109
Ἄσπαρος ἐς τοῦτο αὐτὸν καταστησαμένου, ἐπειδὴ Μαρκιανὸς ἐξ ἀνθρώπων ἀπήλλακτο. 3.5.8 Ὕστερον δὲ Γιζέριχος ἐπενόει τοιάδε. τῶν ἐν Λιβύῃ πόλεων, πλὴν Καρχηδόνος, τὰ τείχη καθεῖλεν, ὡς ἂν μήτε αὐτοὶ Λίβυες τὰ Ῥωμαίων ἑλόμενοι ἔκ τε ἐχυροῦ ὁρμᾶσθαι καὶ νεωτερίζειν ἱκανοὶ εἶεν μήτε τοῖς ἐκ βασιλέως στελλομένοις ἐν ἐλπίδι ἔσται ὡς καὶ πόλιν καταλήψονται καὶ φρουρὰν ἐν αὐτῇ ποιησάμε3.5.9 νοι πράγματα Βανδίλοις παρέξονται. τότε μὲν οὖν εὖ τε ἔδοξε βεβουλεῦσθαι καὶ τὴν εὐημερίαν Βανδίλοις ὡς ἀσφαλέστατα διασώσασθαι, χρόνῳ δὲ τῷ ὑστέρῳ, ὅτε δὴ ἀτείχιστοι οὖσαι ῥᾷόν τε καὶ ἀπονώτερον πρὸς Βελισαρίου αἱ πόλεις αὗται ἡλίσκοντο, πολύν τε γέλωτα ἤδη Γιζέριχος ὦφλε καὶ ἡ τέως δοκοῦσά 3.5.10 οἱ εὐβουλία ἐς ἄνοιαν αὐτῷ ἀπεκρίθη. ταῖς γὰρ δὴ τύχαις ἀεὶ τὰς δόξας ἐπὶ τοῖς πρότερον βεβουλευμένοις 3.5.11 ξυμμεταβάλλεσθαι φιλοῦσιν ἄνθρωποι. τῶν δὲ Λιβύων εἴ τι μὲν δόκιμον ἐτύγχανεν ὂν καὶ πλούτῳ ἀκμάζον, αὐτοῖς ἀγροῖς τε καὶ πᾶσι χρήμασιν ἐν ἀνδραπόδων μοίρᾳ παρέδωκε τοῖς παισὶν Ὁνωρίχῳ τε καὶ Γένζωνι. Θεόδωρος γὰρ ὁ νεώτατος ἐτελεύτα ἤδη, ἄπαις τὸ 3.5.12 παράπαν ἄρρενός τε καὶ θήλεος γόνου. Λίβυας δὲ τοὺς ἄλλους ἀφείλετο μὲν τοὺς ἀγροὺς, οἳ πλεῖστοί τε ἦσαν καὶ ἄριστοι, ἐς δὲ τὸ τῶν Βανδίλων διένειμεν ἔθνος, καὶ ἀπ' αὐτοῦ κλῆροι Βανδίλων οἱ ἀγροὶ οὗτοι 3.5.13 ἐς τόδε καλοῦνται τοῦ χρόνου. τοῖς δὲ δὴ πάλαι κεκτημένοις τὰ χωρία ταῦτα πένεσθαί τε ὡς μάλιστα καὶ ἐλευθέροις εἶναι ξυνέβαινεν· ἦν δὲ αὐτοῖς ἐν 3.5.14 ἐξουσίᾳ καὶ ὅποι βούλοιντο ἀπαλλάσσεσθαι. καὶ τὰ μὲν χωρία ξύμπαντα, ὅσα τοῖς τε παισὶ καὶ τοῖς ἄλλοις Βανδίλοις Γιζέριχος παραδεδώκει, οὐδεμιᾶς 3.5.15 φόρου ἀπαγωγῆς ὑποτελῆ ἐκέλευσεν εἶναι. τῆς δὲ γῆς ὅση οἱ οὐκ ἀγαθὴ ἔδοξεν εἶναι, ἀφῆκε τοῖς πρότερον ἔχουσι, τοσαῦτα ἐνθένδε τῷ δημοσίῳ φέρεσθαι τάξας ὥστε οὐδ' ὁτιοῦν περιῆν τοῖς τὰ χωρία τὰ σφέτερα 3.5.16 αὐτῶν ἔχουσιν. ἔφευγον δὲ πολλοὶ καὶ ἐκτείνοντο. αἰτίαι γὰρ αὐτοῖς πολλαί τε καὶ χαλεπαὶ προσεφέροντο. 3.5.17 πασῶν δὲ μία μεγίστη δὴ ἐδόκει εἶναι ὅτι χρήματά τις οἰκεῖα ἔχων ἀπέκρυπτεν. οὕτω τοὺς Λίβυας πᾶσα ἰδέα ξυμφορᾶς περιέστη. 3.5.18 Τοὺς δὲ δὴ Βανδίλους τε καὶ Ἀλανοὺς ἐς λόχους καταστησάμενος, λοχαγοὺς αὐτοῖς ἐπέστησεν οὐχ ἧσσον ἢ ὀγδοήκοντα, οὕσπερ χιλιάρχους ἐκάλεσε, δόκησιν παρέχων ἐς ὀκτώ οἱ μυριάδας συνιέναι τὸν τῶν στρα3.5.19 τευομένων λεών. καίτοι οὐ μᾶλλον ἢ ἐς μυριάδας πέντε τὸ τῶν Βανδίλων τε καὶ Ἀλανῶν πλῆθος ἔν γε 3.5.20 τῷ πρὶν χρόνῳ ἐλέγετο εἶναι. ἔπειτα μέντοι τῇ τε κατὰ σφᾶς παιδοποιίᾳ καὶ ἄλλους βαρβάρους ἑταιρισάμενοι ἐς μεγάλην τινὰ πολυανθρωπίαν ἐχώρησαν. 3.5.21 τὰ δὲ τῶν Ἀλανῶν καὶ τῶν ἄλλων βαρβάρων ὀνόματα, πλὴν Μαυρουσίων, ἐς τὸ τῶν Βανδίλων ἅπαντα 3.5.22 ἀπεκρίθη. τότε δὲ Γιζέριχος Μαυρουσίους προσποιησάμενος, ἐπειδὴ Βαλεντινιανὸς ἐτελεύτησεν, ἀνὰ πᾶν ἔτος ἦρι ἀρχομένῳ ἔς τε Σικελίαν καὶ Ἰταλίαν ἐσβολὰς ἐποιεῖτο καὶ τῶν πόλεων τὰς μὲν ἀνδραποδίσας, τὰς δὲ καθελὼν ἐς ἔδαφος, ληισάμενός τε ἅπαντα, ἐπεὶ ἀνθρώπων τε ἡ χώρα καὶ χρημάτων ἔρημος ἐγεγόνει, ἐς τὸ τοῦ ἑῴου βασιλέως ἐσέβαλε κράτος. 3.5.23 Ἰλλυριοὺς οὖν ἐληίζετο καὶ τῆς τε Πελοποννήσου τῆς τε ἄλλης Ἑλλάδος τὰ πλεῖστα καὶ ὅσαι αὐτῇ νῆσοι ἐπίκεινται. αὖθις δὲ ἔς τε Σικελίαν καὶ Ἰταλίαν ἀπέ3.5.24 βαινεν, ἦγέ τε καὶ ἔφερεν ἐκ περιτροπῆς ἅπαντα. καί ποτε αὐτὸν ἐς τὴν ναῦν ἐσβάντα ἐν τῷ Καρχηδόνος λιμένι, ἀνατεινομένων ἤδη τῶν ἱστίων, φασὶν ἐρέσθαι τὸν κυβερνήτην ἐπὶ τίνας ποτὲ ἀνθρώπων ἰέναι κε3.5.25 λεύοι. καὶ τὸν ἀποκρινάμενον φάναι, δηλονότι ἐφ' οὓς ὁ θεὸς ὤργισται. οὕτως ἐξ οὐδεμιᾶς αἰτίας ἐφ' οὓς ἂν τύχοι ἐσέβαλλε. 3.6.1 Τῶνδε εἵνεκα τίσασθαι Βανδίλους βασιλεὺς Λέων βουλόμενος ξυνήγειρεν ἐπ' αὐτοὺς στράτευμα. τοῦδε δὲ τοῦ στρατεύματος λέγουσι τὸ πλῆθος ἐς δέκα μάλιστα μυριάδας γενέσθαι. στόλον δὲ νεῶν ἐξ ἁπάσης τῆς πρὸς ἕω θαλάσσης ἀθροίσας πολλὴν ἐπεδείξατο μεγαλοφροσύνην ἔς τε στρατιώτας καὶ ναύτας, δεδιὼς μή τί οἱ ἐκ μικρολογίας ἐμποδὼν γένηται προθυμουμένῳ ἐς τοὺς βαρβάρους ἐπιτελέσαι τὴν