232
οἷα πολλὰ ἐνταῦθά ἐστιν, ἄνδρα τῆς Βελισαρίου οἰκίας ἄριστον διαφθεί6.2.26 ρωσιν. ἔπειτα δὲ τῶν τις ἰατρῶν, Θεόκτιστος ὄνομα, ὄπισθεν ἐς τὸν αὐχένα ἐρείσας ἐπυνθάνετο τοῦ ἀν6.2.27 θρώπου εἰ λίαν ἀλγοίη. τοῦ δὲ ἀλγεῖν φήσαντος, «οὐκοῦν αὐτός τε σωθήσῃ,» εἶπε, «καὶ τὴν ὄψιν οὐκ «ἂν βλαβήσῃ.» ταῦτα δὲ ἰσχυρίσατο τεκμηράμενος, ὅτι 6.2.28 τοῦ βέλους ἡ ἀκὶς τοῦ δέρματος οὐ πόρρω διήκει. τοῦ μὲν οὖν ἀτράκτου ὅσον ἔξω ἐφαίνετο ἐκτεμὼν ἔρριψε, διελὼν δὲ τῶν ἰνίων τὸ δέρμα, οὗ μάλιστα ὁ ἀνὴρ πολυώδυνος ἦν, ἐντεῦθεν πόνῳ οὐδενὶ τὴν ἀκίδα ἐφείλκυσε, τρισί τε προὔχουσαν ὀπίσω ὀξείαις καὶ μοῖραν 6.2.29 τοῦ βέλους τὴν λειπομένην ξὺν αὐτῇ φέρουσαν. οὕτω τε Ἄρζης κακῶν τε παντάπασιν ἀπαθὴς ἔμεινε καὶ οὐδὲ ἴχνος αὐτοῦ τῆς πληγῆς ἐς τὸ πρόσωπον ἀπελεί6.2.30 πετο. Κουτίλας δὲ βιαιότερον τοῦ δορατίου ἐκ τῆς κεφαλῆς ἀφαιρεθέντος (ἐπεπήγει γὰρ ἐπὶ πλεῖστον) ἐς 6.2.31 λειποθυμίαν ἐξέπεσεν. ἐπεὶ δέ οἱ φλεγμαίνειν αἱ 6.2.31 τῇδε μήνιγγες ἤρξαντο, φρενίτιδι νόσῳ ἁλοὺς οὐ πολλῷ 6.2.32 ὕστερον ἐτελεύτησε. Βώχαν μέντοι αὐτίκα αἵματός τε ῥύσις ἄφατος ἐκ τοῦ μηροῦ ἔσχε καὶ τεθνηξομένῳ οὐκ ἐς μακρὰν ἐῴκει. αἴτιον δὲ τούτου εἶναι ἰατροὶ ἔλεγον, ὅτι οὐκ ἐπ' εὐθείας, ἀλλ' ἐγκαρσίᾳ ἐντομῇ τὸν μυῶνα ἡ πληγὴ ἔκοψεν. ἡμέραις γοῦν ἀπέθανε τρισὶν 6.2.33 ὕστερον. διὰ ταῦτα μὲν οὖν Ῥωμαῖοι τὴν νύκτα ὅλην ἐκείνην ἐν πένθει μεγάλῳ ἐγένοντο. Γότθων δὲ θρῆνοί τε πολλοὶ καὶ κωκυτοὶ μεγάλοι ἐκ τῶν χαρακωμάτων 6.2.34 ἠκούοντο. καὶ ἐθαύμαζόν γε Ῥωμαῖοι, ἐπεὶ οὐδὲν ἐδόκει πάθος ξυμβῆναι τοῖς πολεμίοις λόγου ἄξιον τῇ προτεραίᾳ, πλήν γε δὴ ὅτι οὐκ ὀλίγοι αὐτῶν ἐν 6.2.35 ταῖς ξυμβολαῖς διεφθάρησαν. ὅπερ καὶ πρότερον αὐτοῖς οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ξυνενεχθὲν οὐ λίαν 6.2.36 γε αὐτοὺς διὰ τὴν πολυανθρωπίαν ἐτάραξεν. ἐγνώσθη μέντοι τῇ ὑστεραίᾳ ὡς ἄνδρας δοκίμους ἐς τὰ μάλιστα τοῦ ἐν Νέρωνος πεδίῳ στρατοπέδου Γότθοι ἐθρήνουν, 6.2.37 οὓς δὴ ὁ Βώχας ἐν τῇ πρώτῃ ὁρμῇ ἔκτεινεν. ἐγένοντο δὲ καὶ ἄλλαι οὐκ ἀξιόλογοι ξυμβολαὶ, ἅσπερ μοι ξυγγράψαι οὔτι ἀναγκαῖον ἔδοξεν εἶναι. πάσας μέντοι ἑπτὰ καὶ ἑξήκοντα ἐν τῇδε τῇ πολιορκίᾳ ξυνηνέχθη γενέσθαι, καὶ δύο δὴ ἄλλας ὑστάτας, αἵ μοι ἐν τοῖς 6.2.38 ὄπισθεν λόγοις εἰρήσονται. τότε δὲ ὅ τε χειμὼν ἔληγε καὶ τὸ δεύτερον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν. 6.3.1 Ἤδη δὲ τῆς θερινῆς τροπῆς ἀρξαμένης λιμός τε ὁμοῦ καὶ λοιμὸς τοῖς ἐν τῇ πόλει ἐπέπεσε. καὶ τοῖς στρατιώταις σῖτος μὲν ἔτι ἐλείπετο, ἄλλο δὲ τῶν ἐπιτηδείων οὐδὲν, Ῥωμαίους δὲ τοὺς ἄλλους ὅ τε σῖτος ἐπελελοίπει καὶ ὁ λιμὸς ἀκριβῶς ξὺν 6.3.2 τῷ λοιμῷ ἐπίεζεν. ὧν δὴ οἱ Γότθοι αἰσθόμενοι μάχῃ μὲν διακινδυνεύειν πρὸς τοὺς πολεμίους οὐκέτι ἤθελον, ἐφύλασσον δὲ ὅπως αὐτοῖς μηδὲν τοῦ λοιποῦ 6.3.3 ἐσκομίζοιτο. ἐστὸν δὲ ὕδατος ὀχετὼ δύο μεταξὺ Λατίνης τε καὶ Ἀππίας ὁδοῦ, ὑψηλὼ ἐς ἄγαν, κυρτώ6.3.4 μασί τε ἐπὶ πλεῖστον ἀνεχομένω. τούτω δὴ τὼ ὀχετὼ ἐν χώρῳ διέχοντι Ῥώμης σταδίοις πεντήκοντα ξυμβάλλετόν τε ἀλλήλοιν καὶ τὴν ἐναντίαν ὁδὸν 6.3.5 δι' ὀλίγου τρέπεσθον. ὁ γὰρ ἔμπροσθεν χώραν λαχὼν τὴν ἐν δεξιᾷ τηνικαῦτα χωρεῖ φερόμενος τὰ εὐώνυμα. 6.3.6 πάλιν δὲ ξυνιόντε καὶ χώραν τὴν προτέραν ἀπολαβόντε τὸ λοιπὸν διακέκρισθον, καὶ ἀπ' αὐτοῦ χῶρον τὸν μεταξὺ ὀχύρωμα ξυμβαίνει τῷ ἐκ τῶν ὀχετῶν 6.3.7 περιβάλλεσθαι. τούτων δὲ τὰ κάτω κυρτώματα οἱ βάρβαροι λίθοις τε καὶ πηλῷ φράξαντες φρουρίου σχῆμα πεποίηνται κἀνταῦθα οὐχ ἧσσον ἢ ἐς ἑπτακισχιλίους ἐνστρατοπεδευσάμενοι φυλακὴν εἶχον τοῦ μηκέτι τοὺς πολεμίους ἐς τὴν πόλιν τι τῶν ἐπιτηδείων ἐσκο6.3.8 μίζεσθαι. τότε δὴ Ῥωμαίους πᾶσα μὲν ἐλπὶς ἀγαθοῦ ἐπελελοίπει, πᾶσα δὲ ἰδέα κακοῦ περιεστήκει. τέως μὲν οὖν ὁ σῖτος ἤκμαζε, τῶν στρατιωτῶν οἱ εὐτολμότατοι ἐναγούσης αὐτοὺς τῆς τῶν χρημάτων ἐπιθυμίας τοῖς ἵπποις τε ὀχούμενοι καὶ ἄλλους ἐφέλκοντες ἐν τοῖς ληΐοις ἐγίνοντο νύκτωρ τῆς πόλεως οὐ μακρὰν 6.3.9 ἄποθεν. τέμνοντές τε τοὺς ἀστάχυας καὶ τοῖς ἵπποις, οὓς αὐτοὶ ἐφεῖλκον, ἐνθέμενοι, ἐς τὴν πόλιν λανθάνοντες τοὺς πολεμίους ἐκόμιζον χρημάτων τε μεγάλων 6.3.10 Ῥωμαίων τοῖς εὐδαίμοσιν