142
πάσῃ συμφορᾷ πολλοῖς τε ἄλλοις καὶ 4.4.25 χρημάτων προσόδῳ τὸν Ἰωάννου τάφον ἐτίμησε. δεινὸν μέντοι Οὐλίαριν οὐδὲν ἔδρασεν, ἐπεὶ οἱ στρατιῶται Ἰωάννην σφίσιν ἐπισκῆψαι ὅρκοις ἔφασκον δεινοτάτοις μηδεμίαν ἐς αὐτὸν γενέσθαι τίσιν ἅτε οὐκ ἐκ προνοίας τὸ μίασμα ἐργασάμενον. 4.4.26 Ταύτῃ μὲν οὖν Γελίμερ διαφεύγει τὸ μὴ ὑπὸ τοῖς πολεμίοις ἐκείνῃ τῇ ἡμέρᾳ γενέσθαι. Βελισάριος δὲ αὐτὸν τὸ ἐντεῦθεν ἐδίωκεν, ἐς πόλιν τε Νουμιδῶν ἐχυρὰν, ἐπὶ θαλάσσῃ κειμένην, ἀφικόμενος, δέκα ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, ἣν δὴ Ἱππονερέγιον καλοῦσιν, ἔμαθε Γελίμερα ἐς Παπούαν τὸ ὄρος ἀναβάντα 4.4.27 οὐκέτι ἁλώσιμον Ῥωμαίοις εἶναι. τοῦτο δὲ τὸ ὄρος ἐστὶ μὲν ἐν τοῖς Νουμιδίας ἐσχάτοις ἀπότομόν τε ἐπὶ πλεῖστον καὶ δεινῶς ἄβατον (πέτραι γὰρ ὑψηλαὶ ἐς αὐτὸ πανταχόθεν ἀνέχουσι), κατῴκηνται δὲ ἐν αὐτῷ Μαυρούσιοι βάρβαροι, οἳ τῷ Γελίμερι φίλοι τε καὶ ἐπίκουροι ἦσαν, καὶ πόλις ἀρχαία Μηδεὸς ὄνομα παρὰ 4.4.28 τοῦ ὄρους τὰ ἔσχατα κεῖται. ἐνταῦθα Γελίμερ ξὺν τοῖς ἑπομένοις ἡσύχαζε. Βελισάριος δὲ (οὐδὲ γὰρ τοῦ ὄρους ἀποπειρᾶσθαι ἄλλως τε καὶ χειμῶνος ὥρᾳ οἷός τε ἦν, ἔτι τέ οἱ τῶν πραγμάτων ᾐωρημένων Καρχηδόνος ἀπολελεῖφθαι ἀξύμφορον ἐνόμιζεν εἶναι) στρατιώτας τε ἀπολεξάμενος καὶ ἄρχοντα Φάραν τῇ τοῦ 4.4.29 ὄρους προσεδρείᾳ κατέστησεν. ἦν δὲ ὁ Φάρας οὗτος δραστήριός τε καὶ λίαν κατεσπουδασμένος καὶ ἀρετῆς 4.4.30 εὖ ἥκων, καίπερ Ἔρουλος ὢν γένος. ἄνδρα δὲ Ἔρουλον μὴ ἐς ἀπιστίαν τε καὶ μέθην ἀνεῖσθαι, ἀλλ' ἀρετῆς μεταποιεῖσθαι, χαλεπόν τε καὶ ἐπαίνου πολλοῦ ἄξιον. 4.4.31 Φάρας δὲ οὐ μόνος τῆς εὐκοσμίας ἀντείχετο, ἀλλὰ καὶ Ἐρούλων ὅσοι αὐτῷ εἵποντο. τοῦτον δὴ τὸν Φάραν ἐς τὸν τοῦ ὄρους πρόποδα Βελισάριος καθῆσθαι τὴν τοῦ χειμῶνος ὥραν ἐκέλευε καὶ φυλακὴν ἀκριβῆ ἔχειν, ὡς μήτε τὸ ὄρος ἀπολιπεῖν Γελίμερι δυνατὰ εἴη μήτε τι τῶν ἀναγκαίων ἐς αὐτὸ ἐσκομίζε4.4.32 σθαι. καὶ Φάρας μὲν κατὰ ταῦτα ἐποίει. Βελισάριος δὲ Βανδίλους, ὅσοι ἐς Ἱππονερέγιον πρὸς τοῖς ἱεροῖς ἱκέται ἐκάθηντο, πολλοί τε καὶ ἄριστοι, ἀνέστησέ τε πιστὰ λαβόντας καὶ ἐς Καρχηδόνα ξὺν φυλακῇ ἔπεμψεν. ἐνταῦθα δὲ αὐτῷ καί τι τοιόνδε ξυμπεσεῖν ἔτυχεν. 4.4.33 Ἐν τῇ Γελίμερος οἰκίᾳ γραμματεὺς ἦν τις Βονιφάτιος Λίβυς, ἐκ Βυζακίου ὁρμώμενος, πιστὸς τῷ 4.4.34 Γελίμερι ἐς τὰ μάλιστα. τοῦτον δὴ τὸν Βονιφάτιον Γελίμερ κατ' ἀρχὰς τοῦδε τοῦ πολέμου ἐς ναῦν ἐμβιβάσας ἄριστα πλέουσαν, ἐν ταύτῃ τε ἅπαντα τὸν βασιλικὸν πλοῦτον ἐνθέμενος ἐκέλευεν ἐς τὸν τοῦ Ἱππονερεγίου λιμένα ὁρμίζεσθαι, καὶ ἢν τὰ πράγματα σφίσιν οὐκ εὖ καθιστάμενα ἴδοι, τὰ χρήματα ἔχοντα πλεῖν κατὰ τάχος ἐς Ἱσπανίαν, παρὰ Θεῦδιν τε ἀφικέσθαι τὸν τῶν Οὐισιγότθων ἡγούμενον, ἔνθα δὴ καὶ αὐτὸς διασώζεσθαι ἐκαραδόκει, πονηρᾶς γινομένης 4.4.35 Βανδίλοις τῆς τοῦ πολέμου τύχης. Βονιφάτιος δὲ, ἕως μὲν τὰ Βανδίλων ἐλπίδα εἶχεν, αὐτοῦ ἔμενεν· ἐπεὶ δὲ τάχιστα ἡ ἐν Τρικαμάρῳ μάχη καὶ τὰ ἄλλα ἅπερ ἐρρήθη ἐγεγόνει, ἄρας τὰ ἱστία ἔπλει καθάπερ 4.4.36 οἱ ἐπέστελλε Γελίμερ. ἀλλὰ πνεύματος αὐτὸν ἐναντίωμα εἰς τὸν τοῦ Ἱππονερεγίου λιμένα οὔτι ἑκούσιον αὖθις ἤνεγκεν. ὡς δὲ τοὺς πολεμίους ἀγχοῦ ἤδη που ἠκηκόει εἶναι, τοὺς ναύτας πολλὰ ὑποσχόμενος ἐλιπάρει ἐς ἄλλην τινὰ ἤπειρον ἢ νῆσον βιασαμένους 4.4.37 ἰέναι. οἱ δὲ (οὐ γὰρ ἐδύναντο χειμῶνος σφίσι χαλεποῦ λίαν ἐπιπεσόντος καὶ τὸ τῆς θαλάσσης ῥόθιον ἅτε ἐν Τυρρηνικῷ πελάγει ἐς ὕψος μέγα ἐγείροντος) τότε δὴ αὐτοί τε καὶ Βονιφάτιος ἐς ἔννοιαν ἦλθον ὡς ἄρα ὁ θεὸς τὰ χρήματα Ῥωμαίοις διδόναι ἐθέλων 4.4.38 τὴν ναῦν οὐκ ἐῴη ἀνάγεσθαι. μόλις μέντοι τοῦ λιμένος ἔξω γενόμενοι ξὺν κινδύνῳ μεγάλῳ τὴν ναῦν 4.4.39 ἀνεκώχευον. ὡς δὲ ἀφίκετο Βελισάριος εἰς τὸ Ἱππονερέγιον, πέμπει τινὰς παρ' αὐτὸν Βονιφάτιος. οὓς δὴ ἐν ἱερῷ καθῆσθαι ἐκέλευεν, ἐροῦντας μὲν ὡς πρὸς Βονιφατίου σταλεῖεν τοῦ τὰ Γελίμερος χρήματα ἔχοντος, ἀποκρυψομένους δὲ ὅπη ποτὲ εἴη, πρίν γε δὴ τὰ πιστὰ λάβοιεν ὡς τὰ Γελίμερος χρήματα διδοὺς αὐτὸς ἀπαλλάξει κακῶν ἀπαθὴς, ἔχων ὅσα αὐτοῦ οἰκεῖα εἴη. 4.4.40 καὶ οἱ μὲν ταῦτα ἔπρασσον, Βελισάριος δὲ ἥσθη τε 4.4.41 τῇ εὐαγγελίᾳ καὶ ὀμεῖσθαι οὐκ ἀπηξίου.