285
ἕκαστος τοῦ κατ' αὐτὸν περιβόλου ἐντὸς ἔμενε καὶ τὰ ἐς πολιορκίαν ἡτοίμαζε, δε7.5.19 διὼς μὴ οἱ βάρβαροι ἐπ' αὐτὸν ἴωσι. Τουτίλας δὲ φιλοφροσύνην ἐς τοὺς αἰχμαλώτους πολλὴν ἐνδεικνύμενος, προσποιεῖσθαί τε αὐτοὺς ἴσχυσε καὶ τὸ λοιπὸν ἐθελούσιοι ξὺν αὐτῷ οἱ πλεῖστοι ἐπὶ Ῥωμαίους ἐστράτευον. καὶ ὁ χειμὼν ἔληγε, καὶ ἕβδομον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν. 7.6.1 Ἔπειτα δὲ ὁ Τουτίλας Καισῆνάν τε καὶ Πέτραν τὰ φρούρια εἷλεν. ὀλίγον τε ὕστερον ἐς Τουσκίαν ἀφίκετο, καὶ τῶν ἐνταῦθα χωρίων ἀποπειρασάμενος, ἐπεί οἱ προσχωρεῖν οὐδεὶς ἤθελε, Τίβεριν ποταμὸν διαβὰς, ἐς μὲν τὰ Ῥώμης ὅρια οὐδαμῆ ἦλθεν, ἐς Καμπανοὺς δὲ καὶ Σαμνίτας αὐτίκα ἥκων Βενεβεντὸν πόλιν ἐχυρὰν παρεστήσατο οὐδενὶ πόνῳ, καὶ αὐτῆς τὰ τείχη ἐς ἔδαφος καθεῖλεν, ὅπως μὴ στράτευμα ἐκ Βυζαντίου ἧκον ἔκ τε ὀχυροῦ ὁρμώμενον πράγματα Γότ7.6.2 θοις παρέχειν δύνηται. μετὰ δὲ Νεαπολίτας πολιορκεῖν ἔγνω, ἐπεὶ αὐτὸν δέχεσθαι τῇ πόλει, καίπερ ἐπαγωγὰ πολλὰ λέγοντα, ὡς ἥκιστα ἤθελον. Κόνων γὰρ ἐνταῦθα ἐφύλασσε, Ῥωμαίων τε καὶ Ἰσαύρων χιλίους 7.6.3 ἔχων. καὶ αὐτὸς μὲν τῷ πλείονι τοῦ στρατοῦ ἐνστρατοπεδευσάμενος οὐ πολλῷ ἄποθεν τοῦ περιβόλου ἡσύχαζε, πέμψας δὲ τῆς στρατιᾶς μοῖραν, Κύμην τε τὸ φρούριον καὶ ἄλλα ἄττα ὀχυρώματα εἷλε, χρήματά τε 7.6.4 ἐνθένδε περιβαλέσθαι μεγάλα ἴσχυσε. καὶ γυναῖκας τῶν ἐκ βουλῆς ἐνταῦθα εὑρὼν οὔτε ὕβρισε καὶ ξὺν πολλῇ φιλοφροσύνῃ ἐλευθέρας ἀφῆκε, μέγα τε ἀπ' αὐτοῦ ὄνομα ἐπί τε ξυνέσει καὶ φιλανθρωπίᾳ ἐς Ῥωμαίους ἅπαντας ἔσχε. καὶ ἐπεί οἱ πολέμιον οὐδὲν ὑπηντίαζεν, ὀλίγους ἀεὶ τοῦ στρατοῦ περιπέμπων ἔργα 7.6.5 λόγου πολλοῦ ἄξια ἔπρασσε. Βριττίους μὲν καὶ Λευκανοὺς παρεστήσατο, καὶ Ἀπουλίαν ξὺν Καλαβρίᾳ ἔσχε, τούς τε δημοσίους φόρους αὐτὸς ἔπρασσε, καὶ τὰς τῶν χρημάτων προσόδους ἀντὶ τῶν τὰ χωρία κεκτημένων ἐφέρετο, καὶ τἄλλα καθίστη ἅτε τῆς Ἰταλίας 7.6.6 γεγονὼς κύριος. διὸ δὴ τῇ Ῥωμαίων στρατιᾷ χρόνοις τοῖς καθήκουσιν οὐ κομιζομένῃ τὰς συνειθισμένας συν7.6.7 τάξεις χρήματα μεγάλα βασιλεὺς ὤφειλε. καὶ ἀπ' αὐτοῦ οἱ μὲν Ἰταλιῶται τῶν τε προσηκόντων ἐκπεπτωκότες καὶ ἐς κινδύνου μέγεθος αὖθις ἐληλακότες ἐν πένθει μεγάλῳ ἐγίνοντο. οἱ δὲ στρατιῶται ἀπειθεστέρους αὑτοὺς τοῖς ἄρχουσιν ἔτι μᾶλλον παρεῖχον, ἔν 7.6.8 τε ταῖς πόλεσιν ἄσμενοι ἔμενον. Κωνσταντιανὸς μὲν οὖν Ῥάβενναν εἶχεν, Ἰωάννης δὲ Ῥώμην, Σπολίτιονδὲ Βέσσας, καὶ Ἰουστῖνος Φλωρεντίαν, Κυπριανὸς δὲ Περυσίαν, καὶ τῶν ἄλλων ἕκαστος ὅπη φυγών τε καὶ διασωθεὶς κατ' ἀρχὰς ἔτυχε. 7.6.9 Ταῦτα βασιλεὺς μαθών τε καὶ ἐν ξυμφορᾷ πεποιημένος τῶν Ἰταλίας πραιτωρίων ἔπαρχον Μαξιμῖνον ὡς τάχιστα κατεστήσατο, ἐφ' ᾧ τοῖς τε ἄρχουσιν ἐς τὸν πόλεμον ἐπιστάτης εἴη καὶ τοῖς στρατιώταις τὰ 7.6.10 ἐπιτήδεια κατὰ τὴν χρείαν πορίζηται. καί οἱ νεῶν ξυνέπεμψε στόλον, Θρᾳκῶν τε καὶ Ἀρμενίων στρατιωτῶν ἐμπλησάμενος. ἡγεῖτο δὲ τῶν μὲν Θρᾳκῶν Ἡρωδιανὸς, τῶν δὲ Ἀρμενίων Φάζας Ἴβηρ, Περανίου ἀδελφιδοῦς· 7.6.11 ξυνέπλεον δὲ αὐτοῖς καὶ Οὖννοι ὀλίγοι. Μαξιμῖνος μὲν οὖν ἄρας ἐκ Βυζαντίου παντὶ τῷ στόλῳ τῆς Ἑλλάδος ἐς τὴν Ἤπειρον ἦλθεν· ἔνθα δὴ τὸν καιρὸν κατα7.6.12 τρίβων ἐκάθητο οὐδενὶ λόγῳ. ἦν γὰρ πολεμίων ἔργων οὐδαμῶς ἔμπειρος καὶ ἀπ' αὐτοῦ δειλός τε καὶ μελλητὴς 7.6.13 ἐς τὰ μάλιστα. μετὰ δὲ καὶ ∆ημήτριον στρατηγὸν βασιλεὺς ἔπεμψεν, ὃς δὴ τὰ πρότερα ξὺν Βελισαρίῳ 7.6.14 ἐστράτευε καταλόγου πεζικοῦ ἄρχων. καταπλεύσας οὖν ὁ ∆ημήτριος ἐς Σικελίαν, ἐπεὶ Κόνωνά τε καὶ Νεαπολίτας πικρότατα πολιορκεῖσθαι τῶν ἐπιτηδείων παντάπασι σπανίζοντας ἤκουσε, βοηθεῖν μὲν κατὰ τάχος ἤθελεν, ἀδύνατος δὲ ὢν, ἐπεί οἱ στράτευμα βραχύ τε 7.6.15 καὶ οὐκ ἀξιόλογον εἵπετο, ἐπενόει τοιάδε. ναῦς ὅτι πλείστας ἐκ Σικελίας ἁπάσης ἀγείρας σίτου τε αὐτὰς ἐμπλησάμενος καὶ τῶν ἄλλων ἐπιτηδείων ἔπλει, δόκησιν παρέχων τοῖς ἐναντίοις πάμπολύ τι στράτευμα ἐν 7.6.16 ταῖς ναυσὶν εἶναι. καὶ ἔτυχέ γε τῆς τῶν πολεμίων ἐννοίας. μέγαν γὰρ σφίσιν ἐπιέναι στρατὸν ᾤοντο, τεκμαιρόμενοι ὅτι δὴ στόλου πολύ τι χρῆμα πλεῖν ἐκ 7.6.17 Σικελίας ἐπύθοντο. καὶ εἰ