6
σαγηνευτὴς, ἐπεὶ καταλαμβάνεσθαι τῆς ἠιόνος οὐ μακρὰν ἔμελλε, τὸ μὲν θήραμα ἠκόντισεν ἐς τὴν γῆν δυνάμει τῇ πάσῃ, αὐτὸς δὲ ἁλοὺς 1.4.30 διεφθάρη οὐ πολλῷ ὕστερον. ἀνελόμενοι δὲ τὸ μάργαρον οἱ ἐπὶ τῆς ἀκτῆς λελειμμένοι τῷ τε βασιλεῖ ἀπεκόμισαν καὶ τὰ ξυνενεχθέντα πάντα ἐσήγγειλαν. 1.4.31 τὰ μὲν οὖν ἀμφὶ τῷ μαργάρῳ τούτῳ τῇδε, ᾗπερ ἐρρήθη, Πέρσαι ξυνενεχθῆναί φασιν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι. 1.4.32 Οὕτω μὲν Περόζης τε διεφθάρη καὶ ξύμπασα ἡ Περσῶν στρατιά. εἰ γάρ τις οὐκ ἐμπεπτωκὼς ἐς τὴν διώρυχα ἔτυχεν, ὅδε ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ 1.4.33 γέγονε. καὶ ἀπ' αὐτοῦ νόμος τέθειται Πέρσαις μή ποτε σφᾶς ἐν γῇ πολεμίᾳ ἐλαύνοντας δίωξιν ποιεῖσθαί τινα, ἢν καὶ κατὰ κράτος τοὺς ἐναντίους σφίσι τρα1.4.34 πῆναι ξυμβαίη. ὅσοι μέντοι Περόζῃ οὐ ξυστρατεύσαντες ἐν χώρᾳ τῇ αὑτῶν ἔμειναν, οὗτοι δὴ βασιλέα σφίσι Καβάδην εἵλοντο τὸν νεώτατον Περόζου υἱὸν, 1.4.35 ὅσπερ τηνικαῦτα περιῆν μόνος. τότε δὴ Ἐφθαλίταις κατήκοοι ἐς φόρου ἀπαγωγὴν ἐγένοντο Πέρσαι, ἕως Καβάδης τὴν ἀρχὴν ἰσχυρότατα κρατυνάμενος φόρον αὐτοῖς ἀποφέρειν τὸν ἐπέτειον οὐκέτι ἠξίου. ἦρξαν δὲ Περσῶν οἱ βάρβαροι οὗτοι ἐνιαυτοὺς δύο. 1.5.1 Μετὰ δὲ Καβάδης ἐπὶ τὸ βιαιότερον τῇ ἀρχῇ χρώμενος ἄλλα τε νεώτερα ἐς τὴν πολιτείαν εἰσῆγε καὶ νόμον ἔγραψεν ἐπὶ κοινὰ ταῖς γυναιξὶ μίγνυσθαι Πέρσας· ὅπερ τὸ πλῆθος οὐδαμῆ ἤρεσκε. διὸ δὴ αὐτῷ ἐπαναστάντες παρέλυσάν τε τῆς ἀρχῆς καὶ δήσαντες 1.5.2 ἐν φυλακῇ εἶχον. καὶ βασιλέα μὲν σφίσι Βλάσην τὸν 1.5.2 Περόζου ἀδελφὸν εἵλοντο, ἐπειδὴ γόνος μὲν οὐδεὶς ἔτι ἄρρην Περόζῃ, ὥσπερ ἐρρήθη, ἐλέλειπτο, Πέρσαις δὲ οὐ θέμις ἄνδρα ἐς τὴν βασιλείαν καθίστασθαι ἰδιώτην γένος, ὅτι μὴ ἐξιτήλου παντάπασι γένους 1.5.3 τοῦ βασιλείου ὄντος· Βλάσης δὲ τὴν βασιλείαν παραλαβὼν Περσῶν τε τοὺς ἀρίστους ξυνέλεξε καὶ τὰ ἀμφὶ τῷ Καβάδῃ ἐν βουλῇ ἐποιεῖτο· τὸν γὰρ ἄνθρωπον 1.5.4 ἀποκτιννύναι οὐκ ἦν βουλομένοις τοῖς πλείοσιν. ἔνθα δὴ πολλαὶ μὲν ἐλέχθησαν γνῶμαι ἐφ' ἑκάτερα φέρουσαι, παρελθὼν δὲ τῶν τις ἐν Πέρσαις λογίμων, ὄνομα μὲν Γουσαναστάδης, χαναράγγης δὲ τὸ ἀξίωμα (εἴη δ' ἂν ἐν Πέρσαις στρατηγὸς τοῦτό γε), πρὸς αὐταῖς που ταῖς ἐσχατιαῖς τῆς Περσῶν γῆς τὴν ἀρχὴν ἔχων ἐν χώρᾳ ἣ τοῖς Ἐφθαλίταις ὅμορός ἐστι, καὶ τὴν μάχαιραν ἐπιδείξας ᾗ τῶν ὀνύχων τὰ προὔχοντα Πέρσαι εἰώθασιν ἀποτέμνεσθαι, μῆκος μὲν ὅσον δακτύλου ἀνδρὸς, πάχος δὲ οὐδὲ τριτημόριον δακτύλου ἔχουσαν 1.5.5 «ταύτην ὁρᾶτε» εἶπε «τὴν μάχαιραν, βραχεῖαν παντά»πασιν οὖσαν· αὕτη μέντοι ἔργον ἐν τῷ παρόντι ἐπι»τελεῖν οἵα τέ ἐστιν, ὅπερ εὖ ἴστε ὀλίγῳ ὕστερον, ὦ «φίλτατοι Πέρσαι, μυριάδες δύο τεθωρακισμένων ἀν1.5.6 «δρῶν ἐξεργάζεσθαι οὐκ ἂν δύναιντο.» ὁ μὲν ταῦτα εἶπε, παραδηλῶν ὡς, ἢν μὴ Καβάδην ἀνέλωσιν, αὐτίκα 1.5.7 πράγματα Πέρσαις περιὼν παρέξει. οἱ δὲ κτεῖναι ἄνδρα τοῦ βασιλείου αἵματος οὐδ' ὅλως ἔγνωσαν, ἀλλ' ἐν φρουρίῳ καθεῖρξαι ὅπερ τῆς Λήθης καλεῖν νενο1.5.8 μίκασιν. ἢν γάρ τις ἐνταῦθα ἐμβληθεὶς τύχῃ, οὐκέτι ὁ νόμος ἐφίησι μνήμην αὐτοῦ εἶναι, ἀλλὰ θάνατος τῷ ὠνομακότι ἡ ζημία ἐστί· διὸ δὴ καὶ τὴν ἐπωνυ1.5.9 μίαν ταύτην πρὸς Περσῶν ἔλαχεν. ἅπαξ δὲ ἡ τῶν Ἀρμενίων ἱστορία φησὶ νόμου τοῦ ἀμφὶ τῷ Λήθης φρουρίῳ παραλελύσθαι τὴν δύναμιν Πέρσαις τρόπῳ τοιῷδε. 1.5.10 Πόλεμός ποτε Πέρσαις τε καὶ Ἀρμενίοις ἀκήρυκτος γέγονεν εἰς δύο καὶ τριάκοντα ἔτη ἐπὶ Πακουρίου μὲν Περσῶν βασιλεύοντος, Ἀρμενίων δὲ Ἀρσάκου Ἀρσακίδουἀνδρός. τούτῳ τε τῷ πολέμῳ μηκυνομένῳ κεκακῶσθαι μὲν ἐς ἄγαν ἀμφοτέρους ξυνέβη καὶ διαφερόντως τοὺς 1.5.11 Ἀρμενίους. ἀπιστίᾳ δὲ πολλῇ ἐς ἀλλήλους ἐχόμενοι ἐπικηρυκεύεσθαι παρὰ τοὺς ἐναντίους οὐδέτεροι εἶχον. ἐν τούτῳ δὲ Πέρσας τετύχηκε πόλεμον πρὸς ἄλλους βαρβάρους τινὰς οὐ πόρρω Ἀρμενίων ᾠκημένους 1.5.12 διενεγκεῖν. οἵ τε Ἀρμένιοι ἐν σπουδῇ ἔχοντες ἐπίδειξιν ἐς Πέρσας τῆς ἐς αὐτοὺς εὐνοίας τε καὶ εἰρήνης ποιήσασθαι, ἐσβαλεῖν ἐς τούτων δὴ τῶν βαρβάρων τὴν γῆν ἔγνωσαν, δηλώσαντες τοῦτο πρότερον Πέρ1.5.13 σαις. ἀπροσδόκητοί τε αὐτοὶ ἐπιπεσόντες σχεδόν τι ἅπαντας ἡβηδὸν ἔκτειναν. ὅ τε