275
καὶ 6.29.28 Γότθων τοῖς ἄρχουσιν ὀμεῖσθαι ἔφη. καὶ αὐτὸν οἱ πρέσβεις οὐκ ἄν ποτε ἀποσείεσθαι τὴν βασιλείαν οἰόμενοι, ἀλλ' ἐφίεσθαι αὐτῆς πάντων μάλιστα, αὐτίκα δὴ 6.29.29 μάλα ἐς Ῥάβενναν ξὺν αὐτοῖς ἐκέλευον ἰέναι. καὶ τότε δὴ Βελισάριος Βέσσαν τε καὶ Ἰωάννην καὶ Ναρσῆν καὶ Ἀράτιον (τούτους γάρ οἱ ὡς μάλιστα δύσνους εἶναι ὑπώπτευεν) ἄλλον ἀλλαχόσε ξὺν τοῖς ἑπομένοις ἐκέλευεν ἰέναι τά τε ἀναγκαῖα σφίσι πορίζεσθαι· αὐτῷ γὰρ οὐκέτι ἔφασκε δυνατὰ εἶναι ἐς τοῦτο δὴ τὸ χωρίον παντὶ τῷ στρατῷ τὰ ἐπιτήδεια ἐσκομίζεσθαι. 6.29.30 καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν, ξὺν Ἀθανασίῳ τῷ τῶν πραιτωρίων ὑπάρχῳ, ἄρτι ἥκοντι ἐκ Βυζαντίου, αὐτὸς δὲ τῷ ἄλλῳ στρατεύματι σὺν Γότθων τοῖς 6.29.31 πρέσβεσιν ἐς Ῥάβενναν ᾔει. καὶ νηῶν στόλον ἐμπλησάμενος σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἐκέλευε κατὰ τάχος ἐς Κλάσσες τὸν λιμένα ἐσπλεῖν. οὕτω γὰρ Ῥωμαῖοι τὸ Ῥαβέννης προάστειον καλοῦσιν, οὗ ὁ λιμήν 6.29.32 ἐστιν. ἐμοὶ δὲ τότε διασκοπουμένῳ τὴν ἐς Ῥάβενναν εἴσοδον τοῦ Ῥωμαίων στρατοῦ ἔννοιά τις ἐγένετο, ἀνθρώπων μὲν ξυνέσει ἢ τῇ ἄλλῃ ἀρετῇ ὡς ἥκιστα περαίνεσθαι τὰ πρασσόμενα, εἶναι δέ τι δαιμόνιον, ὅπερ αὐτῶν ἀεὶ στρέφον τὰς διανοίας ἐνταῦθα ἄγει οὗ δὴ κωλύμη τις τοῖς περαινομένοις οὐδεμία ἔσται. 6.29.33 τοὺς γὰρ ἐναντίους οἱ Γότθοι πλήθει καὶ δυνάμει παρὰ πολὺ ὑπεραίροντες καὶ οὔτε μάχῃ διακριθέντες, ἐπεὶ ἐν Ῥαβέννῃ ἐγένοντο, οὔτε ἄλλῳ ὁτῳοῦν δεδουλωμένοι τὸ φρόνημα, δορυάλωτοί τε πρὸς τῶν ἐλασσόνων ἐγίνοντο καὶ τὸ τῆς δουλείας ὄνομα ἐν ὕβρει οὐ6.29.34 δεμιᾷ ἦγον. αἱ δὲ γυναῖκες (ἐτύγχανον γὰρ πρὸς τῶν ἀνδρῶν ἀκηκουῖαι μεγάλους τε τὰ σώματα καὶ ἀριθμοῦ κρείσσους τοὺς πολεμίους εἶναι) τὰ πρόσωπα τῶν ἀνδρῶν πᾶσαι ἀπέπτυον, ἐπειδὴ ἅπαντας ἐπὶ τῆς πόλεως καθημένους εἶδον, καὶ ταῖς χερσὶν ἐνδεικνύμεναι τοὺς 6.29.35 νενικηκότας τὴν ἀνανδρίαν ὠνείδιζον. Βελισάριος δὲ Οὐίττιγιν μὲν οὐ ξὺν ἀτιμίᾳ ἐν φυλακῇ εἶχε, τῶν δὲ βαρβάρων ὅσοι ἐντὸς Πάδου ποταμοῦ ᾤκηντο, ἐς ἀγροὺς τοὺς σφετέρους ἰόντας, ἐκέλευεν αὐτῶν κατ' 6.29.36 ἐξουσίαν ἐπιμελεῖσθαι. πολέμιον γάρ οἱ οὐδὲν ἐνταῦθα ὑπώπτευεν ἔσεσθαι, οὐδὲ Γότθους ποτὲ ταύτῃ ξυστήσεσθαι, ἐπεὶ πολλοὺς πρότερον τοῦ Ῥωμαίων στρατοῦ ἐς τὰ ἐκείνῃ χωρία καταστησάμενος ἔτυχεν. οἱ δὲ κατὰ 6.29.37 τάχος ἄσμενοι ᾔεσαν. οὕτω τε Ῥωμαῖοι ἐν τῷ ἀσφαλεῖ ἤδη ἐγίνοντο. οὐ γὰρ ἔτι Γότθων ἔν γε Ῥαβέννῃ πλήθει ἡσσῶντο. μετὰ δὲ τὰ ἐν Παλατίῳ χρήματα 6.29.38 ἔλαβεν, ἅπερ διακομίζειν βασιλεῖ ἔμελλε. Γότθων γὰρ οὐδένα οὔτε αὐτὸς ἐληΐσατο οὔτε ἄλλῳ τῳ ληΐσασθαι ξυνεχώρησεν, ἀλλ' αὐτῶν ἕκαστος τὴν οὐσίαν 6.29.39 κατὰ τὰ ξυγκείμενα διεσώσατο. ἐπεὶ δὲ τῶν βαρβάρων ὅσοι ἐς τῶν χωρίων τὰ ἐχυρώτατα φυλακὴν εἶχον Ῥάβεννάν τε καὶ Οὐίττιγιν πρὸς Ῥωμαίων ἔχεσθαι ἤκουσαν, πρέσβεις παρὰ Βελισάριον ἔπεμπον, σφᾶς τε αὐτοὺς ὁμολογίᾳ παραδιδόναι καὶ ἅπερ ἐφύλασσον 6.29.40 ἀξιοῦντες. καὶ ὃς, ἅπασι τὰ πιστὰ προθυμότατα παρασχόμενος, Ταρβήσιόν τε καὶ εἴ τι ἄλλο ἐν Βενετίοις ὀχύρωμα ἦν παρεστήσατο. Καισῆνα γὰρ ἐν Αἰμιλίᾳ μόνη ἐλέλειπτο, ἣν δὴ πρότερον ξὺν Ῥαβέννῃ παραστη6.29.41 σάμενος ἔτυχε. καὶ Γότθοι μὲν ἅπαντες, ὅσοι τούτων δὴ τῶν χωρίων ἦρχον, ἐπειδὴ τάχιστα τὰ πιστὰ ἔλαβον, παρὰ Βελισάριον ἥκοντες αὐτοῦ ἔμενον· Ἰλδίβαδος δὲ, ἀνὴρ δόκιμος, ὅσπερ φρουρᾶς τῆς ἐν Βερώνῃ ἦρχε, πρέσβεις μὲν ἐς Βελισάριον ἐφ' οἷσπερ οἱ ἄλλοι καὶ αὐτὸς ἔπεμψεν, ἐπεὶ καὶ τοὺς παῖδας τοὺς αὐτοῦ ἐν Ῥαβέννῃ εὑρὼν Βελισάριος ἔσχεν, οὐ μὴν οὔτε ἐς Ῥάβενναν ἦλθεν οὔτε Βελισαρίῳ ὑποχείριος γέγονε. τύχη γάρ τις αὐτῷ ξυνέβη, ἣν δὴ ἐγὼ αὐτίκα δηλώσω. 6.30.1 Τινὲς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες βασκανίαν ἐς Βελισάριον ἔχοντες διέβαλλον αὐτὸν βασιλεῖ, τυραννίδα οὐδαμόθεν αὐτῷ προσήκουσαν ἐπενεγκόντες. 6.30.2 βασιλεὺς δὲ οὐχ ὅσον ταῖς διαβολαῖς ταύταις ἀναπεισθεὶς, ἀλλ' ὅτι οἱ ὁ Μηδικὸς πόλεμος ἐνέκειτο ἤδη, Βελισάριον μὲν ὡς τάχιστα μετεπέμψατο, ὅπως ἐπὶ Πέρσας στρατεύσειεν· ἐπιμελεῖσθαι δὲ Ἰταλίας Βέσσαν τε καὶ Ἰωάννην ξὺν τοῖς ἄλλοις ἐκέλευε, καὶ Κωνσταντιανῷ ἐς Ῥάβενναν ἐκ ∆αλματίας ἐπέστελλεν ἰέναι.