180
λαβὼν αὐτοῦ 4.28.31 ἔπεσεν. ὁ μὲν οὖν Οὐλίθεος τῷ Ἀρτασίρῃ τὸ ξίφος ὡς κατὰ κόρρης πατάξων ἐπήνεγκεν· ὁ δὲ τῆς κεφαλῆς χεῖρα τὴν ἀριστερὰν προβαλλόμενος τῆς ἐννοίας τῆς 4.28.32 αὑτοῦ ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώνατο. τοῦ ξίφους γάρ οἱ τὴν ἀκμὴν ἀποθεμένου ἐν ταῖς ἐπὶ τῆς χειρὸς τῶν βελῶν ἐκτομαῖς, αὐτὸς ἀπαθὴς γεγονὼς, ἔκτεινε 4.28.33 τὸν Οὐλίθεον οὐδενὶ πόνῳ. Πέτρος δὲ καὶ Ἀρταβάνης, ὁ μὲν τὸ Γονθάριδος ξίφος, ὁ δὲ τὸ τοῦ Οὐλιθέου πεπτωκότος ἁρπάσας, τῶν δορυφόρων τοὺς λει4.28.34 πομένους αὐτοῦ ἔκτειναν. γέγονε τοίνυν, ὡς τὸ εἰκὸς, κραυγῆς τε καὶ ταραχῆς μέγα τι χρῆμα. αἰσθόμενοι τε ταύτης, ὅσοι τῶν Ἀρμενίων παρὰ τοὺς τοῦ τυράννου φύλακας ἵσταντο, τὰς ἀσπίδας εὐθὺς ἀνελόμενοι κατὰ τὰ σφίσι ξυγκείμενα ἐπὶ τὰς στιβάδας ἐχώρουν δρόμῳ, καὶ τούς τε Βανδίλους ξύμπαντας τούς τε Γονθάριδι ἐπιτηδείους ἀνεῖλον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος. 4.28.35 τότε Ἀρταβάνης τὸν Ἀθανάσιον ἐμαρτύρατο ἐπιμελεῖσθαι τῶν ἐν Παλατίῳ χρημάτων. ὅσα γὰρ Ἀρεοβίνδῳ 4.28.36 ἐλέλειπτο ἐνταῦθα εἶναι. ἐπεὶ δὲ οἱ φύλακες τὴν Γονθάριδος τελευτὴν ἔμαθον, ξυνετάσσοντο τοῖς Ἀρμενίοις αὐτίκα πολλοί. τῆς γὰρ Ἀρεοβίνδου οἰκίας οἱ πλεῖστοι ἦσαν. ξυμφρονήσαντες τοίνυν Ἰουστινιανὸν 4.28.37 ἀνεβόων καλλίνικον. ἥ τε φωνὴ προϊοῦσα μὲν ἐκ πλήθους ἀνθρώπων, ἐξαισία δὲ ὑπερφυῶς οὖσα ἐς 4.28.38 πόλιν ἐξικνεῖσθαι τὴν πολλὴν ἴσχυσεν. ἐνθένδε οἱ τῷ βασιλεῖ εὐνοϊκῶς ἔχοντες ἐσπηδήσαντες ἐς τῶν στασιωτῶν τὰς οἰκίας τοὺς μὲν ὕπνον αἱρουμένους, τοὺς δὲ σιτία, ἐνίους δὲ θαμβήσαντάς τε τῷ δέει καὶ 4.28.39 ἀπορίᾳ δεινῇ ἐχομένους εὐθὺς ἔκτειναν. ἐν τοῖς καὶ Πασίφιλος ἦν. Ἰωάννης γὰρ ξὺν Βανδίλων τισὶν ἐς 4.28.40 τὸ ἱερὸν καταφεύγει. οἷς δὴ Ἀρταβάνης τὰ πιστὰ παρασχόμενος ἔνθεν τε ἐξαναστήσας ἐς Βυζάντιον ἔπεμψε καὶ τὴν πόλιν βασιλεῖ ἀνασωσάμενος διεφύλαξε. 4.28.41 γέγονε δὲ ὁ τοῦ τυράννου φόνος ἕκτῃ καὶ τριακοστῇ ἀπὸ τῆς τυραννίδος ἡμέρᾳ, ἔνατον καὶ δέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. 4.28.42 Ἀρταβάνης τε ἐκ τοῦ ἔργου τούτου κλέος περιε4.28.43 βάλετο μέγα ἐς πάντας ἀνθρώπους. καὶ Πρεϊέκτα μὲν 4.28.43 εὐθὺς ἡ Ἀρεοβίνδου γυνὴ μεγάλοις αὐτὸν ἐδωρήσατο χρήμασι, βασιλεὺς δὲ στρατηγὸν αὐτὸν κατεστήσατο 4.28.44 Λιβύης ἁπάσης. οὐ πολλῷ δὲ ὕστερον Ἀρταβάνης μὲν ἔχρῃζε βασιλέως ὅπως αὐτὸν ἐς Βυζάντιον μεταπέμποιτο, βασιλεὺς δὲ τὴν δέησιν ἐπιτελῆ ἐποιεῖτο. 4.28.45 καὶ τὸν Ἀρταβάνην μεταπεμψάμενος, Ἰωάννην τὸν Πάππου ἀδελφὸν Λιβύης στρατηγὸν μόνον αὐτὸν κατ4.28.46 εστήσατο. οὗτος Ἰωάννης ἐπεὶ τάχιστα ἐν Λιβύῃ ἐγένετο, Ἀντάλᾳ τε καὶ Μαυρουσίοις τοῖς ἐν Βυζακίῳ ἐς χεῖρας ἐλθὼν καὶ μάχῃ νικήσας τῶν τε πολεμίων πολλοὺς ἔκτεινε καὶ σημεῖα πάντα τὰ Σολόμωνος τούτους δὴ τοὺς βαρβάρους ἀφελόμενος βασιλεῖ ἔπεμψεν, ἅπερ αὐτοὶ ληισάμενοι ἔτυχον, ἡνίκα Σολόμων ἐξ ἀνθρώπων ἠφάνιστο. τοὺς δὲ λοιποὺς ὡς ἀπωτάτω ἐξήλασε τῆς 4.28.47 Ῥωμαίων ἀρχῆς. χρόνῳ δὲ ὕστερον οἱ Λευάθαι αὖθις στρατῷ μεγάλῳ ἐκ τῶν ἐπὶ Τριπόλεως χωρίων ἐς Βυζάκιον ἀφικόμενοι τοῖς ἀμφὶ τὸν Ἀντάλαν ξυνέμιξαν. 4.28.48 οἷσπερ Ἰωάννης ὑπαντιάσας ἡσσηθείς τε τῇ ξυμβολῇ καὶ πολλοὺς τῶν οἱ ἑπομένων ἀποβαλὼν ἐς Λαρίβους 4.28.49 φεύγει. καὶ τότε δὴ οἱ πολέμιοι μέχρι ἐς Καρχηδόνα ξύμπαντα καταθέοντες τὰ ἐκείνῃ χωρία ἀνήκεστα ἔργα 4.28.50 Λίβυας τοὺς παραπεπτωκότας εἰργάσαντο. οὐ πολλῷ δὲ ὕστερον Ἰωάννης τῶν στρατιωτῶν τοὺς περιγενομένους ἀγείρας καὶ Μαυρουσίους ἄλλους τε καὶ τοὺς ἀμφὶ Κουτζίναν ἐς ξυμμαχίαν ἐπαγαγόμενος τοῖς πολεμίοις ἐς χεῖρας ἦλθε καὶ αὐτοὺς ἐκ τοῦ παραδόξου 4.28.51 ἐτρέψατο. Ῥωμαῖοί τε αὐτοῖς φεύγουσι κόσμῳ οὐδενὶ ἐπισπόμενοι μοῖραν μὲν αὐτῶν πολλὴν ἔκτεινον, οἱ δὲ 4.28.52 λοιποὶ ἐς τῆς Λιβύης τὰς ἐσχατιὰς διέφυγον. οὕτω τε Λιβύων τοῖς περιγενομένοις, ὀλίγοις τε καὶ λίαν πτωχοῖς οὖσιν, ὀψὲ καὶ μόλις ἡσυχίαν τινὰ ξυνηνέχθη γενέσθαι. 5.τ.1 ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ. 5.1.1 Τὰ μὲν οὖν ἐν Λιβύῃ πράγματα τῇδε Ῥωμαίοις