139
πολεμίων κρατήσασιν. ὧν «ἐνθυμηθέντες ἄνδρες τε ἀγαθοὶ γίγνεσθε καὶ μὴ «καταισχύνητε τὴν Γιζερίχου δόξαν.» 4.2.23 Τοσαῦτα εἰπὼν Γελίμερ Τζάζωνα τὸν ἀδελφὸν ἐκέλευσε Βανδίλοις τοῖς μετ' αὐτοῦ ἐκ Σαρδοῦς ἥκουσι 4.2.24 παραίνεσιν ἰδίᾳ ποιεῖσθαι. ὁ δὲ αὐτοὺς ξυναγείρας μικρὸν ἄποθεν τοῦ στρατοπέδου ἔλεξε τοιάδε «Βαν»δίλοις μὲν ἅπασιν, ἄνδρες συστρατιῶται, ὑπὲρ τού»των ὁ ἀγών ἐστιν, ὧν δὴ ἀρτίως λέγοντος τοῦ βα»σιλέως ἠκούσατε, ὑμῖν δὲ πρὸς τοῖς ἄλλοις ἅπασι 4.2.25 «καὶ πρὸς ὑμᾶς αὐτοὺς ἁμιλλᾶσθαι ξυμβαίνει. νενι»κήκατε γὰρ ἔναγχος ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι «καὶ τὴν νῆσον ἀνεκτήσασθε τῇ Βανδίλων ἀρχῇ· «ὑμᾶς οὖν μείζω ποιεῖσθαι εἰκὸς τῆς ἀρετῆς τὴν ἐπί4.2.26 «δειξιν. οἷς γὰρ ὑπὲρ τῶν μεγίστων ὁ κίνδυνος, «μεγίστην εἶναι καὶ τὴν ἐς τὸ πολεμεῖν προθυμίαν «ἀνάγκη. οἱ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζό»μενοι ἡσσηθέντες, ἂν οὕτω τύχῃ, οὐκ ἐν τοῖς ἀναγ4.2.27 «καιοτάτοις ἐσφάλησαν· οἷς δὲ ὑπὲρ τῶν ὅλων ἡ «μάχη, πάντως ὁ βίος πρὸς τὸ τοῦ πολέμου ῥυθμί»ζεται πέρας. ἄλλως τε, ἢν μὲν ἄνδρες ἀγαθοὶ ἐν τῷ «παρόντι γένησθε, βεβαιοῦτε ὑμῖν αὐτοῖς ἀρετῆς ἔργον «τὴν τοῦ τυράννου Γώδα γεγονέναι καθαίρεσιν· μα»λακισθέντες δὲ νῦν καὶ τῆς ἐπ' ἐκείνοις εὐδοξίας ὡς 4.2.28 «οὐδὲν ὑμῖν προσηκούσης στερήσεσθε. καίτοι καὶ 4.2.28 «ἄλλως ὑμᾶς γε εἰκὸς τῶν λοιπῶν Βανδίλων ἐν ταύτῃ 4.2.29 «πλεονεκτεῖν τῇ μάχῃ. τοὺς μὲν γὰρ σφαλέντας ἡ «προλαβοῦσα τύχη ἐκπλήσσει, οἱ δὲ οὐδὲν ἐπταικότες «μετ' ἀκραιφνοῦς τοῦ θάρσους ἐς τὸν ἀγῶνα καθίσταν4.2.30 «ται. κἀκεῖνο δὲ οἶμαι οὐκ ἄπο τρόπου εἰρήσεται, ὡς «ἢν τῶν πολεμίων κρατήσωμεν, τὸ πλεῖστον τῆς νίκης «ὑμεῖς ἀναδήσεσθε μέρος, σωτῆράς τε ὑμᾶς ἅπαντες τοῦ 4.2.31 «τῶν Βανδίλων καλέσουσιν ἔθνους. οἱ γὰρ σὺν τοῖς πρό»τερον ἠτυχηκόσιν εὐδοκιμοῦντες εἰκότως αὐτοὶ τὴν 4.2.32 «ἀμείνω σφετερίζονται τύχην. ταῦτα τοίνυν ἅπαντα «λογιζομένους ὑμᾶς φημι χρῆναι παῖδάς τε καὶ γυναῖκας «ἀπολοφυρομένους κελεύειν θαρσεῖν τε ἤδη καὶ τὸν «θεὸν ἐς ξυμμαχίαν παρακαλεῖν, καὶ θυμῷ μὲν ἐπὶ «τοὺς πολεμίους ἰέναι, τοῖς δὲ ὁμοφύλοις ἐς ταύτην «ἡγεῖσθαι τὴν μάχην.» 4.3.1 Τοσαῦτα Γελίμερ τε καὶ Τζάζων παραινέσαντες ἐξῆγον τοὺς Βανδίλους, καὶ ἀμφὶ τὸν τοῦ ἀρίστου καιρὸν, οὐ προσδεχομένων Ῥωμαίων, ἀλλ' ἄριστον σφίσι παρασκευαζόντων, παρῆσαν καὶ παρὰ τὰς τοῦ ποταμοῦ 4.3.2 ὄχθας ὡς ἐς μάχην ἐτάξαντο. ἔστι δὲ ποταμὸς ὁ ταύτῃ ῥέων ἀένναος μὲν, οὕτω δὲ τὸ ῥεῦμα βραχὺς ὥστε οὐδὲ ὀνόματος ἰδίου πρὸς τῶν ἐπιχωρίων μεταλαγχάνει, 4.3.3 ἀλλ' ἐν ῥύακος μοίρᾳ ὠνόμασται. τούτου δὴ τοῦ ποταμοῦ Ῥωμαῖοι ἐς τὴν ἑτέραν ὄχθην ὡς ἐκ τῶν παρόντων παρασκευασάμενοι ἧκον καὶ ἐτάξαντο ὧδε. 4.3.4 κέρας μὲν τὸ ἀριστερὸν Μαρτῖνός τε καὶ Βαλεριανὸς καὶ Ἰωάννης καὶ Κυπριανός τε καὶ Ἀλθίας καὶ Μάρκελλος εἶχον καὶ ὅσοι ἄλλοι φοιδεράτων ἄρχοντες ἦσαν, τὸ δὲ δὴ δεξιὸν Πάππος τε καὶ Βαρβᾶτος καὶ 4.3.5 Ἀιγὰν καὶ ὅσοι τῶν ἱππικῶν καταλόγων ἦρχον. κατὰ δὲ τὸ μέσον Ἰωάννης ἐτάσσετο, τούς τε ὑπασπιστὰς καὶ δορυφόρους Βελισαρίου καὶ σημεῖον τὸ στρατηγι4.3.6 κὸν ἐπαγόμενος. οὗ δὴ καὶ Βελισάριος εἰς καιρὸν ξὺν τοῖς πεντακοσίοις ἱππεῦσιν ἀφίκετο, τοὺς πεζοὺς 4.3.7 ὄπισθεν βάδην προσιόντας ἀπολιπών. οἱ γὰρ Οὖννοι ἅπαντες ἐν ἄλλῃ ἐτάξαντο χώρᾳ, εἰθισμένον μὲν σφίσι καὶ πρότερον ἥκιστα ἐπιμίγνυσθαι τῷ Ῥωμαίων στρατῷ, τότε δὲ καὶ ἐν νῷ ἃ προδεδήλωται ἔχουσιν οὐκ ἦν βουλομένοις ξὺν τῇ ἄλλῃ στρατιᾷ τάσσεσθαι. Ῥω4.3.8 μαίοις μὲν οὖν τὰ τῆς τάξεως ὧδέ πη εἶχε. Βανδίλων δὲ κέρας μὲν ἑκάτερον οἱ χιλίαρχοι εἶχον, ἕκαστός τε ἡγεῖτο τοῦ ἀμφ' αὐτὸν λόχου, κατὰ δὲ δὴ τὸ μέσον Τζάζων ἦν ὁ τοῦ Γελίμερος ἀδελφὸς, ὄπισθεν δὲ οἱ 4.3.9 Μαυρούσιοι ἐτετάχατο. αὐτὸς μέντοι ὁ Γελίμερ πανταχόσε περιιὼν ἐνεκελεύετό τε καὶ ἐς εὐτολμίαν ἐνῆγε. προείρητο δὲ Βανδίλοις ἅπασι μήτε δορατίῳ μήτε ἄλλῳ ὁτῳοῦν ὀργάνῳ ἐς ξυμβολὴν τήνδε, ὅτι μὴ τοῖς ξίφεσι, χρῆσθαι. 4.3.10 Χρόνου δὲ τριβέντος συχνοῦ καὶ μάχης οὐδενὸς ἄρχοντος Ἰωάννης τῶν ἀμφ' αὐτὸν ὀλίγους ἀπολέξας Βελισαρίου γνώμῃ τόν τε ποταμὸν