221
τῇ δὲ ὑστεραίᾳ Βελισάριος πάντας Ῥωμαίους ἐκέλευε παῖδάς τε καὶ γυναῖκας ἐς Νεάπολιν ὑπεκκομίζειν, καὶ τῶν οἰκετῶν ὅσους μὴ ἀναγκαίους σφίσιν ἐς τοῦ τείχους τὴν φυλακὴν ἔσεσθαι ᾤοντο, ὅπως δὴ 5.25.3 μὴ ἐς ἀπορίαν τῶν ἐπιτηδείων καθιστῶνται. ταὐτὸ δὲ τοῦτο ποιεῖν καὶ τοῖς στρατιώταις ἐπήγγελλεν, εἴ τινι οἰκέτης ἢ θεράπαινα ἦν. οὐ γὰρ ἔτι οἷός τε εἶναι τὰς σιτήσεις αὐτοῖς ἔφασκεν ἐν πολιορκίᾳ κατὰ τὰ εἰωθότα παρέχεσθαι, ἀλλ' αὐτοὺς τὸ μὲν ἥμισυ ἐς ἡμέραν ἑκάστην ἐν αὐτοῖς φέρεσθαι τοῖς ἐπιτηδείοις 5.25.4 ἐπάναγκες εἶναι, τὸ δὲ λειπόμενον ἐν ἀργυρίῳ. οἱ δὲ κατὰ ταῦτα ἐποίουν. καὶ πλῆθος πολὺ αὐτίκα ἐς Καμπανίαν ᾔει. ἐκομίζοντο δὲ οἱ μὲν πλοίων ἐπιτυχόντες ἅπερ ἐν τῷ Ῥώμης λιμένι ὡρμίζετο, οἱ δὲ καὶ 5.25.5 πεζῇ ὁδῷ τῇ καλουμένῃ Ἀππίᾳ ἰόντες. κίνδυνός τε οὐδεὶς ἢ δέος ἐκ τῶν πολιορκούντων ἐγίνετο οὔτε τοῖς ταύτῃ βαδίζουσιν οὔτε τοῖς ἐπὶ τοῦ λιμένος ἰοῦσιν. 5.25.6 οἱ γὰρ πολέμιοι οὔτε Ῥώμην ξύμπασαν τοῖς χαρακώμασι περιβαλέσθαι διὰ μέγεθος τῆς πόλεως οἷοί τε ἦσαν οὔτε κατ' ὀλίγους ἐτόλμων μακρὰν ἀπολείπεσθαι τῶν στρατοπέδων, φοβούμενοι τὰς ἐπεκδρομὰς τῶν 5.25.7 ἐναντίων. καὶ δι' αὐτὸ τοῖς πολιορκουμένοις ἐπὶ χρόνον τινὰ πολλὴ ἐξουσία ἐγίνετο τῆς τε πόλεως ἀπανίστασθαι καὶ τὰ ἐπιτήδεια ἔξωθεν ἐς αὐτὴν ἐσκο5.25.8 μίζεσθαι. μάλιστα δὲ νύκτωρ οἱ βάρβαροι ἐς δέος τε ἀεὶ μέγα καθίσταντο καὶ φυλακὰς ποιούμενοι ἐν τοῖς 5.25.9 στρατοπέδοις ἡσύχαζον. ἐπεὶ ἐκ τῆς πόλεως ἄλλοι τε καὶ Μαυρούσιοι συχνοὶ ἐξιόντες, ὅπη τοὺς πολεμίους ἢ καθεύδοντας ἢ ὁδῷ ἰόντας κατ' ὀλίγους εὑρήσειαν (οἷα πολλὰ ἐν στρατῷ μεγάλῳ γίνεσθαι εἴωθεν, ἄλλων τε ἀναγκαίων χρειῶν ἕνεκα καὶ τοῦ βόσκειν ἵππους τε καὶ ἡμιόνους καὶ ζῷα ὅσα ἐς βρῶσιν ἐπιτήδεια ἦν) ἔκτεινόν τε καὶ κατὰ τάχος ἐσκυλευκότες, πλειόνων σφίσιν, ἂν οὕτω τύχοι, πολεμίων ἐπεισπεσόντων ὑπεχώρουν δρόμῳ, ἄνδρες φύσει τε ποδώκεις καὶ κούφως ἐσκευασμένοι καὶ τῇ φυγῇ προλαμβάνον5.25.10 τες. οὕτω μὲν ἐκ Ῥώμης ὑποχωρεῖν ὁ πολὺς ὅμιλος ἴσχυον, καὶ οἱ μὲν ἐπὶ Καμπανίας, οἱ δὲ ἐπὶ Σικελίας ᾔεσαν, οἱ δὲ ὅπη ῥᾷόν τε σφίσιν ἐνομίσθη καὶ βέλτιον 5.25.11 εἶναι. Βελισάριος δὲ ὁρῶν τόν τε τῶν στρατιωτῶν ἀριθμὸν ἥκιστα ἐς τὴν τοῦ τείχους περίοδον ἐξικνούμενον, ὀλίγοι τε γὰρ ἦσαν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, καὶ οὐκ ἀεὶ φυλάσσειν οἱ αὐτοὶ ἄϋπνοι ἴσχυον, ἀλλ' οἱ μὲν ὕπνον, ὡς τὸ εἰκὸς, ᾑροῦντο, οἱ δὲ ἐς τὴν φυλακὴν ἐτετάχατο, καὶ τοῦ δήμου τὸ πλεῖστον μέρος πενίᾳ τε πιεζομένους καὶ τῶν ἀναγκαίων σπανίζοντας, ἅτε γὰρ βαναύσοις ἀνθρώποις ἐφήμερά τε ἅπαντα ἔχουσι καὶ ἀργεῖν διὰ τὴν πολιορκίαν ἠναγκασμένοις πόρος οὐδεὶς τῶν ἐπιτηδείων ἐγίνετο, στρατιώτας τε καὶ ἰδιώτας ξυνέμιξε καὶ φυλακτηρίῳ ἑκάστῳ ἔνειμε, ῥητόν τινα μισθὸν ἰδιώτῃ ἀνδρὶ τάξας ἐς ἡμέραν ἑκά5.25.12 στην. ὧν δὴ ἐγίνοντο μὲν ξυμμορίαι ἐς τὴν φυλακὴν ἱκανῶς ἔχουσαι, νύκτα δὲ τακτὴν ἡ φυλακὴ τοῦ περιβόλου ἐπέκειτο ξυμμορίᾳ ἑκάστῃ, ἐφύλασσόν τε αὐτῶν ἐκ περιτροπῆς ἅπαντες. καὶ ταύτῃ Βελισάριος ἑκατέρων τὴν ἀπορίαν διέλυεν. 5.25.13 Ὑποψίας δὲ ἐς Σιλβέριον τὸν τῆς πόλεως ἀρχιερέα γεγενημένης, ὡς δὴ προδοσίαν ἐς Γότθους πράσσοι, αὐτὸν μὲν ἐς τὴν Ἑλλάδα ἔπεμψεν αὐτίκα, ἕτερον δὲ ἀρχιερέα ὀλίγῳ ὕστερον, Βιγίλιον ὄνομα, κατεστήσατο. 5.25.14 τινὰς δὲ καὶ τῶν ἐκ βουλῆς ἐπ' αἰτίᾳ τῇ αὐτῇ ἐνθένδε ἐξελάσας, ἐπειδὴ τὴν πολιορκίαν οἱ πολέμιοι διαλύσαντες ἀνεχώρησαν, ἐς τὰ οἰκεῖα κατήγαγεν 5.25.15 αὖθις. ἐν τοῖς καὶ Μάξιμος ἦν, οὗ δὴ ὁ προπάτωρ Μάξιμος τὸ ἐς Βαλεντινιανὸν βασιλέα πάθος εἴργαστο. δείσας δὲ μή τις πρὸς φυλάκων τῶν κατὰ πύλας ἐπιβουλὴ γένηται, καί τις ἔξωθεν χρήμασί τε αὐτοὺς κακουργήσων ἴοι, δὶς ἑκάστου μηνὸς τάς τε κλεῖς ἁπάσας ἀφανίζων ἀνενεοῦτο ἀεὶ ἐς ἕτερον σχῆμα, καὶ τοὺς φύλακας ἐς φυλακτήριον ἄλλο μακράν που ἄποθεν τοῦ προτέρου ἀντικαθίστη, τοῖς τε ἐν τῷ περιβόλῳ φυλακὴν ἔχουσιν ἐς νύκτα ἑκάστην ἑτέρους 5.25.16 ἐφίστη. οἷς δὴ ἐπέκειτο μέτρον τι τοῦ τείχους περιιοῦσιν ἐκ περιτροπῆς ἀναγράφεσθαι τὰ τῶν φυλάκων ὀνόματα, καὶ ἤν τις ἐνθένδε ἀπολειφθείη, ἕτερον μὲν ἀντ' αὐτοῦ