312
ὅπερ Ἀχεροντίδα καλοῦσι Ῥωμαῖοι, ἐνταῦθά τε φυλακτήριον ἀνδρῶν οὐχ ἧσσον ἢ τετρακοσίων καταστησάμενος αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐπὶ Ῥάβενναν ᾔει, τῶν βαρβάρων τινὰς ἀπολιπὼν ἐς τὰ ἐπὶ Καμπανίας χωρία, οἷσπερ ἡ Ῥωμαίων ἐπέκειτο φυλακὴ, τῶν ἐκ τῆς συγκλήτου βουλῆς ἐνταῦθα ὄντων. 7.24.1 Βελισαρίῳ δὲ τόλμα προμηθὴς γέγονε τότε ἀρχὴν μὲν μανιώδης δόξασα εἶναι τοῖς τε ὁρῶσι καὶ ἀκούουσι πρῶτον, ἐκβᾶσα δὲ ἐς ἀρετῆς ἔργον ὑψηλόν 7.24.2 τε καὶ δαιμονίως ὑπέρογκον. τῶν γὰρ στρατιωτῶν ὀλίγους τινὰς φρουρᾶς ἕνεκα τῆς ἐν Πόρτῳ ἀπολιπὼν αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐς Ῥώμην ἦλθε, προσποι7.24.3 εῖσθαί τε αὐτὴν σθένει παντὶ ἤθελεν. ἐπεὶ δὲ οὐχ οἷός τε ἦν ὅσα καθελὼν τοῦ περιβόλου Τουτίλας ἔτυχε 7.24.4 βραχεῖ ἀνοικοδομήσασθαι χρόνῳ, ἐποίει τάδε. λίθους ἄγχιστά πη ὄντας ξυναγαγὼν ἐπ' ἀλλήλους οὐδενὶ κόσμῳ ξυνέβαλεν, οὐδὲν τὸ παράπαν ἐντὸς ἔχοντας, ἐπεὶ οὔτε τίτανον εἶχεν οὔτε τι ἄλλο τοιοῦτον, ἀλλ' ὅπως μόνον τὸ τῆς οἰκοδομίας σώζοιτο πρόσωπον, 7.24.5 σκολόπων τε μέγα τι χρῆμα ἔξωθεν ἵστη. ἐτύγχανε δὲ καὶ τάφρους βαθείας ἀμφὶ τὸν περίβολον ὅλον ὀρύξας πρότερον, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις 7.24.6 ἐρρήθη. παντὸς δὲ τοῦ στρατοῦ προθυμίᾳ τῇ πάσῃ ταῦτα ἐργαζομένου πέντε καὶ εἴκοσιν ἡμερῶν ὅσα τοῦ 7.24.7 περιβόλου καθῄρητο τῷ τρόπῳ τούτῳ τετέλεστο. τῶν τε Ῥωμαίων ὅσοι ἀμφὶ τὰ ἐκείνῃ χωρία ᾤκηντο ἐνταῦθα ἠγείροντο, τῆς τε ἐν Ῥώμῃ οἰκήσεως ἐπιθυμίᾳ καὶ ὅτι τῶν ἐπιτηδείων τέως σπανίζοντες ἀφθονίαν ἐνταῦθα εὗρον, ἥνπερ Βελισάριος ποιεῖν ἴσχυσε, ναῦς ὅτι πλείστας πάντων ἐμπλησάμενος τῶν ἀναγκαίων, ἔς τε Ῥώμην διὰ τοῦ ποταμοῦ ἐσκομίσας εἰσῆξε. 7.24.8 Ταῦτα ἐπεὶ Τουτίλας ἤκουσεν, ἄρας αὐτίκα παντὶ τῷ στρατῷ ἐπὶ Βελισάριόν τε καὶ Ῥώμην ἦλθεν, οὔπω Βελισαρίου τὰς πύλας ἐναρμόσασθαι τῷ περιβόλῳ 7.24.9 ἰσχύσαντος. πάσας γὰρ διαφθείρας Τουτίλας ἔτυχεν, ἅσπερ οὐκ ἔφθη τεχνιτῶν ἀπορίᾳ Βελισάριος τεκτηνά7.24.10 μενος. ἐπεὶ δὲ ὁ τῶν βαρβάρων στρατὸς ἀγχοῦ ἐγένοντο, τότε μὲν ἐνστρατοπεδευσάμενοι ηὐλίσαντο παρὰ Τίβεριν ποταμὸν, ἡμέρᾳ τε τῇ ἐπιγενομένῃ ἅμα ἡλίῳ ἀνίσχοντι θυμῷ τε πολλῷ καὶ θορύβῳ ἐχόμενοι ἀμφὶ 7.24.11 τὸ τεῖχος ᾔεσαν. Βελισάριος δὲ τῶν μὲν στρατιωτῶν τοὺς μαχιμωτάτους ἀπολεξάμενος ἐς τὴν χώραν τῶν πυλῶν ἔστησε, τοὺς δὲ λοιποὺς ἄνωθεν ἀπὸ τῶν περιβόλων ἀμύνεσθαι τοὺς ἐπιόντας πάσῃ δυνάμει ἐκέλευε. 7.24.12 γέγονε τοίνυν καρτερὰ μάχη. οἱ γὰρ βάρβαροι τὰ μὲν πρῶτα ἐλπίδα εἶχον αὐτοβοεὶ τὴν πόλιν αἱρήσειν, τοῦ δὲ πράγματος σφίσιν ἀντιστατοῦντος, καὶ τῶν Ῥωμαίων ἰσχυρότατα ἀμυνομένων, ὀργῇ χρώμενοι τοῖς πολεμίοις ἐπέκειντο, τοῦ θυμοῦ σφᾶς παρὰ δύναμιν 7.24.13 ἐς τὴν εὐτολμίαν ὁρμῶντος. οἵ τε Ῥωμαῖοι παρὰ δόξαν ἀντείχοντο, τοῦ κινδύνου, ὡς τὸ εἰκὸς, ἐς τὴν 7.24.14 εὐψυχίαν ἐνάγοντος. γέγονεν οὖν φόνος τῶν βαρβάρων ἅτε ἀφ' ὑψηλοῦ βαλλομένων πολὺς, κόπῳ τε πολλῷ καὶ ταλαιπωρίᾳ ἑκάτεροι εἴχοντο καὶ ἡ μάχη πρωῒ 7.24.15 ἀρξαμένη ἐτελεύτα ἐς νύκτα. ἔπειτα οἱ μὲν βάρβαροι ἐν τοῖς στρατοπέδοις γενόμενοι ἐνυκτέρευσαν, τῶν ἐν σφίσι τραυματιῶν ἐπιμελούμενοι, Ῥωμαίων δὲ οἱ μὲν ἄλλοι ἐν τῷ περιβόλῳ φυλακὴν εἶχον, οἱ δὲ ἀνδρίας πέρι μάλιστα πάντων εὖ ἥκοντες ἐν περιτροπῇ τὰς τῶν πυλῶν χώρας ἐφύλασσον, τριβόλους ἔμπροσθεν πολλοὺς θέμενοι, ὅπως μὴ ἐξ ἐπιδρομῆς οἱ πολέμιοι 7.24.16 ἐπὶ σφᾶς ἴωσιν. οἱ δὲ τρίβολοι τοιοίδε εἰσί. σκολόπων τεττάρων ἰσομήκων μάλιστα τὰ ὄπισθε πρὸς ἄλληλα ἐναρμοσάμενοι τριγώνου σχῆμα τὰς αὐτῶν εὐθείας πανταχόθεν ἐργάζονται, καὶ αὐτοὺς ἐς τὴν γῆν ὅπου 7.24.17 παρατύχῃ ῥίπτουσι. ταύτῃ τε τῶν σκολόπων οἱ μὲν τρεῖς ἐς τὸ ἔδαφος ἰσχυρότατα ἑστήκασι πάντες, ὁ δὲ λειπόμενος ἀνέχων μόνος ἐμπόδιον ἀνδράσι τε καὶ 7.24.18 ἵπποις ἐς ἀεὶ γίγνεται. ὁσάκις δέ τις τοῦτον δὴ κυλίνδει τὸν τρίβολον, ὁ μὲν τέως ἐκ τῶν σκολόπων τὴν τοῦ ἀέρος ὄρθιον κληρωσάμενος χώραν ἐς τὸ ἔδαφος ἕστηκεν, ἄλλος δὲ ἀντ' αὐτοῦ γιγνόμενος ἄνω τοῖς ἐπιέναι βουλομένοις ἐμπόδιόν ἐστιν. οἱ μὲν τρίβολοι τοιοίδε εἰσίν. ἑκάτεροι δὲ οὕτω μετὰ τὴν μάχην ηὐλίσαντο. 7.24.19 Τῇ