380
«οὐκοῦν εὐημερήσαντες ἐν τῇ ξυμβολῇ τήμερον καὶ «βασιλεῖ τὸν Ἀγκῶνα, ὡς τὸ εἰκὸς, κρατυνάμενοι τάχα «ἂν καὶ τὰ ἄλλα τοῦ πρὸς Γότθους πολέμου ἐν ἐλπί8.23.20 «σιν ἀγαθαῖς τὸ λοιπὸν ἕξομεν. σφαλέντες δὲ ἐν «ταύτῃ τῇ μάχῃ, ἄλλο μέντοι πικρὸν οὐκ ἂν εἴποιμεν, «ἀλλὰ δοίη τὴν Ἰταλίας ἐπικράτησιν ὁ θεὸς Ῥωμαίοις «διηνεκῆ εἶναι. κἀκεῖνο δὲ λογίζεσθαι ἡμῖν ἄξιον, ὡς «κακοῖς ἐν τῷ ἔργῳ γινομένοις ἡμῖν οὐδὲ ἀποφεύγειν 8.23.21 «ἐξόν. οὔτε γὰρ τὴν γῆν ἕξετε πρὸς τῶν ἐναντίων «κατειλημμένην οὔτε τὴν θάλασσαν πλώιμον, οὕτω «θαλασσοκρατούντων τῶν πολεμίων, ἀλλὰ περιέστηκεν «ἡμῖν ἡ τῆς σωτηρίας ἐλπὶς ἐν ταῖς χερσὶν οὖσα καὶ «ξυμμεταβαλλομένη τοῖς κατὰ τὴν ἀγώνισιν ἔργοις. 8.23.22 «ἀνδραγαθίζεσθε τοίνυν ὅση δύναμις, τοῦτο ἐκεῖνο «ἐκλογιζόμενοι, ὡς ἡσσηθέντες μὲν ἐν τῷ παρόντι τὴν «ὑστάτην ἧτταν κληρώσεσθε, νενικηκότες δὲ μετὰ τῶν «ἄγαν εὐδαιμόνων ξὺν τῇ εὐκλείᾳ τετάξεσθε.» 8.23.23 Ἰωάννης μὲν καὶ Βαλεριανὸς τοσαῦτα εἶπον. καὶ οἱ Γότθων δὲ ἄρχοντες τοιάνδε τὴν παράκλησιν ἐποιήσαντο «Ἐπειδὴ πάσης ἀπεληλαμένοι τῆς Ἰταλίας καὶ «πολύν τινα χρόνον οὐκ ἴσμεν ἐν ὁποίοις ποτὲ μυχοῖς «οἵδε οἱ κατάρατοι τῆς γῆς ἢ τῆς θαλάσσης διαλαθόν»τες τανῦν ἡμῖν τετολμήκασιν ἐς χεῖρας ἰέναι, καὶ ὡς «ἀναμαχούμενοι ἐφ' ἡμᾶς ἥκουσιν, ἐπάναγκες αὐτοῖς «τὸ ἐκ τῆς ἀβουλίας ἐγγενόμενον θράσος ἀναχαιτίζειν «προθυμίᾳ τῇ πάσῃ, ὡς μὴ ἐνδιδόντων ἡμῶν τὰ τῆς 8.23.24 «ἀπονοίας αὐτοῖς ἐς μέγα χωροίη. ἀμαθία γὰρ οὐ «κατ' ἀρχὰς ἀναστελλομένη ἀναβαίνει μὲν ἐπ' ἄπειρον «τόλμαν, ἐς ἀνηκέστους δὲ τῶν παραπιπτόντων τελευτᾷ 8.23.25 «συμφοράς. δείξατε τοίνυν αὐτοῖς ὅτι τάχιστα ὡς «Γραικοί τε εἰσι καὶ ἄνανδροι φύσει καὶ ἡσσημένοι «θρασύνονται, μηδὲ συγχωρήσητε τὴν διάπειραν αὐτοῖς 8.23.26 «πρόσω ἰέναι. ἀνανδρία γὰρ καταφρονηθεῖσα ἐπὶ «παρρησίαν ἐξάγεται μείζω, ἐπεὶ τῷ προϊέναι τὸ θάρ8.23.27 «σος ἄοκνον γίνεται. ἐπὶ πολὺ δὲ ἀνθέξειν αὐτοὺς «ἀνδραγαθιζομένοις ὑμῖν μηδαμῶς οἴεσθε. φρόνημα «γὰρ τῇ δυνάμει τῶν αὐτῷ χρωμένων μὴ συμμετρού»μενον πρὸ μὲν τοῦ ἔργου ἐπαιρόμενον ἐν ἀκμῇ φαί»νεται, ἀρξαμένης δὲ τῆς ξυμβολῆς καταρρεῖν εἴωθεν. 8.23.28 «ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, ἀναμνήσθητε μὲν ὅν»τινα τρόπον οἱ πολέμιοι πολλάκις ἀποπειρασάμενοι «τῆς ἀρετῆς τῆς ὑμετέρας ἀπήλλαξαν, ἐκλογίζεσθε δὲ «ὡς οὐκ ἀμείνους ἐκ τοῦ αἰφνιδίου γεγενημένοι ἐφ' «ἡμᾶς ὥρμηνται, ἀλλὰ τὰ παραπλήσια τοῖς προλαβοῦσι «τετολμηκότες, τὴν ὁμοίαν καὶ νῦν κληρώσονται τύχην.» 8.23.29 Τοσαῦτα καὶ οἱ τῶν Γότθων ἄρχοντες παρακελευσάμενοι καὶ τοῖς πολεμίοις ὑπαντιάσαντες μελλήσει οὐδεμιᾷ ἐς χεῖρας ἦλθον. ἦν τε ἡ ναυμαχία ἐσάγαν 8.23.30 ἰσχυρὰ, πεζομαχίᾳ ἐμφερὴς οὖσα. τάς τε γὰρ ναῦς μετωπηδὸν ἀντιπρώρους ταῖς τῶν ἐναντίων ἑκάτεροι στήσαντες τὰ τοξεύματα ἐς ἀλλήλους ἀφίεσαν, καὶ αὐτῶν ὅσοι ἀρετῆς τι μετεποιοῦντο, ἄγχιστά πη ἀλλήλων γινόμενοι ἐν χρῷ τε ξυνιόντες ἀπὸ τῶν καταστρωμάτων ξυνέμισγον, ξίφεσί τε καὶ δόρασιν, ὥσπερ ἐν 8.23.31 πεδίῳ, μαχόμενοι. καὶ τὰ μὲν προοίμια τοῦ ἀγῶνος τοῦδε τοιαῦτα ἐγεγόνει. ὕστερον δὲ οἱ βάρβαροι ἀπειρίᾳ τοῦ ναυμαχεῖν ξὺν πολλῇ ἀταξίᾳ τὴν ξυμβολὴν τήνδε διέφερον· οἱ μὲν γὰρ αὐτῶν οὕτως ἀπ' ἀλλήλων διίσταντο ὥστε διδόναι τοῖς πολεμίοις αὐτοὺς κατὰ μόνας ἐμβάλλειν, οἱ δὲ συχνοὶ ἐς ταὐτὸ ξυνιόντες πρὸς ἀλλήλων ἀεὶ τῇ τῶν πλοίων στενοχωρίᾳ 8.23.32 ξυνεποδίζοντο. εἴκασεν ἄν τις φορμηδὸν αὐτοῖς τὰ τῶν πλοίων ἰκρία ξυγκεῖσθαι. καὶ οὐδὲ τοξεύειν ἐς τῶν ἐναντίων τοὺς διεστῶτας ἠδύναντο, ὅτι μὴ ὀψέ τε καὶ μόλις, οὐδὲ ξίφεσιν ἢ δόρασι χρῆσθαι, ἡνίκα ἂν σφίσιν ἐγκειμένους αὐτοὺς ἴδοιεν, ἀλλὰ κραυγῇ τε καὶ ὠθισμῷ ἐν σφίσιν αὐτοῖς διηνεκῶς εἴχοντο, ξυγκρούοντές τε ἀεὶ ἐς ἀλλήλους καὶ τοῖς κοντοῖς αὖθις διωθούμενοι οὐδενὶ κόσμῳ, καὶ πὴ μὲν συμφύροντες τῇ στενοχωρίᾳ τὸ μέτωπον, πὴ δὲ ἀποφοιτῶντες πολλῷ ἄπο8.23.33 θεν ἐπὶ πονηρῷ τῶν σφετέρων ἑκάτεροι. τάς τε παρακελεύσεις αὐτῶν ἕκαστος ἐς τοὺς ἄγχιστα ὄντας ξὺν ὀλολυγῇ πολλῇ ἐποιοῦντο,