5
ξυντετύχηκε τοῖς ἔμπροσθεν ἰοῦσιν, ἀλλ' ὑπὲρ αὐτοὺς ξὺν τοῖς ἵπποις τε καὶ δόρασιν ἐμπεπτωκότες ἐκείνους τε, ὡς τὸ εἰκὸς, ἔκτειναν καὶ αὐτοὶ οὐδέν τι ἧσσον 1.4.14 ξυνδιεφθάρησαν. ἐν οἷς καὶ Περόζης ἦν ξὺν παισὶ τοῖς αὑτοῦ ἅπασι. καὶ αὐτὸν μέλλοντα ἐς τὸ βάραθρον τοῦτο ἐμπεσεῖσθαί φασι τοῦ τε δεινοῦ ᾐσθῆσθαι καὶ τὸ μάργαρον, ὅ οἱ λευκότατόν τε καὶ μεγέθους ὑπερβολῇ ἔντιμον ἐξ ὠτὸς τοῦ δεξιοῦ ἀπεκρέματο, ἀφελόντα ῥῖψαι, ὅπως δὴ μή τις αὐτὸ ὀπίσω φοροίη, ἐπεὶ ἀξιοθέατον ὑπερφυῶς ἦν, οἷον οὔπω πρότερον ἑτέρῳ 1.4.15 τῳ βασιλεῖ γέγονεν, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες. οὐ γὰρ ἂν ἐνταῦθα γενόμενος τοῦ κακοῦ ἄλλου ὁτουοῦν ἐς φροντίδα ἦλθεν, ἀλλ' οἶμαι τό τε οὖς αὐτῷ ἐν τούτῳ ξυγκεκόφθαι τῷ πάθει καὶ τὸ μάργαρον ὅπη 1.4.16 ποτὲ ἀφανισθῆναι. ὅπερ ὁ Ῥωμαίων βασιλεὺς τότε πρίασθαι πρὸς τῶν Ἐφθαλιτῶν ἐν σπουδῇ ποιησάμενος ἥκιστα ἴσχυσεν. οὐ γὰρ αὐτὸ εὑρέσθαι οἱ βάρβαροι εἶχον, καίπερ πόνῳ πολλῷ τὴν ζήτησιν ποιησάμενοι. φασὶ μέντοι Ἐφθαλίτας εὑρομένους αὐτὸ 1.4.17 ὕστερον τῷ Καβάδῃ ἀποδόσθαι. ὅσα δὲ ἀμφὶ τῷ μαργάρῳ τούτῳ Πέρσαι λέγουσιν, εἰπεῖν ἄξιον· ἴσως γὰρ ἄν τῳ καὶ οὐ παντάπασιν ἄπιστος ὁ λόγος δόξειεν εἶναι. 1.4.18 Λέγουσιν οὖν Πέρσαι εἶναι μὲν ἐν τῷ κτενὶ τὸ μάργαρον τοῦτο ἐν θαλάσσῃ, ἣ ἐν Πέρσαις ἐστὶ, νήχεσθαι δὲ τὸν κτένα τῆς ταύτη ἠιόνος οὐ πολλῷ ἄποθεν· ἀνεῳγέναι τε αὐτοῦ ἄμφω τὰ ὄστρακα, ὧν δὴ κατὰ μέσον τὸ μάργαρον εἱστήκει θέαμα λόγου πολλοῦ ἄξιον. ἄλλο γὰρ αὐτῷ εἰκασθῆναι οὐδαμῆ ἔσχεν οὔτε τῷ μεγέθει οὔτε τῷ κάλλει ἐκ τοῦ παντὸς χρόνου. 1.4.19 κύνα δὲ θαλάσσιον ὑπερφυᾶ τε καὶ δεινῶς ἄγριον ἐραστὴν τοῦ θεάματος τούτου γενόμενον ἕπεσθαι κατ' ἴχνος αὐτῷ, οὔτε νύκτα ἀνιέντα οὔτε ἡμέραν, ἀλλὰ καὶ ἡνίκα τροφῆς ἐπιμελεῖσθαι ἀναγκασθείη, ἐνταῦθα μέν τι περισκοπεῖσθαι τῶν ἐδωδίμων, εὑρόντα δέ τι καὶ ἀνελόμενον ἐσθίειν μὲν ὅτι τάχιστα, καταλαβόντα δὲ αὐτίκα δὴ μάλα τὸν κτένα θεάματος αὖθις τοῦ 1.4.20 ἐρωμένου ἐμπίπλασθαι. καί ποτε τῶν τινα γριπέων φασὶ τὰ μὲν ποιούμενα ἐπιδεῖν, ἀποδειλιάσαντα δὲ τὸ θηρίον ἀποκνῆσαι τὸν κίνδυνον, ἔς τε τὸν βασιλέα 1.4.21 Περόζην ἅπαντα τὸν λόγον ἀνενεγκεῖν. ἃ δὴ τῷ Περόζῃ ἀκούσαντι πόθον φασὶ τοῦ μαργάρου γενέσθαι μέγαν, πολλαῖς τε ἀπ' αὐτοῦ θωπείαις τὸν ἀσπαλιέα 1.4.22 τοῦτον καὶ ἀγαθῶν ἐλπίσιν ἐπᾶραι. ὃν δὴ ἀντιτείνειν αἰτουμένῳ δεσπότῃ οὐκ ἔχοντα λέγουσι τάδε τῷ Περόζῃ εἰπεῖν «ὦ δέσποτα, ποθεινὰ μὲν ἀνθρώπῳ χρήματα, «ποθεινοτέρα δὲ ἡ ψυχὴ, πάντων μέντοι ἀξιώτατα τέκνα. 1.4.23 «ὧν δὴ τῇ στοργῇ ἀναγκασθεὶς φύσει ἴσως ἄν τις καὶ «πάντα τολμήσειεν. ἐγὼ τοίνυν τοῦ τε θηρίου ἀπο»πειράσεσθαι καὶ τοῦ μαργάρου σε κύριον θήσεσθαι 1.4.24 «ἐλπίδα ἔχω. καὶ ἢν μὲν κρατήσω τοῦ ἀγῶνος τούτου, «εὔδηλον ὡς ἐν τοῖς καλουμένοις ὀλβίοις τὸ ἐνθένδε «τετάξομαι. σέ τε γὰρ πᾶσιν ἀγαθοῖς με δωρήσεσθαι «ἅτε βασιλέων βασιλέα οὐδὲν ἀπεικὸς, καὶ ἐμοὶ ἀποχρή»σει, καίπερ οὐδὲν, ἂν οὕτω τύχοι, κεκομισμένῳ, τὸ 1.4.25 «δεσπότου εὐεργέτην τοῦ ἐμοῦ γεγενῆσθαι. εἰ δὲ ἐμὲ «δεῖ τῷ θηρίῳ τούτῳ ἁλῶναι, σὸν δὴ ἔργον ἔσται, ὦ «βασιλεῦ, τοὺς παῖδας τοὺς ἐμοὺς θανάτου τοῦ πατρῴου 1.4.26 «ἀμείψασθαι. οὕτω γὰρ ἐγὼ μὲν καὶ τετελευτηκὼς ἐν «τοῖς ἀναγκαιοτάτοις ἔμμισθος ἔσομαι, σὺ δὲ ἀρετῆς «δόξαν ἀποίσῃ μείζω. τὰ παιδία γὰρ ὠφελῶν εὖ ποιή»σεις ἐμὲ, ὅσπερ σοι τῆς εὐεργεσίας τὴν χάριν οὐδαμῆ «εἴσομαι. αὕτη γὰρ ἂν εὐγνωμοσύνη ἀκίβδηλος γένοιτο «μόνη ἡ ἐς τοὺς ἀποθανόντας ἐπιδειχθεῖσα.» τοσαῦτα 1.4.27 εἰπὼν ἀπηλλάσσετο. καὶ ἐπεὶ ἐς τὸν χῶρον ἀφίκετο, ἵνα δὴ ὅ τε κτεὶς νήχεσθαι καὶ ὁ κύων αὐτῷ εἴθιστο ἕπεσθαι, ἐνταῦθα ἐπὶ πέτρας ἐκάθητό τινος, καιροφυλακῶν εἴ πως ἔρημόν ποτε τὸ μάργαρον τοῦ ἐραστοῦ 1.4.28 λάβοι. ἐπειδὴ δὲ τῷ κυνὶ τάχιστα τῶν τινι ἐς τὴν θοίνην οἱ ἐπιτηδείως ἐχόντων ἐντετυχηκέναι ξυνέπεσε καὶ περὶ τοῦτο διατριβὴν ἔχειν, ἀπολιπὼν ἐπὶ τῆς ἀκτῆς ὁ ἁλιεὺς τούς οἱ ἐπὶ ταύτῃ δὴ ἑπομένους τῇ ὑπουργίᾳ εὐθὺ τοῦ κτενὸς σπουδῇ πολλῇ ᾔει, καὶ αὐτοῦ ἤδη λαβόμενος ἔξω γενέσθαι κατὰ τάχος ἠπεί1.4.29 γετο. οὗ δὴ ὁ κύων αἰσθόμενος ἐβοήθει ἐνταῦθα. ἰδών τε αὐτὸν ὁ