82
τύχην ἢ τὴν ἀρετὴν τοῦ ἀνδρὸς δείσαντα ἢ καί τισιν ἐξαπατηθέντα σοφίσμασιν, ἐπίπροσθεν μηκέτι χωρῆσαι, ἀλλὰ τῷ μὲν ἔργῳ φυγεῖν, λόγῳ δὲ τῆς εἰρήνης ἐφίεσθαι. 2.21.30 Ἐν τούτῳ δὲ Χοσρόης ἀλογήσας τὰ ὡμολογημένα Καλλίνικον πόλιν οὐδενὸς τὸ παράπαν ἀμυνομένου εἷλε. ταύτης γὰρ τὸν περίβολον ὁρῶντες Ῥωμαῖοι σαθρόν τε καὶ εὐάλωτον παντάπασιν ὄντα, μοῖραν αὐτοῦ ἀεὶ καθαιροῦντές τινα, νέᾳ τινὶ ἀνενεοῦντο 2.21.31 οἰκοδομίᾳ. τότε γοῦν μέρος τι αὐτοῦ καθελόντες, οὔπω δὲ τὸ λειπόμενον τοῦτο δειμάμενοι, ἐπειδὴ τοὺς πολεμίους ἄγχιστά πη ἐπύθοντο εἶναι, τῶν χρημάτων ὑπεξαγαγόντες τὰ τιμιώτατα, οἱ μὲν εὐδαίμονες αὐτῆς τῶν οἰκητόρων ἐς ἕτερα ἄττα ὀχυρώματα ἀπεχώρησαν, 2.21.32 οἱ δὲ λοιποὶ στρατιωτῶν χωρὶς αὐτοῦ ἔμειναν. καὶ γεωργῶν πάμπολύ τι χρῆμα ἐνταῦθα ξυνειλέχθαι συνέβη. οὓς δὴ ὁ Χοσρόης ἀνδραποδίσας ἅπαν ἐς 2.21.33 ἔδαφος καθεῖλεν. ὀλίγῳ τε ὕστερον τὸν ὅμηρον Ἰωάννην δεξάμενος ἀπεχώρησεν ἐς τὰ πάτρια ἤθη. 2.21.34 Ἀρμένιοί τε οἱ τῷ Χοσρόῃ προσκεχωρηκότες, τὰ πιστὰ πρὸς Ῥωμαίων λαβόντες ξὺν τῷ Βασσάκῃ ἐς Βυζάντιον ἦλθον. ταῦτα μὲν ἐν τῇ τρίτῃ Χοσρόου ἐσβολῇ Ῥωμαίοις γενέσθαι ξυνέβη, καὶ ὁ Βελισάριος βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, ἐφ' ᾧ ἐς Ἰταλίαν αὖθις σταλήσεται, πονηρῶν ἤδη παντάπασι τῶν ἐκείνῃ πραγμάτων Ῥωμαίοις ὄντων. 2.22.1 Ὑπὸ δὲ τοὺς χρόνους τούτους λοιμὸς γέγονεν, ἐξ οὗ δὴ ἅπαντα ὀλίγου ἐδέησε τὰ ἀνθρώπεια ἐξίτηλα εἶναι. ἅπασι μὲν οὖν τοῖς ἐξ οὐρανοῦ ἐπισκήπτουσιν ἴσως ἂν καὶ λέγοιτό τις ὑπ' ἀνδρῶν τολμητῶν αἰτίου λόγος, οἷα πολλὰ φιλοῦσιν οἱ ταῦτα δεινοὶ αἰτίας τερατεύεσθαι οὐδαμῆ ἀνθρώπῳ καταληπτὰς οὔσας, φυσιολογίας τε ἀναπλάσσειν ὑπερορίους, ἐξεπιστάμενοι μὲν ὡς λέγουσιν οὐδὲν ὑγιὲς, ἀποχρῆν δὲ ἡγούμενοι σφίσιν, ἤν γε τῶν ἐντυγχανόντων τινὰς τῷ λόγῳ 2.22.2 ἐξαπατήσαντες πείσωσι. τούτῳ μέντοι τῷ κακῷ πρόφασίν τινα ἢ λόγῳ εἰπεῖν ἢ διανοίᾳ λογίσασθαι μηχανή τις οὐδεμία ἐστὶ, πλήν γε δὴ ὅσα ἐς τὸν θεὸν 2.22.3 ἀναφέρεσθαι. οὐ γὰρ ἐπὶ μέρους τῆς γῆς οὐδὲ ἀνθρώπων τισὶ γέγονεν οὐδέ τινα ὥραν τοῦ ἔτους ἔσχεν, ὅθεν ἂν καὶ σοφίσματα αἰτίας εὑρέσθαι δυνατὰ εἴη, ἀλλὰ περιεβάλλετο μὲν τὴν γῆν ξύμπασαν, βίους δὲ ἀνθρώπων ἅπαντας ἔβλαψε, καίπερ ἀλλήλων ἐς τοὐναντίον παρὰ πολὺ διαλλάσσοντας, οὔτε φύσεώς τινος 2.22.4 οὔτε ἡλικίας φεισάμενον. εἴτε γὰρ χωρίων ἐνοικήσει εἴτε νόμῳ διαίτης, ἢ φύσεως τρόπῳ, ἢ ἐπιτηδεύμασιν, ἢ ἄλλῳ ὅτῳ ἀνθρώπων ἄνθρωποι διαφέρουσιν, ἐν ταύτῃ δὴ μόνῃ τῇ νόσῳ τὸ διαλλάσσον οὐδὲν ὤνησεν. 2.22.5 ἐπέσκηψε δὲ τοῖς μὲν ὥρᾳ θέρους, τοῖς δὲ χειμῶνι, τοῖς δὲ κατὰ τοὺς ἄλλους καιρούς. λεγέτω μὲν οὖν ὥς πη ἕκαστος περὶ αὐτῶν γινώσκει καὶ σοφιστὴς καὶ μετεωρολόγος, ἐγὼ δὲ ὅθεν τε ἤρξατο ἡ νόσος ἥδε καὶ τρόπῳ δὴ ὅτῳ τοὺς ἀνθρώπους διέφθειρεν ἐρῶν ἔρχομαι. 2.22.6 Ἤρξατο μὲν ἐξ Αἰγυπτίων οἳ ᾤκηνται ἐν Πηλουσίῳ. γενομένη δὲ δίχα πὴ μὲν ἐπί τε Ἀλεξανδρείας καὶ τῆς ἄλλης Αἰγύπτου ἐχώρησε, πὴ δὲ ἐπὶ Παλαιστίνους τοὺς Αἰγυπτίοις ὁμόρους ἦλθεν, ἐντεῦθέν τε κατέλαβε τὴν γῆν σύμπασαν, ὁδῷ τε ἀεὶ προϊοῦσα καὶ 2.22.7 χρόνοις βαδίζουσα τοῖς καθήκουσιν. ἐπὶ ῥητοῖς γὰρ ἐδόκει χωρεῖν καὶ χρόνον τακτὸν ἐν χώρᾳ ἑκάστῃ διατριβὴν ἔχειν, ἐς οὐδένας μὲν ἀνθρώπων παρέργως τῷ φθόρῳ χρωμένη, σκεδαννυμένη δὲ ἐφ' ἑκάτερα μέχρι ἐς τὰς τῆς οἰκουμένης ἐσχατιὰς, ὥσπερ δεδοικυῖα 2.22.8 μή τις αὐτὴν τῆς γῆς διαλάθοι μυχός. οὔτε γὰρ νῆσόν τινα ἢ σπήλαιον ἢ ἀκρώρειαν ἐλίπετο ἀνθρώπους οἰκήτορας ἔχουσαν· ἢν δέ πού τινα καὶ παρήλασε χώραν, ἢ μὴ ψαύσασα τῶν ταύτῃ ἀνθρώπων ἢ ἀμωσγέπως αὐτῶν ἁψαμένη, ἀλλὰ χρόνῳ τῷ ὑστέρῳ αὖθις ἐνταῦθα ἐπανιοῦσα τῶν μὲν περιοίκων, οἷς δὴ πικρότατα ἐπέσκηψε πρότερον, οὐδαμῶς ἥψατο, τῆς δὲ χώρας ἐκείνης οὐ πρότερον ἀπέστη ἕως τὸ μέτρον ὀρθῶς καὶ δικαίως τῶν τετελευτηκότων ἀπέδωκεν, ὅπερ καὶ τοῖς ἀμφ' αὐτὴν ᾠκημένοις χρόνῳ τῷ προτέρῳ 2.22.9 διεφθάρθαι τετύχηκεν. ἀρξαμένη δὲ ἀεὶ ἐκ τῆς παραλίας ἡ νόσος ἥδε, οὕτω δὴ ἐς τὴν μεσόγειον