122
Βελισαρίου γυνὴ τρόπῳ τοιῷδε. ἀμφορέας ἐξ ὑάλου πεποιημένους ὕδατος ἐμπλησαμένη οἰκίσκον τε ἐκ σανίδων ποιήσασα ἐν κοίλῃ νηὶ, ἔνθα δὴ τῷ ἡλίῳ ἐσιέναι ἀδύνατα ἦν, ἐνταῦθα ἐς ψάμμον τοὺς ἀμφορέας κατέχωσε, ταύτῃ τε ἀπαθὲς τὸ ὕδωρ διέμεινε. τοῦτο μὲν οὖν οὕτως ἔσχε. 3.14.1 Βελισάριος δὲ, ἐπειδὴ τάχιστα ἐς τὴν νῆσον ἀπέβη, ἀπορούμενός τε ἤσχαλλε καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν τὸ μὴ εἰδέναι ἐπὶ τίνας ποτὲ ἀνθρώπων τοὺς Βανδίλους ἴοι, ἢ ὁποίους ποτὲ τὰ πολέμια, μηδὲ ὅτῳ τρόπῳ ἢ ὁπόθεν ποτὲ σφίσιν ὁρμωμένοις πολε3.14.2 μητέα εἴη. μάλιστα δὲ αὐτὸν οἱ στρατιῶται ξυνετάρασσον, κατωρρωδηκότες τε τὴν ναυμαχίαν καὶ προλέγειν ἥκιστα αἰσχυνόμενοι ὡς, ἢν μέν τις σφᾶς εἰς τὴν γῆν ἀποβήσειε, πειράσονται ἄνδρες ἀγαθοὶ ἐν τῇ μάχῃ γίγνεσθαι, ἢν δὲ πολέμια πλοῖα ἐπ' αὐτοὺς ἴοι, ἐς φυγὴν τραπήσονται. οὐ γὰρ οἷοί τέ εἰσι πολεμίοις 3.14.3 τε ἀνδράσι καὶ ὕδασι διαμάχεσθαι. τούτοις οὖν ἅπασιν ἀπορούμενος Προκόπιον τὸν αὑτοῦ πάρεδρον ἔστελλεν ἐς Συρακούσας, πευσόμενόν τε ἤν τινες τοῖς πολεμίοις ἐνέδραι εἰσὶ προλοχίζουσαι τὸν διάπλουν ἢ ἐν νήσῳ ἢ ἐν ἠπείρῳ, καὶ ὅπη μὲν τῆς Λιβύης προσορμίσασθαι σφίσιν ἄμεινον ἂν εἴη, ὁπόθεν δὲ ὁρμωμένοις τὸν πόλεμον πρὸς Βανδίλους διενεγκεῖν ξυνοί3.14.4 σει. ἐπὰν δὲ τὰ ἐντεταλμένα ποιοίη, ἐπανήκοντά οἱ ἐκέλευεν ἐς Καύκανα τὸ χωρίον ξυμμῖξαι, διακοσίοις μάλιστα σταδίοις Συρακουσῶν διέχον, οὗ δὴ αὐτός τε 3.14.5 καὶ ὁ ξύμπας στόλος ὁρμίσασθαι ἔμελλε. τῷ δὲ λόγῳ τροφὰς αὐτὸν ἔπεμπεν ὠνησόμενον, ἅτε τῶν Γότθων ἀγορὰν σφίσιν ἐθελόντων διδόναι, δόξαν τοῦτο βασιλεῖ τε Ἰουστινιανῷ καὶ Ἀμαλασούνθῃ τῇ Ἀταλαρίχουμητρὶ, ὃς τότε παῖς τε ὢν καὶ ὑπὸ τῇ μητρὶ Ἀμαλασούνθῃ τρεφόμενος εἶχε τὸ Γότθων τε καὶ Ἰταλιωτῶν κράτος ὥσπερ ἐν τῷ περὶ τῶν Γότθων μοι γε3.14.6 γράψεται. ἐπειδὴ γὰρ Θευδέριχος τετελευτήκει καὶ ἐς τὸν θυγατριδοῦν Ἀταλάριχον, ὀρφανὸν τοῦ πατρὸς ἤδη πρότερον γεγονότα, ἡ βασιλεία ἧκε, δειμαίνουσα ἡ Ἀμαλασοῦνθα περί τε τῷ παιδὶ καὶ τῇ βασιλείᾳ φίλον Ἰουστινιανὸν ἐς τὰ μάλιστα ἑταιρισαμένη τά τε ἄλλα ἐπήκουεν αὐτῷ ἐπιτάττοντι καὶ τότε ἀγορὰν διδόναι τῷ στρατοπέδῳ ἐπηγγέλλετο καὶ ἐποίει ταῦτα. 3.14.7 Γενόμενος δὲ ἐν ταῖς Συρακούσαις Προκόπιος καὶ ἀνδρὸς παρὰ δόξαν ἐπιτυχὼν πολίτου μέν οἱ καὶ φίλου ὑπάρχοντος ἐκ παιδὸς, ἐπ' ἐργασίᾳ δὲ τῇ κατὰ θάλασσαν ἀπὸ παλαιοῦ ἐν Συρακούσαις ᾠκημένου 3.14.8 ἐπύθετο ὅσων ἔχρῃζεν· οὗτος γὰρ ὁ ἀνὴρ οἰκέτην αὐτῷ ἐπέδειξε, τριταῖόν οἱ ἐκείνῃ τῇ ἡμέρᾳ ἐκ Καρχηδόνος ἥκοντα, ὃς δὴ ἔφασκεν ὡς οὐδέ τινα πρὸς Βανδίλων ἐνέδραν τῷ στόλῳ ἔσεσθαι ἄξιον εἶναι 3.14.9 ὑφορᾶσθαι. πρὸς οὐδενὸς γὰρ ἐκείνους ἀνθρώπων πεπύσθαι στράτευμα ἐπ' αὐτοὺς ἐν τούτῳ τῷ χρόνῳ ἰέναι, ἀλλὰ καὶ στρατεύσασθαι ὀλίγῳ ἔμπροσθεν ἐπὶ 3.14.10 Γώδαν εἴ τι ἐν Βανδίλοις δραστήριον ἦν. καὶ διὰ ταῦτα Γελίμερα πολέμιον οὐδὲν ἐννοοῦντα, Καρχηδόνος τε καὶ τῶν ἄλλων ἁπάντων ὠλιγορηκότα τῶν ἐπὶ θαλάσσῃ χωρίων, ἐν Ἑρμιόνῃ διατριβὴν ἔχειν, ἥ ἐστιν ἐν Βυζακίῳ ἡμερῶν τεττάρων ὁδῷ τῆς ἠιόνος διέχουσα· ὥστε πάρεστιν αὐτοῖς πλεῖν τε οὐδὲν δειμαίνουσι δύσκολον καὶ προσορμίζεσθαι ἔνθα ἂν αὐτοὺς τὸ 3.14.11 πνεῦμα καλοίη. ταῦτα Προκόπιος ἀκούσας τῆς τε χειρὸς τοῦ οἰκέτου λαβόμενος ἐπὶ τὸν λιμένα ἐβάδιζε τὴν Ἀρέθουσαν, ἔνθα δή οἱ τὸ πλοῖον ὡρμίζετο, πυνθανόμενός τε τοῦ ἀνθρώπου συχνὰ καὶ διερευνώμενος ἕκαστα. ἐσβὰς δὲ ξὺν αὐτῷ ἐς τὴν ναῦν αἴρεσθαί τε τὰ ἱστία ἐκέλευσε καὶ πλεῖν κατὰ τάχος ἐς Καύκανα. 3.14.12 καὶ ἐπεὶ ὁ τοῦ οἰκέτου δεσπότης ἐπὶ τῆς ἠιόνος θαυμάζων εἱστήκει ὅτι οἱ οὐκ ἀπεδίδου τὸν ἄνθρωπον, ἀναβοήσας Προκόπιος, πλεούσης ἤδη τῆς νεὼς, παρῃ3.14.13 τεῖτο μή οἱ χαλεπῶς ἔχειν· χρῆναι γὰρ τὸν οἰκέτην τῷ τε στρατηγῷ συμμῖξαι καὶ ἐς τὴν Λιβύην τῷ στρατῷ καθηγησάμενον οὐκ ἐς μακρὰν εἰς τὰς Συρακούσας ἐπανήκειν, χρήματα μεγάλα περιβαλλόμενον. 3.14.14 Ἀφικόμενοι δὲ ἐς τὰ Καύκανα εὑρίσκουσιν ἅπαντας ἐν πένθει μεγάλῳ. ∆ωρόθεος γὰρ ὁ τῶν ἐν Ἀρμενίοις καταλόγων στρατηγὸς ἐνταῦθα ἐτετελευτήκει, πολὺν αὑτοῦ πόθον τῷ παντὶ στρατοπέδῳ ἀπο3.14.15 λιπών.