13
ξυγκείμενα ἐπιτελῆ ἐποίουν, τά τε χρήματα λαβὼν ὁ τοῦ Γλώνου υἱὸς Ἄμιδαν Ῥωμαίοις παρέδωκε. Γλώνης γὰρ ἤδη ἐτετελευτήκει τρόπῳ τοιῷδε. 1.9.5 Οὔπω μὲν στρατοπεδευσαμένων ἐνταῦθα Ῥωμαίων, Ἀμίδης δὲ πόλεως ὄντων οὐ μακρὰν ἄποθεν, τῶν τις ἀγροίκων, ὅσπερ εἰώθει ἐς τὴν πόλιν ἐσιὼν λάθρα ὄρνις τε καὶ ἄρτους καὶ τῶν ὡραίων πολλὰ τῷ Γλώνῃ τούτῳ ἀποδίδοσθαι χρημάτων μεγάλων, Πατρικίῳ τῷ στρατηγῷ ἐς ὄψιν ἐλθὼν Γλώνην οἱ ἐς χεῖρας παραδώσειν ξὺν Πέρσαις διακοσίοις ὑπέσχετο, ἤν τινος 1.9.6 ἀμοιβῆς ἐλπίδα λαβὼν παρ' αὐτοῦ εἴη. ὁ δὲ αὐτῷ ἅπαντα ὅσα ἦν βουλομένῳ ὑποσχόμενος ἔσεσθαι τὸν ἄνθρωπον ἀπεπέμψατο. καὶ ὃς τά τε ἱμάτια δεινῶς διαρρήξας καὶ δεδακρυμένῳ ἐοικὼς ἐς τὴν πόλιν εἰσ1.9.7 ῆλθε. παρά τε τὸν Γλώνην ἥκων τάς τε τρίχας τίλλων, «Ἐτύγχανον μὲν, ὦ δέσποτα,» εἶπεν «ἅπαντά σοι «ἐκ τοῦ χωρίου τἀγαθὰ φέρων, ἐντυχόντες δὲ στρα»τιῶται Ῥωμαῖοι (καὶ γάρ που ἐς τὰ ταύτῃ χωρία κατ' «ὀλίγους περιιόντες τοὺς οἰκτροὺς ἀγροίκους βιάζονται) «πληγάς τέ μοι οὐ φορητὰς προσετρίψαντο καὶ πάντα «ἀφελόμενοι οἱ λῃσταὶ ᾤχοντο, οἷς δὴ ἐκ παλαιοῦ «Πέρσας τε δεδιέναι καὶ τοὺς γεωργοὺς βιάζεσθαι 1.9.8 «νόμος. ἀλλ' ὅπως, ὦ δέσποτα, σαυτῷ τε καὶ ἡμῖν «καὶ Πέρσαις ἀμύνῃς. ἢν γὰρ ἐς τῆς πόλεως τὰ «προάστεια κυνηγετήσων ἴῃς, θήραμά σοι οὐ φαῦλον «ἔσται. κατὰ πέντε γὰρ ἢ τέτταρας οἱ κατάρατοι πε1.9.9 «ριιόντες λωποδυτοῦσιν.» ὁ μὲν ταῦτα εἶπεν. ἀναπεισθεὶς δὲ ὁ Γλώνης τοῦ ἀνθρώπου ἀνεπυνθάνετο πόσους ποτὲ Πέρσας οἴεταί οἱ ἐς τὴν πρᾶξιν ἱκανοὺς 1.9.10 ἔσεσθαι. ὁ δὲ πεντήκοντα μὲν ἀποχρήσειν οἱ μάλιστα ἔφη· οὐ γὰρ ἂν αὐτῶν πλείοσί ποτε ἢ κατὰ πέντε ὁδῷ ἰοῦσιν ἐντύχοιεν, τοῦ δὲ μηδὲν ἀπροσδόκητον σφίσι ξυμβῆναι οὐδέν τι χεῖρον καὶ ἑκατὸν ἐς τὸ ἔργον ἐπαγαγέσθαι· ἢν δὲ καὶ τούτων διπλασίους, τῷ παντὶ ἄμεινον. βλάβος γὰρ ἀνθρώπῳ ἐκ τοῦ πε1.9.11 ριόντος οὐκ ἂν γένοιτο. Γλώνης μὲν οὖν ἱππέας διακοσίους ἀπολεξάμενος τὸν ἄνθρωπον σφίσιν ἐξηγεῖσθαι 1.9.12 ἐκέλευεν. ὁ δὲ ἄμεινον ἰσχυρίζετο εἶναι αὐτὸν ἐπὶ κατασκοπῇ στέλλεσθαι πρότερον, καὶ ἢν ἔτι ἐν χωρίοις τοῖς αὐτοῖς περιιόντας Ῥωμαίους ἰδὼν ἀπαγγείλῃ, οὕτω δὴ ἐν δέοντι ποιεῖσθαι τὴν ἔξοδον Πέρσας. εὖ τε οὖν εἰπεῖν ἔδοξε τῷ Γλώνῃ καὶ αὐτοῦ ἀφιέντος 1.9.13 ἐστέλλετο. παρά τε τὸν στρατηγὸν Πατρίκιον ἥκων ἅπαντα ἔφραζε· καὶ ὃς τῶν δορυφόρων τῶν αὑτοῦ 1.9.14 δύο καὶ στρατιώτας χιλίους ξὺν αὐτῷ ἔπεμψεν. οὓς δὴ ἀμφὶ κώμην Θιλασάμων σταδίους τεσσαράκοντα Ἀμίδης διέχουσαν ἐν νάπαις τε καὶ χωρίοις ὑλώδεσιν ἔκρυψε, καὶ αὐτοῦ μένειν ἐν ταύταις δὴ ταῖς ἐνέδραις 1.9.15 ἐπέστελλεν, ἔς τε τὴν πόλιν δρόμῳ ἐχώρει. καὶ τῷ Γλώνῃ ἕτοιμον εἰπὼν τὸ θήραμα εἶναι, αὐτῷ τε καὶ τοῖς διακοσίοις ἐξηγήσατο ἐπὶ τὴν τῶν πολεμίων ἐνέδραν. ἐπειδή τε διέβησαν τὸν χῶρον, οὗ προλοχίζοντες Ῥωμαῖοι ἐκάθηντο, Γλώνην τε καὶ Πέρσας λαθὼν ἅπαντας, ἔκ τε τῆς ἐνέδρας τοὺς Ῥωμαίους ἀνέστησε 1.9.16 καὶ αὐτοῖς τοὺς πολεμίους ἐπέδειξεν. οὕσπερ ἐπειδὴ ἐπὶ σφᾶς ἰόντας κατεῖδον Πέρσαι, κατεπλάγησάν τε τῷ ἀπροσδοκήτῳ καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο. οὔτε γὰρ ὀπίσω ἀπελαύνειν οἷοί τε ἦσαν, κατὰ νώτου ὄντων σφίσι τῶν ἐναντίων, οὔτε πη ἑτέρωσε φεύγειν ἐν γῇ 1.9.17 πολεμίᾳ ἐδύναντο. ἐκ δὲ τῶν παρόντων ὡς ἐς μάχην ταξάμενοι τοὺς ἐπιόντας ἠμύνοντο, τῷ τε πλήθει παρὰ πολὺ ἐλασσούμενοι ἡσσήθησάν τε καὶ ξὺν τῷ Γλώνῃ 1.9.18 ἅπαντες διεφθάρησαν. ὅπερ ἐπειδὴ ὁ τοῦ Γλώνου υἱὸς ἔμαθε, περιαλγήσας τε καὶ τῷ θυμῷ ζέων, ὅτι δὴ τῷ πατρὶ ἀμύνειν οὐκ εἶχε, τὸν Συμεώνου νεὼν ἔκαυ1.9.19 σεν, ἁγίου ἀνδρὸς, ἵνα δὴ ὁ Γλώνης κατέλυε. καίτοι ἄλλην τινὰ οἰκοδομίαν οὔτε Γλώνης οὔτε Καβάδης, οὐ μὴν οὐδὲ Περσῶν τις ἄλλος οὔτε καθελεῖν ἔγνω οὔτε τῳ ἄλλῳ ἀφανίζειν τρόπῳ ἔν γε Ἀμίδῃ ἢ ταύτης ἐκτός. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι. 1.9.20 Οὕτω μὲν Ἄμιδαν Ῥωμαῖοι τὰ χρήματα δόντες ἀπέλαβον δύο ἐνιαυτοῖς ὕστερον ἢ πρὸς τῶν πολεμίων ἑάλω. καὶ ἐπεὶ ἐν ταύτῃ ἐγένοντο, ἥ τε αὐτῶν ὀλιγωρία καὶ Περσῶν τὸ καρτερὸν τῆς διαίτης ἐγνώσθη. 1.9.21 σιτίων γὰρ τῶν ἐνταῦθα λελειμμένων τὸ μέτρον καὶ βαρβάρων τῶν