332
ἤκουσαν. καὶ τὰ μὲν πρῶτα τὴν ἐπὶ τὸ Βυζάντιον εἵλοντο ἅπαντες, ἔπειτα δὲ πεζοὶ μὲν ποιεῖσθαι καὶ ἄνοπλοι τὴν ἀναχώρησιν αἰσχυνόμενοι, δειμαίνοντες δὲ μή τισιν ἐνέδραις ἐν τῇ ἀποπορείᾳ περιπεπτωκότες διαφθαρεῖεν, ἅμα δὲ καὶ μεμφόμενοι, ὅτι δὴ σφίσι χρόνου τὰς συντάξεις πολλοῦ τὸ Ῥωμαίων δημόσιον ὤφειλεν, ἅπαντες ἐθελούσιοι τῷ Γότθων στρατῷ ἀνεμίγνυντο, πλήν γε δὴ ὅτι Παῦλός τε καὶ τῶν τις Ἰσαύρων, Μίνδης ὄνομα, Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες 7.36.27 ἐς Βυζάντιον σφᾶς ἐδέοντο στεῖλαι. παῖδάς τε γὰρ 7.36.27 καὶ γυναῖκας σφίσιν ἐν γῇ τῇ πατρῴᾳ ἔφασκον εἶναι, 7.36.28 ὧνπερ χωρὶς βιοτεύειν οὐχ οἷοί τε εἶναι. οὕσπερ ὁ Τουτίλας ἅτε ἀληθιζομένους ἀποδεξάμενος, ἐφοδίοις τε δωρησάμενος καὶ παραπομποὺς ξυμπέμψας ἀφῆκε. καὶ ἄλλοι μέντοι τοῦ Ῥωμαίων στρατοῦ, ὅσοι καταφυγόντες ἐς τὰ τῆς πόλεως ἱερὰ ἔτυχον, ἐς τριακοσίους ὄντες, τὰ πιστὰ λαβόντες Τουτίλᾳ προσεχώρησαν. 7.36.29 Ῥώμην δὲ οὔτε καθελεῖν οὔτε ἀπολιπεῖν τὸ λοιπὸν Τουτίλας ἤθελεν, ἀλλὰ Γότθους τε καὶ Ῥωμαίους τοὺς ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοὺς ἄλλους ἅπαντας ξυνοικίζειν ἐνταῦθα ἔγνω ἐξ αἰτίας τοιᾶσδε. 7.37.1 Τουτίλας οὐ πολλῷ πρότερον παρὰ τῶν Φράγγων τὸν ἄρχοντα πέμψας, τὴν παῖδά οἱ γυναῖκα ἐδεῖτο 7.37.2 γαμετὴν δοῦναι. ὁ δὲ τὴν αἴτησιν ἀπεσείσατο, Ἰταλίας αὐτὸν οὔτε εἶναι οὔτε ἔσεσθαί ποτε βασιλέα φάσκων, ὅς γε Ῥώμην ἑλὼν ἔχεσθαι μὲν αὐτῆς οὐδαμῆ ἴσχυσε, μοῖραν δὲ αὐτῆς καθελὼν τοῖς πολεμίοις μεθῆκεν 7.37.3 αὖθις. διὸ δὴ τὰ ἐπιτήδεια ἐν τῷ παρόντι ἐς αὐτὴν ἐσκομίζεσθαι διὰ σπουδῆς εἶχε καὶ ἀνοικοδομεῖσθαι ὅτι τάχιστα πάντα ἐκέλευεν, ὅσα καθελών τε καὶ πυρπολήσας αὐτὸς ἔτυχεν, ἡνίκα Ῥώμην τὸ πρότερον εἷλε· τῶν τε Ῥωμαίων τοὺς ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοὺς ἄλλους ἅπαντας, οὕσπερ ἐπὶ Καμπανίας ἐφύλασσε, 7.37.4 μετεπέμπετο. ἐνταῦθά τε ἀγῶνα τὸν ἱππικὸν θεασάμενος, τὴν στρατιὰν ἡτοίμαζε πᾶσαν, ὡς ἐπὶ Σικελίαν 7.37.5 στρατεύσων. ἅμα δὲ καὶ τὰ μακρὰ πλοῖα τετρακόσια ὡς ἐς ναυμαχίαν ἐν παρασκευῇ ἐποιεῖτο, καὶ στόλον νεῶν μεγάλων τε καὶ πολλῶν ἄγαν, ἅσπερ ἐκ βασιλέως ἐκ τῆς ἑῴας ἐνταῦθα σταλείσας αὐτοῖς ἀνδράσι τε καὶ 7.37.6 φορτίοις πάντα τοῦτον τὸν χρόνον ἑλὼν ἔτυχε. Στέφανόν τε ἄνδρα Ῥωμαῖον παρὰ βασιλέα πρεσβευτὴν ἔπεμψε, τὸν μὲν πόλεμον τόνδε καταλύειν αἰτῶν, ἐνσπόνδους δὲ Γότθους ποιεῖσθαι, ἐφ' ᾧ δὴ αὐτῷ ξυμμαχή7.37.7 σουσιν ἐπὶ πολεμίους τοὺς ἄλλους ἰόντι. βασιλεὺς δὲ Ἰουστινιανὸς οὔτε τὸν πρεσβευτήν οἱ ἐς ὄψιν ἐλθεῖν ξυνεχώρησεν οὔτε τινὰ τῶν λεγομένων ἐντροπὴν τὸ 7.37.8 παράπαν πεποίηται. ἅπερ ἐπεὶ Τουτίλας ἤκουσεν, αὖθις τὰ ἐς τὸν πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο. ξύμφορον δέ οἱ ἔδοξεν εἶναι, Κεντουκελλῶν ἀποπειρασα7.37.9 μένῳ πρότερον οὕτω δὴ ἐπὶ Σικελίαν ἰέναι. ἦρχε δὲ τότε τοῦ ἐνταῦθα φυλακτηρίου ∆ιογένης, ὁ Βελισαρίου 7.37.10 δορυφόρος, δύναμιν ἀξιόχρεων ξὺν αὑτῷ ἔχων. καὶ ὁ μὲν Γότθων στρατὸς, ἐπειδὴ ἐς Κεντουκέλλας ἀφίκοντο, ἄγχιστα τοῦ περιβόλου ἐνστρατοπεδευσάμενοι 7.37.11 ἐς πολιορκίαν καθίσταντο. πρέσβεις δὲ πέμψας παρὰ ∆ιογένην ὁ Τουτίλας, αὐτόν τε προὐκαλεῖτο καὶ τοὺς ἀμφ' αὐτὸν στρατιώτας, ἢν μὲν σφίσι βουλομένοις ᾖ μάχῃ πρὸς αὐτοὺς διακρίνεσθαι, ἔργου ἔχεσθαι αὐτίκα 7.37.12 δὴ μάλα. ἐν ἐλπίδι τε παρῄνει μηδεμιᾷ ἔχειν, δύναμιν 7.37.13 ἑτέραν τινὰ ἐκ βασιλέως σφίσιν ἀφίξεσθαι. ἀδύνατον γὰρ Ἰουστινιανὸν τὸ λοιπὸν εἶναι πόλεμον πρὸς Γότθους τόνδε διενεγκεῖν, εἴ τῳ ἱκανὰ τεκμηριῶσαι τὰ μετὰ χρόνου τοσούτου ἐπὶ τῆς Ῥώμης ξυμβάντα. 7.37.14 αἵρεσιν οὖν προὐτείνετο ἑλέσθαι ὁποτέραν ἂν αὐτοὶ βούλοιντο, ἢ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ τῷ Γότθων στρατῷ ἀναμίγνυσθαι, ἢ κακῶν ἀπαθέσιν ἐνθένδε ἀπαλλασσο7.37.15 μένοις ἐπὶ Βυζαντίου κομίζεσθαι. Ῥωμαῖοι δὲ καὶ ∆ιογένης οὔτε μάχῃ διακρίνεσθαι βουλομένοις σφίσιν αὐτοῖς ἔφασκον εἶναι οὔτε μέντοι ἀναμίγνυσθαι τῷ Γότθων στρατῷ, ἐπεὶ παίδων τε καὶ γυναικῶν τῶν 7.37.16 σφετέρων χωρὶς βιοτεύειν οὐκ ἂν δύναιντο. πόλιν δὲ, ἧσπερ φυλακὴν ἔχουσιν, ἐν μὲν τῷ παρόντι λόγῳ τινὶ εὐπρεπεῖ ἐνδοῦναι οὐδαμῆ ἔχειν, ἐπεὶ οὐδέ τις σκῆψις