314
Περυ7.25.3 σίαν τε καὶ τοὺς ἐνταῦθα Ῥωμαίους οἰόμενοι. Τουτίλας δὲ οὐ λίαν ἐς τὰ ἐπαγγελλόμενα προθυμουμένους τοὺς βαρβάρους ὁρῶν παραίνεσίν τινα ποιεῖσθαι 7.25.4 ἐς αὐτοὺς ἤθελε. διὸ δὴ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε «Ὁρῶν ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ἐμὲ μὲν οὐκ «ὀρθῶς δι' ὀργῆς ἔχοντας, ἀγανακτοῦντας δὲ πρὸς τὸ «τῆς τύχης ξυμπεπτωκὸς ἐναντίωμα, ξυναγαγεῖν τανῦν «ἔγνωκα, ὅπως ὑμῶν δόξαν ὡς ἥκιστα ὀρθὴν ἀφελὼν «ἀντικαθιστάναι τὴν γνώμην ἐπὶ τὰ βελτίω δυνήσωμαι, «καὶ μήτε ἀχαριστεῖν οὐδὲν ὑμῖν προσῆκον ἐς ἐμὲ «δόξητε μήτε ἀγνωμοσύνῃ εἰς τὸ θεῖον ὑπὸ ἀβελτερίας 7.25.5 «χρῆσθαι. τὰ γὰρ ἀνθρώπεια καὶ σφάλλεσθαί ποτε «πέφυκεν, ὅστις τε ἄνθρωπος ὢν εἶτα δυσχερῶς ἔχων «ἐς τὰ προσπίπτοντα φαίνεται, αὐτὸς μὲν ἀμαθίας, ὡς «τὸ εἰκὸς, ἀποίσεται δόξαν, οὐδὲν δὲ ὑπεκστήσεται 7.25.6 «τὴν ἀπὸ τῆς τύχης ἀνάγκην. βούλομαι δὲ τῶν πρό»τερον πεπραγμένων ὑμᾶς ὑπομνῆσαι, οὐχ ὅσον ἕνεκα «τοῦ τὰς αἰτίας τῶν ξυμβεβηκότων ἐκλύσασθαι, ἀλλὰ «καὶ τοῦ δικαιότερον ἂν ταύτας ὑμῖν προσήκειν ἐν7.25.7 «δείκνυσθαι. Οὐίττιγις γὰρ τὸ ἐξ ἀρχῆς καθιστάμενος «ἐς πόλεμον τόνδε Φανοῦ μὲν καὶ Πισαύρου τῶν «ἐπιθαλασσίων πόλεων τὰ τείχη καθεῖλε, Ῥώμην δὲ «καὶ τὰς ἄλλας Ἰταλίας πόλεις ἁπάσας ἀφῆκεν οὐδ' 7.25.8 «ὁτιοῦν λυμηνάμενος. ἐκ μὲν οὖν Φανοῦ καὶ Πισαύ»ρου φλαῦρον οὐδὲν Γότθοις ξυμβέβηκεν, ἐκ δὲ τοῦ «Ῥώμης περιβόλου καὶ τῶν ἄλλων ὀχυρωμάτων ταύτῃ, «ᾗπερ ὑμεῖς ἴστε, Γότθοις καὶ Οὐιττίγιδι ἐκεχωρήκει 7.25.9 «τὰ πράγματα. ἐγὼ τοίνυν ἐπειδὴ διδόντων ὑμῶν «τὴν ἀρχὴν ἔλαβον, ἐλογισάμην τῶν ἔργων τοῖς ἀμεί»νοσι δόξασιν εἶναι μᾶλλον ἕπεσθαι ἢ ἐκ τῶν λυμη7.25.10 «ναμένων τοῖς πράγμασι διδόναι βλάβος. φύσει μὲν «γὰρ ἄνθρωποι οὐδέν τι μέγα διαφέρειν ἀλλήλων δο»κοῦσιν, ἡ δὲ πεῖρά τισι γινομένη διδάσκαλος κρείσσω «τὸν ἐκμαθόντα τῶν οὐ τετυχηκότων τῆς διδασκαλίας 7.25.11 «τῷ παντὶ τίθησιν. ἐπειδὴ τοίνυν Βενεβεντὸν εἵλο»μεν τὰ τείχη καθελόντες, τῶν ἄλλων εὐθὺς ἐκρατοῦ»μεν, ὧνπερ ὁμοίως τοὺς περιβόλους καθελεῖν ἔγνωμεν, «ὅπως μὴ ἐξ ἐχυροῦ τινος ὁρμώμενος ὁ τῶν πολεμίων «στρατὸς σοφίζεσθαι τὸν πόλεμον δυνατὸς εἴη, ἀλλ' «ἐκ τοῦ εὐθέος ἀναγκάζηται ἡμῖν ἐς πεδίον κατιὼν ἐς 7.25.12 «χεῖρας ἰέναι. καὶ οἱ μὲν ἔφευγον, ἐγὼ δὲ καθαιρεῖν 7.25.13 «τῶν πόλεων τὰς ἁλισκομένας ἐκέλευον. ὑμεῖς δὲ «τὴν εὐβουλίαν θαυμάζοντες ὑπουργεῖτε τῇ γνώμῃ «ταύτῃ, τὸ ἔργον, ὡς τὸ εἰκὸς, οἰκειούμενοι. ὁ γὰρ «ἐπαινέσας τὸν δράσαντα οὐδέν τι ἧσσον τῶν πε7.25.14 «πραγμένων αὐτουργὸς γίνεται. νῦν δὲ μεταβέβλησθε, «ὦ φίλτατοι Γότθοι, ἐπειδὴ ξυνέβη Βελισάριον κρεῖσσον «λόγου θράσος ἑλόμενον τῶν ἐγκεχειρημένων αὐτῷ «παρὰ δόξαν κρατεῖν, καὶ ἀπ' αὐτοῦ καταπεπλῆχθαι 7.25.15 «τὸν ἄνθρωπον ἅτε ἀνδρεῖον ὑμῖν ξυμβαίνει. ῥᾷον «γὰρ οἱ θρασεῖς εὔτολμοι κέκληνται ἢ οἱ προμηθεῖς «ἀσφαλεῖς. ὁ μὲν γὰρ παρὰ τὰ καθεστῶτα τολμήσας «ἐννοίᾳ τοῦ δοκοῦντος δραστηρίου τετίμηται, ὁ δὲ «προμηθεῖ γνώμῃ ἀποκνήσας τὸν κίνδυνον ἀποτυχών «τε τὴν αἰτίαν ἐπισπᾶται τῶν ξυμπιπτόντων καὶ πράξας «κατὰ νοῦν οὐδὲν αὐτὸς τοῖς γε ἀμαθέσιν ἐργάσασθαι 7.25.16 «δοκεῖ. χωρὶς δὲ τούτων οὐκ ἐκλογίζεσθε ὅτι ἐμοὶ «χαλεπαίνετε, δι' ὧν ὑμῖν ἀγανακτεῖν ξυμβαίνει τανῦν. «ἢ Βελισάριον εὐδοκιμηκέναι καθ' ὑμῶν οἴεσθε, οἵπερ «δορυάλωτοι ὄντες καὶ δραπέται γεγενημένοι ὑπ' ἐμοί «τε στρατηγοῦντι ὅπλα ἀντάραντες ὑπερβαλέσθαι πολ7.25.17 «λάκις αὐτὸν τῷ πολέμῳ δεδύνησθε; καίτοι εἰ μὲν «ἐμῇ ἀρετῇ ἐκεῖνα ὑμᾶς εἰργάσθαι ξυνέβη, ταύτην «ὑμᾶς αἰσχυνομένους χρὴ σιωπᾶν, ἐν τοῖς πταίσμασι «δὴ τῶν ἀνθρώπων ἐνθυμουμένους ὡς οὐδὲν πέφυκεν «ἐφ' ἑαυτοῦ μένειν· εἰ δέ τις ὑμῖν τύχη ἐκεῖνο τὸ «κράτος ἐβράβευσε, σέβειν μᾶλλον ἢ δυσκόλως πρὸς «αὐτὴν ἔχειν ὑμῖν ξυνοίσει, ὡς μὴ προσκεκρουκότες 7.25.18 «τὴν εὐγνωμοσύνην μεταμαθεῖν βιάζησθε. καίτοι πῶς «οὐκ ἂν ἀπὸ τοῦ σώφρονος τρόπου φανείη τοὺς πολλά «τε καὶ μεγάλα περιβεβλημένους εὐτυχήματα οὐ πολλῷ «ἔμπροσθεν ἐν βραχεῖ τε τανῦν πταίσαντας οὕτω δε»δουλῶσθαι τὸ φρόνημα; οὐ γὰρ ἄλλο οὐδὲν τὸ τοι»οῦτόν ἐστιν