189
5.6.3 βασιλέως ποιεῖσθαι γνώμῃ. ἢν δέ γε τῶν ὑπηκόων τινὰς ἐς τὸ τῶν πατρικίων ἢ ἄλλο βουλῆς ἀξίωμα Θευδάτος ἀγαγεῖν βούληται, τοῦτο δὲ οὐκ αὐτὸν δώ5.6.4 σειν, ἀλλὰ βασιλέα αἰτήσειν διδόναι. εὐφημοῦντα δὲ Ῥωμαίων τὸν δῆμον, ἀναβοήσειν ἀεὶ βασιλέα πρῶτον, ἔπειτα Θευδάτον, ἔν τε θεάτροις καὶ ἱπποδρομίαις 5.6.5 καὶ εἴ που ἄλλῃ τὸ τοιοῦτον δεήσει γενέσθαι. εἰκόνα τε χαλκῆν ἢ ὕλης ἑτέρας μή ποτε Θευδάτῳ μόνῳ καθίστασθαι, ἀλλὰ γίνεσθαι μὲν ἀεὶ ἀμφοτέροις, στήσεσθαι δὲ οὕτως· ἐν δεξιᾷ μὲν τὴν βασιλέως, ἐπὶ θάτερα δὲ τὴν Θευδάτου. ἐπὶ ταύτῃ μὲν τῇ ξυμβάσει γράψας τὸν πρεσβευτὴν ὁ Θευδάτος ἀπεπέμψατο. 5.6.6 Ὀλίγῳ δὲ ὕστερον ψυχῆς ὀρρωδία περιλαβοῦσα τὸν ἄνθρωπον ἐς δείματά τε ἀπῆγεν ὅρον οὐκ ἔχοντα καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν, δεδισσομένη τῷ τοῦ πολέμου ὀνόματι, καὶ ὡς, εἴ γε βασιλέα οὐδαμῆ ἀρέσκει τά τε αὐτῷ καὶ Πέτρῳ συγκείμενα, ὁ πόλεμος 5.6.7 εὐθὺς ἀπαντήσει. αὖθις οὖν Πέτρον μεταπεμψάμενος ἐν Ἀλβανοῖς ἤδη γενόμενον ἅτε κοινολογούμενος λάθρα τοῦ ἀνθρώπου ἀνεπυνθάνετο, εἰ τὴν ξύμβασιν 5.6.8 βασιλεῖ πρὸς ἡδονῆς ἔσεσθαι οἴεται. καὶ ὃς οὕτω δὴ ὑποτοπάζειν ἔφη. «ἢν δέ γε ταῦτα μηδαμῆ ἀρέσκει 5.6.9 «τὸν ἄνδρα, τί τὸ ἐντεῦθεν γενήσεται» εἶπεν. ἀπεκρίνατο Πέτρος «πολεμητέα σοι τὸ λοιπὸν, ὦ γενναῖε.» «τί δέ; δίκαια ταῦτα, ὦ φίλτατε πρεσβευτά»; ἔφη. ὁ δὲ αὐτίκα ἔφη ὑπολαβὼν καὶ «πῶς οὐ δίκαιον, ὦ ἀγαθὲ», εἶπε, «τὰ ἐπιτηδεύματα τῇ ψυχῇ ἑκάστου φυλάσσεσθαι»; 5.6.10 «τί δὴ τοῦτό ἐστιν»; ὁ Θευδάτος ἠρώτα. «ὅτι σοὶ μὲν «σπουδὴ πολλὴ φιλοσοφεῖν», ἔφη, «Ἰουστινιανῷ δὲ βα»σιλεῖ Ῥωμαίων γενναίῳ εἶναι. διαφέρει δὲ, ὅτι τῷ μὲν «φιλοσοφίαν ἀσκήσαντι θάνατον ἀνθρώποις πορίζεσθαι, «ἄλλως τε καὶ τοσούτοις τὸ πλῆθος, οὐ μήποτε εὐπρε»πὲς εἴη, καὶ ταῦτα ἀπὸ τῆς Πλάτωνος διατριβῆς, ἧς «δηλονότι μετασχόντι σοι μὴ οὐχὶ φόνου παντὸς ἐλευ»θέρῳ εἶναι οὐχ ὅσιον· ἐκεῖνον δὲ χώρας μεταποιήσα»σθαι οὐδὲν ἀπεικὸς, ἄνωθεν τῇ ὑπαρχούσῃ αὐτῷ 5.6.11 «προσηκούσης ἀρχῇ.» ταύτῃ ὁ Θευδάτος τῇ ὑποθήκῃ ἀναπεισθεὶς ὡμολόγησεν Ἰουστινιανῷ βασιλεῖ τῆς ἡγεμονίας ἐκστήσεσθαι. καὶ κατὰ ταῦτα αὐτός τε καὶ ἡ 5.6.12 γυνὴ ὤμοσε. τόν τε Πέτρον ὅρκοις κατέλαβεν, ὡς οὐ πρότερον ἔκπυστα ταῦτα ποιήσεται, πρὶν ἂν βασιλέα 5.6.13 οὐκ ἐνδεχόμενον τὴν προτέραν ξύμβασιν ἴδοι. καὶ Ῥουστικὸν τῶν τινα ἱερέων καὶ αὐτῷ μάλιστα ἐπιτηδείων, ἄνδρα Ῥωμαῖον, ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ ξὺν αὐτῷ ἔπεμψεν. οἷς δὴ καὶ γράμματα ἐνεχείρισε. 5.6.14 Πέτρος μὲν οὖν καὶ Ῥουστικὸς ἐν Βυζαντίῳ γενόμενοι τὰ πρότερον δόξαντα βασιλεῖ ἤγγειλαν, καθάπερ Θευδάτος σφίσιν ἐπέστελλεν. ἐπεὶ δὲ τοὺς λόγους ἐνδέχεσθαι βασιλεὺς ἥκιστα ἤθελε, τὰ ἐν ὑστέρῳ γε5.6.15 γραμμένα ἐπέδειξαν. ἐδήλου δὲ ἡ γραφὴ τάδε «Οὐ «γέγονα μὲν βασιλικῆς αὐλῆς ἐπηλύτης, τετύχηκε γάρ «μοι τετέχθαι τε ἐν βασιλέως θείου καὶ τεθράφθαι «τοῦ γένους ἀξίως, πολέμων δὲ καὶ τῶν ἐν τούτοις 5.6.16 «θορύβων εἰμὶ οὐ παντελῶς ἔμπειρος. περὶ λόγων «γὰρ ἀκοὴν ἄνωθεν ἐρωτικῶς ἐσχηκότι μοι καὶ δια»τριβὴν ἐς τοῦτο ἀεὶ πεποιημένῳ ξυμβαίνει τῆς ἐν 5.6.17 «ταῖς μάχαις ταραχῆς ἑκαστάτω ἐς τόδε εἶναι. ὥστε «ἥκιστά με εἰκὸς τὰς ἐκ τῆς βασιλείας ζηλοῦντα τιμὰς «τὸν μετὰ κινδύνων διώκειν βίον, ἐξὸν ἀμφοῖν ἐκπο5.6.18 «δὼν ἵστασθαι. τούτοιν γάρ μοι οὐδέτερον ἐν ἡδονῇ «ἐστι· τὸ μὲν, ὅτι κόρῳ τετίμηται, πλησμονὴ γὰρ «ἡδέων ἁπάντων, τὸ δὲ, ὅτι τὸ μὴ ἐθισθῆναι ἐς ταρα5.6.19 «χὴν φέρει. ἐγὼ δὲ, εἴ μοι χωρία γένηται οὐχ ἧσσον «ἢ δώδεκα κεντηναρίων ἐπέτειον φέροντα πρόσοδον, «περὶ ἐλάσσονος ἂν αὐτῶν τὴν βασιλείαν ποιήσαιμι, «καί σοι τὸ Γότθων τε καὶ Ἰταλιωτῶν αὐτίκα μάλα 5.6.20 «ἐγχειριῶ κράτος. ὡς ἔγωγε ἥδιον ἂν ξὺν τῇ ἀπραγ»μοσύνῃ γεωργὸς εἴην ἢ ἐν μερίμναις βασιλικαῖς βιῴην, 5.6.21 «κινδύνους ἐκ κινδύνων παραπεμπούσαις. ἀλλὰ πέμπε «ἄνδρα ὡς τάχιστα, ὅτῳ με Ἰταλίαν τε καὶ τὰ τῆς 5.6.22 «βασιλείας πράγματα παραδοῦναι προσήκει.» Θευδάτου μὲν ἡ γραφὴ τοσαῦτα ἐδήλου. βασιλεὺς δὲ ὑπεράγαν ἡσθεὶς ἀμείβεται ὧδε «Πάλαι μέν σε ξυνετὸν εἶναι «ἀκοῇ εἶχον, νῦν δὲ καὶ τῇ πείρᾳ μεμαθηκὼς οἶδα «οἷς οὐκ ἔγνωκας τὸ τοῦ