359
κεκρατηκόσιν ὑπείκειν· οὐδὲ «μὴν ἄδοξον τὸ τύχῃ τῇ παρούσῃ ἑπομένους βιῶναι. 8.12.5 «ἀνάγκη γὰρ οὐδὲ ἀγαθῆς τινος ἐλπίδος τυχοῦσα τὴν «ἀτιμίαν ἐκφεύγει δικαίως, ἢν καὶ τῶν ἔργων περι»βάλληται τὰ αἰσχρότατα. κακῷ γὰρ τῷ ἀμηχάνῳ τὸ 8.12.6 «σύγγνωμον ἕπεσθαι πέφυκε. μὴ τοίνυν τὴν ἀπό»νοιαν ἐν προὔπτῳ ζηλοῦτε κινδύνῳ, μηδὲ τῆς σω»τηρίας τὴν ἀλαζονείαν ἀλλάξασθε, ἀλλ' ἐνθυμεῖσθε «ὡς ἀναβιώσεσθαι μὲν τοὺς τετελευτηκότας ἀδύνατον, «οἱ δὲ περιόντες καὶ χρόνῳ διαχρήσονται σφᾶς αὐτοὺς 8.12.7 «ὕστερον, ἤν γε τοῦτο κρεῖσσον εἶναι δοκῇ. βουλεύ»σασθε οὖν τὴν ὑστάτην βουλὴν καὶ περισκοπεῖσθε τὰ «ξύμφορα, ἐκεῖνο εἰδότες, ὡς ταῦτα ἂν τῶν βουλευ»μάτων τὰ βέλτιστα εἴη ἐν οἷς τὸ μεταμέλειν τοῖς 8.12.8 «βουλευσαμένοις ἐν ἐξουσίᾳ ἔσται. ὡς ἡμεῖς γε ὑμᾶς «καὶ ζυγομαχοῦντας οἰκτείρομεν καὶ θανατώντων φει»δόμεθα καὶ πρὸς τὸν βίον ἐνδιαθρυπτομένους τε καὶ «βλακεύοντας ἐλεεῖν ἀξιοῦμεν, ᾗ Ῥωμαίοις Χριστιανοῖς 8.12.9 «νόμος. ἄλλο τε ὑμῖν περιέσται οὐδὲν, πλήν γε δὴ «ὅτι τὴν πολιτείαν ἐπὶ τὰ βελτίω μεταβαλόντες Ἰου»στινιανὸν ἀντὶ Χοσρόου κύριον ἕξετε· ὑπὲρ γὰρ τού8.12.10 «των ὑμῖν καὶ τὰ πιστὰ δώσειν ὁμολογοῦμεν. μὴ «τοίνυν ὑμᾶς αὐτοὺς διαχρήσησθε, παρὸν σώζεσθαι. «οὐ γὰρ εὐτυχὲς ἐμφιλοχωρεῖν τοῖς δεινοῖς ἐπ' οὐδεμιᾷ «τὸ παράπαν ὀνήσει, ἐπεὶ οὐκ ἀνδραγαθίζεσθαι, ἀλλὰ 8.12.11 «θανατᾶν τοῦτό γε. γενναῖος δὲ ὃς ἂν ἐγκαρτερῇ τὰ «δεινότατα, ἡνίκα τι προσδοκᾷ ἀπ' αὐτοῦ χρήσιμον. «οὐ γὰρ ἐπαινοῦσι τὴν ἑκούσιον τελευτὴν ἄνθρωποι, «ἔνθα δή τις ἐπίκειται κρείσσων τῷ κατ' αὐτὴν κιν»δύνῳ ἐλπὶς, ἀλλὰ βίου μὲν καταστροφὴ ἄχρηστος «ἄνοια προπετὴς, τὸ δὲ εἰς θάνατον ἀνόητον θράσος «τοῦ δραστηρίου πρόσχημα οὐκ εὐπρεπὲς τοῖς γε σώ8.12.12 «φροσιν εἶναι δοκεῖ. καίτοι καὶ τοῦτο ἐκλογίζεσθαι «χρὴ, μή τι δόξητε καὶ εἰς τὸ θεῖον ἀγνωμονεῖν. εἰ «γὰρ ἀπολεῖν ἐβούλετο, ὦ ἄνδρες, ὑμᾶς, οὐκ ἂν, οἶμαι, 8.12.13 «παραδεδώκει τοῖς διασώζειν ἐφιεμένοις. τὰ μὲν οὖν «παρ' ἡμῶν τοιαῦτά ἐστι. βουλεύσεσθε δὲ ὑμεῖς δη»λονότι, ὧνπερ ἀξίοις ὑμῖν ξυμβαίνει εἶναι.» 8.12.14 Ἡ μὲν παραίνεσις ταύτῃ πη εἶχε. Πέρσαι δὲ τοὺς λόγους οὐδὲ ὅσον ἀκοῇ δέχεσθαι ἤθελον, ἀλλ' ἐθελο8.12.15 κωφοῦντες ὅτι δὴ οὐκ ἐπαΐοιεν προσεποιοῦντο. καὶ τότε, τοῦ στρατηγοῦ ἐγκελευσαμένου, Ῥωμαῖοι πῦρ τῇ ἀκροπόλει ἐμβέβληνται, τῷ τρόπῳ τούτῳ ἐνδώσειν τὰ 8.12.16 σώματα σφίσι τοὺς πολεμίους οἰόμενοι. τῆς δὲ φλογὸς ἐπὶ μέγα χωρούσης οἱ βάρβαροι, τοῦ πάθους αὐτοῖς ἐν ὀφθαλμοῖς ὄντος, ἐξεπιστάμενοι ὅτι δὴ σφίσιν αὐτίκα δὴ μάλα τετεφρῶσθαι ξυμβήσεται, ἐλπίδα οὐδεμίαν ἔχοντες, οὐδὲ εἰδότες καθ' ὅ τι σωθήσονται ἀμυνόμενοι, οὐδ' ὣς ὑποχείριοι τοῖς πολεμίοις γενέσθαι ἤθελον, ἀλλὰ ξὺν τῇ ἀκροπόλει εὐθὺς ἅπαντες, θαυμάζοντος τὰ ποιούμενα τοῦ Ῥωμαίων στρατοῦ, κατα8.12.17 φλεγόμενοι διεφθάρησαν. δι' ὅσης τε σπουδῆς ὁ Χοσρόης Λαζικὴν ἦγε, τηνικάδε φανερὸν γέγονεν· ὅς γε στρατιώτας μὲν τοὺς πάντων λογιμωτάτους ἀπολεξάμενος ἐν τῷ τῆς Πέτρας κατεστήσατο φυλακτηρίῳ, ὅπλα δὲ κατέθετο τοσαῦτα τὸ πλῆθος, ὥστε ληϊσαμένων αὐτὰ Ῥωμαίων στρατιώτῃ ἑκάστῳ πέντε ἀνδρῶν ἐπιβαλεῖν σκευὴν, καίτοι κἀν τῇ ἀκροπόλει πολλὰ καυ8.12.18 θῆναι ξυνέβη. εὕρηται δὲ καὶ σίτου καὶ τεταριχευμένων κρεῶν μέγα τι χρῆμα καὶ τῶν ἄλλων ἐπιτηδείων, ὅσα δὴ ἔμελλε πενταετὲς τοῖς πολιορκουμένοις 8.12.19 πᾶσιν ἐπαρκέσειν. οἶνον δὲ οὐκ ἔτυχον ἐνταῦθα καταθέμενοι Πέρσαι, πλήν γε ὅτι τόν τε ὀξίνην καὶ διαρκῆ 8.12.20 κύαμον. ἐπεὶ δὲ καὶ ὕδωρ ἐκ τοῦ ὀχετοῦ ἐπιρρέον ἐνταῦθα Ῥωμαῖοι εὗρον, ἐν θαύματι μεγάλῳ γενόμενοι διηποροῦντο, ἕως τὸν πάντα λόγον ἀμφὶ τοῖς κρυφίοις ὀχετοῖς ἔμαθον. ὅ τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω. 8.12.21 Ἡνίκα Πέτραν ὁ Χοσρόης ἑλὼν τῇδε τὸ φυλακτήριον κατεστήσατο, εὖ εἰδὼς ὡς Ῥωμαῖοι προσεδρεύσουσι μὲν αὐτῇ μηχανῇ πάσῃ, εὐθὺς δὲ διελεῖν τὴν ὀχεταγωγίαν μελλήσει οὐδεμιᾷ ἐγχειρήσουσιν, ἐπενόει 8.12.22 τοιάδε. τοῦτο δὴ τὸ ὕδωρ, ὅπερ ἐς τὴν πόλιν εἰσήγετο, ἐς τρεῖς διελὼν μοίρας κατώρυχά τε βαθεῖαν κομιδῆ ποιησάμενος, ὀχετοὺς ἐτεκτήνατο τρεῖς, τὸν ἕνα μὲν κάτω ἐς τῆς κατώρυχος