.15.18 Τότε καὶ Περσῶν χωρία ἐν Περσαρμενίοις Ῥωμαῖοι ἔσχον φρούριόν τε τὸ Βῶλον καὶ τὸ Φαράγγιον καλούμενον, ὅθεν δὴ τὸν χρυσὸν Πέρσαι ὀρύσσοντες 1.15.19 βασιλεῖ φέρουσιν. ἐτύγχανον δὲ καὶ ὀλίγῳ πρότερον καταστρεψάμενοι τὸ Τζανικὸν ἔθνος, οἳ ἐν γῇ τῇ Ῥωμαίων αὐτόνομοι ἐκ παλαιοῦ ἵδρυντο· ἅπερ αὐτίκα 1.15.20 ὅντινα ἐπράχθη τρόπον λελέξεται. ἐκ τῶν Ἀρμενίας χωρίων ἐς Περσαρμενίαν ἰόντι ἐν δεξιᾷ μὲν ὁ Ταῦρός ἐστιν, ἔς τε Ἰβηρίαν καὶ τὰ ἐκείνῃ ἔθνη διήκων, ὥσπερ μοι ὀλίγῳ ἔμπροσθεν εἴρηται, ἐν ἀριστερᾷ δὲ κατάντης μὲν ἐπὶ πλεῖστον ἀεὶ προϊοῦσα ἡ ὁδὸς γίνεται, καὶ ὄρη ἀποκρέμαται λίαν ἀπότομα νεφέλαις τε 1.15.21 καὶ χιόσι κεκαλυμμένα τὸν πάντα αἰῶνα, ἔνθεν ἐξιὼν ποταμὸς Φᾶσις φέρεται ἐς γῆν τὴν Κολχίδα. ταύτῃ τὸ ἐξ ἀρχῆς βάρβαροι, τὸ Τζανικὸν ἔθνος, οὐδενὸς κατήκοοι ᾤκηντο, Σάνοι ἐν τοῖς ἄνω χρόνοις καλούμενοι, λῃστείαις μὲν χρώμενοι ἐς τοὺς περιοίκους Ῥωμαίους, δίαιταν δὲ σκληρὰν ὑπερφυῶς ἔχοντες καὶ τοῖς φωρίοις ἀεὶ ἀποζῶν1.15.22 τες. οὐ γάρ τι ἐς βρῶσιν αὐτοῖς ἀγαθὸν ἡ γῆ ἔφερε· διὸ δὴ αὐτοῖς χρυσίον τακτὸν ἀνὰ πᾶν ἔτος ὁ Ῥωμαίων βασιλεὺς ἔπεμπεν, ἐφ' ᾧ δὴ μήποτε ληίσονται τὰ 1.15.23 ἐκείνῃ χωρία. οἱ δὲ καὶ ὅρκους τοὺς σφίσι πατρίους ὑπὲρ τούτων ὀμνύντες καὶ τὰ ὀμωμοσμένα ἐν