79
ἐποίει, τῶν οἱ ἑπομένων τινὰς ὁ Κάνδιδος 2.20.7 ξὺν αὐτοῖς ἔπεμψεν. οἱ μὲν οὖν Σεργιουπολῖται τοὺς παρὰ Χοσρόου σταλέντας τῇ πόλει δεξάμενοι τῶν κειμηλίων πολλὰ ἔδοσαν, ἄλλο οὐδὲν σφίσιν ἀπολελεῖφθαι 2.20.8 ἰσχυριζόμενοι. Χοσρόης δὲ ταῦτά οἱ ἀποχρῆν οὐδαμῆ 2.20.9 ἔφη, ἀλλ' ἕτερα τούτων πλείω λαβεῖν ἐδικαίου. πέμπει τοίνυν τινὰς τῷ μὲν λόγῳ διερευνησομένους ἐς τὸ ἀκριβὲς τὰ τῆς πόλεως χρήματα, ἔργῳ δὲ τὴν πόλιν 2.20.10 καθέξοντας. καὶ ἐπεὶ οὐκ ἔδει Σεργιούπολιν Πέρσαις ἁλῶναι, τῶν τις Σαρακηνῶν Χριστιανὸς μὲν, ταττόμενος δὲ ὑπὸ Ἀλαμουνδάρῳ, Ἄμβρος ὄνομα, νύκτωρ παρὰ τῆς πόλεως τὸ τεῖχος ἥκων καὶ τὸν πάντα λόγον ἀγγείλας ἐκέλευε Πέρσας τῇ πόλει μηδαμῆ δέξασθαι. 2.20.11 οὕτω τε οἱ παρὰ Χοσρόου σταλέντες ἄπρακτοι ἐς αὐτὸν ἐπανῆλθον, καὶ ὃς τῷ θυμῷ ζέων τὴν πόλιν 2.20.12 ἐξελεῖν διενοεῖτο. στράτευμα οὖν ἐς ἑξακισχιλίους στείλας ἐκέλευεν ἔς τε πολιορκίαν καθίστασθαι καὶ 2.20.13 προσβολὰς τῷ περιβόλῳ ποιήσασθαι. καὶ οἱ μὲν ἐνταῦθα γενόμενοι ἔργου εἴχοντο, Σεργιουπολῖται δὲ καρτερῶς μὲν τὰ πρῶτα ἠμύνοντο, ἔπειτα δὲ ἀπειπόντες τε καὶ κατωρρωδηκότες τὸν κίνδυνον ἐβουλεύ2.20.14 οντο τοῖς πολεμίοις τὴν πόλιν ἐνδοῦναι. στρατιώτας γὰρ οὐ πλέον ἢ διακοσίους ἔχοντες ἔτυχον. ἀλλὰ Ἄμβρος, αὖθις παρὰ τὸν περίβολον ἐς νύκτα ἥκων, δυοῖν ἡμέραιν τὴν πολιορκίαν διαλύσειν Πέρσας ἔφασκε, τοῦ ὕδατος αὐτοὺς παντάπασιν ἐπιλιπόντος. 2.20.15 διὸ δὴ αὐτοὶ μὲν ἐς λόγους τοῖς πολεμίοις οὐδαμῆ ἦλθον, οἱ δὲ βάρβαροι δίψει ἐχόμενοι ἐξανέστησάν τε καὶ παρὰ Χοσρόην ἀφίκοντο. Κάνδιδον μέντοι Χοσ2.20.16 ρόης οὐκέτι ἀφῆκε. χρῆν γὰρ, οἶμαι, αὐτὸν τὰ ὀμωμοσμένα ἠλογηκότα ἱερέα μηκέτι εἶναι. ταῦτα μὲν οὖν τῇδε ἐχώρησεν. 2.20.17 Ἐπεὶ δὲ εἰς τὴν Κομμαγηνῶν χώραν ὁ Χοσρόης ἀφίκετο, ἣν καλοῦσιν Εὐφρατησίαν, ἐς λείαν μὲν ἢ χωρίου του ἅλωσιν τρέπεσθαι οὐδαμῆ ἤθελεν, ἐπεὶ τὰ ἐν ποσὶ μέχρι ἐς Σύρους τὰ μὲν ἐξελὼν, τὰ δὲ ἀργυρολογήσας πρότερον ἔτυχεν, ὥσπερ ἐν τοῖς ἔμπροσθεν 2.20.18 λόγοις δεδήλωται. γνώμην δὲ εἶχεν εὐθὺ Παλαιστίνης ἄγειν τὸ στράτευμα, ὅπως τά τε ἄλλα καὶ τὰ ἐν Ἱεροσολύμοις κειμήλια πάντα ληίσηται. χώραν γὰρ ταύτην ἀγαθήν τε διαφερόντως καὶ πολυχρύσων οἰκητόρων 2.20.19 εἶναι ἀκοῇ εἶχε. Ῥωμαῖοι δὲ ἅπαντες, ἄρχοντές τε καὶ στρατιῶται, τοῖς μὲν πολεμίοις ὑπαντιάζειν ἢ τῇ παρόδῳ ἐμποδὼν ἵστασθαι τρόπῳ οὐδενὶ διενοοῦντο, τὰ δὲ ὀχυρώματα καταλαβόντες ὡς ἕκαστος ἠδύνατο ἀποχρῆν ᾤοντο ταῦτά τε διαφυλάσσειν καὶ αὐτοὶ σώζεσθαι. 2.20.20 Γνοὺς δὲ τὴν Περσῶν ἔφοδον Ἰουστινιανὸς βασιλεὺς Βελισάριον αὖθις ἐπ' αὐτοὺς ἔπεμψεν. ὁ δὲ ἵπποις τοῖς δημοσίοις ὀχούμενος, οὓς δὴ βερέδους καλεῖν νενομίκασιν, ἅτε οὐ στράτευμα ξὺν αὑτῷ ἔχων, τάχει πολλῷ ἐς Εὐφρατησίαν ἀφίκετο, Ἰοῦστος δὲ, ὁ βασιλέως ἀνεψιὸς, ἐν Ἱεραπόλει ξύν τε τῷ Βούζῃ καὶ 2.20.21 ἑτέροις τισὶ καταφυγὼν ἔτυχεν. οἳ δὴ Βελισάριον οὐ μακρὰν ἄποθεν ἥκειν ἀκούσαντες γράμματα πρὸς αὐτὸν 2.20.22 ἔγραφον. ἐδήλου δὲ ἡ γραφὴ τάδε «Καὶ νῦν ὁ Χοσ»ρόης, ὥσπερ οἶσθά που καὶ αὐτὸς, ἐπὶ Ῥωμαίους «ἐστράτευσε, στρατὸν μὲν πολλῷ πλείονα ἢ πρότερον «ἄγων, ὅπη ποτὲ δὲ ἰέναι διανοούμενος οὔπω ἔνδηλος «ὢν, πλήν γε δὴ ὅτι αὐτὸν ἄγχιστά πη ἀκούομεν «εἶναι, χωρίῳ μὲν οὐδενὶ λυμηνάμενον, ὁδῷ δὲ ἀεὶ 2.20.23 «ἐπίπροσθεν ἰόντα. ἀλλ' ἧκε παρ' ἡμᾶς ὅτι τάχιστα, «εἴπερ οἷός τε εἶ λαθεῖν τὸ τῶν πολεμίων στρατόπεδον, «ὅπως δὴ σῶς τε αὐτὸς βασιλεῖ ἔσῃ καὶ Ἱεράπολιν 2.20.24 «ἡμῖν ξυμφυλάξῃς.» τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Βελισάριος δὲ οὐκ ἐπαινέσας τὰ γεγραμμένα ἐς Εὐρωπὸν τὸ χωρίον ἀφίκετο, ὃ πρὸς Εὐφράτῃ ποταμῷ 2.20.25 ἐστιν. ἐνθένδε τε περιπέμπων πανταχόσε τὸν στρατὸν ἤγειρε καὶ αὐτοῦ τὸ στρατόπεδον κατεστήσατο, ἄρχοντάς τε τοὺς ἐν Ἱεραπόλει ἠμείβετο τοῖσδε «Εἰ μὲν ἐφ' «ἑτέρους ἀνθρώπων τινὰς, ἀλλ' οὐ Ῥωμαίων κατηκόους «ὁ Χοσρόης χωρεῖ, εὖ τε καὶ ὡς ἀσφαλέστατα ὑμῖν 2.20.26 «βεβούλευται ταῦτα· οἷς γὰρ πάρεστιν ἡσυχῆ μένου»σιν ἀπηλλάχθαι κακῶν, πολλὴ ἄνοια ἐς κίνδυνον οὐκ «ἀναγκαῖόν τινα ἰέναι· εἰ δὲ νῦν