330
ἐκέλευον δὲ αὐτὸν ἐνθένδε ἀπαλ7.35.21 λαγέντα ὅπῃ βούλοιτο διασώσασθαι. καὶ ὃς μελλήσει οὐδεμιᾷ ξὺν τοῖς ἑπομένοις καὶ Γηπαίδων τισὶν ἐθε7.35.22 λουσίοις ἐς Σκλαβηνοὺς αὖθις ἀφίκετο. ἔνθεν τε ἀναστὰς παρὰ Τουτίλαν τε καὶ Γότθους ᾔει, στράτευμα οὐχ ἧσσον ἢ ἐς ἑξακισχιλίους ξὺν αὑτῷ ἔχων, ἔς τε Βενετίας ἀφικόμενος Ῥωμαίοις τισὶν ὑπαντήσας, ὧν Λάζαρος ἡγεῖτο, ἐς χεῖρας ἦλθε, τρεψάμενός τε αὐτοὺς πολλοὺς ἔκτεινεν. οὐ μέντοι Γότθοις ξυνέμιξεν, ἀλλ' Ἴστρον ποταμὸν διαβὰς αὖθις ἐς Σκλαβηνοὺς ἀπεχώρησεν. 7.35.23 Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε ᾗπέρ μοι εἴρηται, ἐν τούτῳ τῶν τις Βελισαρίου δορυφόρων, Ἰνδοὺλφ ὄνομα, βάρβαρος γένος, θυμοειδής τε καὶ δραστήριος, ὃς δὴ ἐν Ἰταλίᾳ λειφθεὶς ἔτυχε, Τουτίλᾳ τε καὶ Γότ7.35.24 θοις προσεχώρησεν οὐδενὶ λόγῳ. καὶ αὐτὸν ὁ Τουτίλας εὐθὺς ξὺν στρατῷ πολλῷ καὶ ναυσὶν ἔπεμψεν 7.35.25 ἐς τὰ ἐπὶ ∆αλματίας χωρία. ὃς δὴ ἐν χωρίῳ Μουικούρῳ καλουμένῳ γενόμενος, ὅπερ ἐπιθαλάσσιον ἄγχιστά πη Σαλώνων ἐστὶ, τὰ μὲν πρῶτα ξυνέμισγε τοῖς ταύτῃ ἀνθρώποις ἅτε Ῥωμαῖός τε ὢν καὶ Βελισαρίῳ προσήκων, ἔπειτα δὲ αὐτός τε τὸ ξίφος ἀράμενος καὶ τοῖς ἐπισπομένοις 7.35.26 ἐγκελευσάμενος ἐξαπιναίως ἅπαντας ἔκτεινε. ληϊσάμενός τε τὰ χρήματα πάντα ἐνθένδε ἀπιὼν ᾤχετο, ἐπέσκηψε δὲ ἄλλῳ ἐν τῇ παραλίᾳ κειμένῳ φρουρίῳ, ὅπερ Λαυ7.35.27 ρεάτην καλοῦσι Ῥωμαῖοι. οὗ δὴ ἐπιβὰς τοὺς παραπε7.35.27 πτωκότας ἀνῄρει. ἅπερ ἐπεὶ Κλαυδιανὸς ἔγνω, ὅσπερ τότε Σαλώνων ἦρχε, στράτευμα ἐπὶ τῶν καλουμένων 7.35.28 δρομώνων ἐπ' αὐτὸν ἔπεμψεν. οἳ δὴ ἐπεὶ ἐν Λαυρεάτῃ ἐγένοντο, τοῖς πολεμίοις ἐς χεῖρας ἦλθον. παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἔφυγον ὅπη ἑκάστῳ δυνατὰ γέγονε, τοὺς δρόμωνας ἐν τῷ λιμένι ἀπολιπόντες. οὗ δὴ καὶ τὰ ἄλλα πλοῖα ἔμπλεα σίτου τε καὶ τῶν 7.35.29 ἄλλων ἐπιτηδείων ὄντα ἐτύγχανεν. ἅπερ ἅπαντα Ἰνδούλφ τε καὶ Γότθοι ἑλόντες κτείναντές τε τοὺς ἐν ποσὶν ἅπαντας καὶ τὰ χρήματα ληϊσάμενοι παρὰ Του7.35.30 τίλαν ἦλθον. καὶ ὁ χειμὼν ἔληγε, καὶ τέταρτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε. 7.36.1 Μετὰ δὲ Τουτίλας ἅπαν ἐπὶ Ῥώμην τὸ στράτευμα ἦγε, καὶ ἐγκαθεζόμενος εἰς πολιορκίαν καθίστατο. ἐτύγχανε δὲ Βελισάριος τρισχιλίους ἀριστίνδην ἀπολεξάμενος, οὕσπερ ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ καταστησάμενος ∆ιογένην αὐτοῖς ἄρχοντα, τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, ἐπέστησεν, ἄνδρα ξυνετόν τε δια7.36.2 φερόντως καὶ ἀγαθὸν τὰ πολέμια. διὸ δὴ χρόνου μῆκος τῇ προσεδρείᾳ ταύτῃ ἐτρίβετο. οἵ τε γὰρ πολιορκούμενοι ἀρετῆς περιουσίᾳ πρὸς ἅπαντα τὸν Γότθων στρατὸν ἀξιόμαχοι ὄντες ἐφαίνοντο καὶ ∆ιογένης ἔς τε τὸ ἀκριβὲς τῇ φυλακῇ ἐχρῆτο ὡς μή τις κακουργήσων ἐπὶ τὸ τεῖχος ἴοι καὶ πανταχόθι τῆς πόλεως σῖτον ἐντὸς τοῦ περιβόλου σπείρας ἐνδεῖν σφίσι τὰ 7.36.3 ἐπιτήδεια ὡς ἥκιστα ἐποίει. πολλάκις δὲ οἱ βάρβαροι τειχομαχεῖν ἐγχειρήσαντες καὶ τοῦ περιβόλου ἀποπειράσασθαι ἀπεκρούσθησαν, ἀρετῇ σφᾶς ἀπωσαμένων ἐνθένδε Ῥωμαίων. τοῦ μέντοι Πόρτου κρατήσαντες Ῥώμην κατὰ κράτος ἐπολιόρκουν. ταῦτα μὲν οὖν ἐφέ7.36.4 ρετο τῇδε. βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπειδὴ Βελισάριον ἐς Βυζάντιον ἥκοντα εἶδεν, ἄρχοντα πέμπειν ξὺν στρατῷ ἄλλον ἐπὶ Γότθους τε διενοεῖτο καὶ Τουτίλαν. 7.36.5 καὶ εἰ μὲν ἐπιτελῆ ταύτην δὴ ἐπεποιήκει τὴν ἔννοιαν, οἶμαι ἂν, Ῥώμης μὲν ἔτι ὑπ' αὐτῷ οὔσης, σεσωσμένων δέ οἱ τῶν ἐνταῦθα στρατιωτῶν καὶ τοῖς ἐκ Βυζαντίου ἐπιβεβοηθηκόσιν ἀναμίγνυσθαι δυναμένων, περιέσε7.36.6 σθαι τῶν ἐναντίων αὐτὸν τῷ πολέμῳ. νῦν δὲ τὰ μὲν πρῶτα Λιβέριον ἀπολεξάμενος, ἄνδρα τῶν ἐκ Ῥώμης πατρικίων, ἐν παρασκευῇ ἐκέλευε γενέσθαι, μετὰ δὲ ἀσχολίας οἱ ἴσως ἐπιγενομένης ἑτέρας τινὸς τὴν προθυμίαν κατέπαυσε. 7.36.7 Χρόνου δὲ τῇ Ῥώμης πολιορκίᾳ τριβέντος πολλοῦ, τῶν τινες Ἰσαύρων, οἳ ἀμφὶ πύλην, ἣ Παύλου τοῦ ἀποστόλου ἐπώνυμός ἐστι, φυλακὴν εἶχον, (ἅμα μὲν ἐπικαλοῦντες ἐνιαυτῶν πολλῶν οὐδὲν πρὸς βασιλέως σφίσι δεδόσθαι, ἅμα δὲ καὶ Ἰσαύρους ὁρῶντες τοὺς παραδόντας Ῥώμην τὰ πρότερα Γότθοις, κεκομψευμένους ἐπὶ μεγάλων τινῶν χρημάτων ὄγκῳ) Τουτίλᾳ