393
ὑποστὰς τοῦ φυγόν8.30.17 «τος πολλῷ ἔτι μᾶλλον ἐν ἀσφαλεῖ ἔσται. τοῦ δὲ τῶν «πολεμίων ὁμίλου ὑπερφρονεῖν ἄξιον, ἐξ ἐθνῶν ξυνει»λεγμένων ὅτι μάλιστα πλείστων. ξυμμαχία γὰρ πολλα»χόθεν ἐρανισθεῖσα οὔτε τὴν πίστιν οὔτε τὴν δύναμιν «ἀσφαλῆ φέρεται, ἀλλὰ σχιζομένη τοῖς γένεσι μερίζεται 8.30.18 «καὶ ταῖς γνώμαις εἰκότως. μηδὲ γὰρ οἴεσθε Οὔννους «τε καὶ Λαγγοβάρδας καὶ Ἐρούλους ποτὲ, χρημάτων «αὐτοῖς μεμισθωμένους οὐκ οἶδα ὁπόσων, προκινδυνεύ8.30.19 «σειν αὐτῶν ἄχρι ἐς θάνατον. οὐ γὰρ οὕτως αὐτοῖς ἡ «ψυχὴ ἄτιμος ὥστε καὶ ἀργυρίου τὰ δευτερεῖα παρ' αὐτοῖς «φέρεσθαι, ἀλλ' εὖ οἶδα ὡς μάχεσθαι τὰ ἐς τὴν ὄψιν «ποιούμενοι ἐθελοκακήσουσιν αὐτίκα δὴ μάλα, ἢ κεκο»μισμένοι τὴν μίσθωσιν, ἢ τὴν ἐπίταξιν ὑποτετελεκότες 8.30.20 «τῶν ἐν σφίσιν ἀρχόντων. τοῖς γὰρ ἀνθρώποις καὶ «τὰ τῶν πραγμάτων τερπνότατα δοκοῦντα εἶναι μὴ «ὅτι πολέμια, ἢν μὴ κατὰ γνώμην αὐτοῖς πράσσηται, «ἀλλὰ βιασθεῖσιν ἢ μισθαρνήσασιν ἢ ἄλλῳ τῳ ἀναγκα»σθεῖσιν, οὐκέτι αὐτοῖς ἐπὶ τὸ καταθύμιον ἀποκεκρί»σθαι ξυμβήσεται, ἀλλὰ τῷ ἀναγκαίῳ μοχθηρὰ φαίνεται. «ὧν ἐνθυμηθέντες προθυμίᾳ τῇ πάσῃ ὁμόσε τοῖς πο»λεμίοις χωρήσωμεν.» 8.31.1 Τοσαῦτα μὲν οὖν καὶ ὁ Τουτίλας εἶπε. τὰ δὲ στρατεύματα ἐς μάχην ξυνῄει καὶ ἐτάξαντο ὧδε. μετωπηδὸν μὲν ἀμφοτέρωθεν ἅπαντες ἔστησαν, ὡς βαθύτατόν τε καὶ περίμηκες τῆς φάλαγγος τὸ μέτωπον 8.31.2 ποιησόμενοι. τῶν δὲ Ῥωμαίων κέρας μὲν τὸ ἀριστερὸν Ναρσῆς τε καὶ Ἰωάννης ἀμφὶ τὸ γεώλοφον εἶχον καὶ ξὺν αὐτοῖς εἴ τι ἄριστον ἐν τῷ Ῥωμαίων στρατῷ 8.31.3 ἐτύγχανεν ὄν· ἑκατέρῳ γὰρ τῶν ἄλλων χωρὶς στρατιωτῶν, δορυφόρων τε καὶ ὑπασπιστῶν καὶ βαρβάρων Οὔννων εἵπετο πλῆθος ἀριστίνδην συνειλεγμένων· 8.31.4 κατὰ δὲ δεξιὸν Βαλεριανός τε καὶ Ἰωάννης ὁ Φαγᾶς σὺν τῷ ∆αγισθαίῳ καὶ οἱ κατάλοιποι Ῥωμαῖοι ἐτάξαντο 8.31.5 πάντες. πεζοὺς μέντοι τοξότας ἐκ τῶν καταλόγου στρατιωτῶν ὀκτακισχιλίους μάλιστα ἔστησαν ἐς ἄμφω τὰ κέρα. κατὰ δὲ τὰ μέσα τῆς φάλαγγος τούς τε Λαγγοβάρδας καὶ τὸ Ἐρούλων ἔθνος καὶ πάντας τοὺς ἄλλους βαρβάρους ὁ Ναρσῆς ἔταξεν, ἔκ τε τῶν ἵππων ἀποβιβάσας καὶ πεζοὺς εἶναι καταστησάμενος, ὅπως ἂν μὴ κακοὶ ἐν τῷ ἔργῳ γενόμενοι ἢ ἐθελοκακοῦντες, ἂν 8.31.6 οὕτω τύχῃ, ἐς ὑπαγωγὴν ὀξύτεροι εἶεν. τὸ μέντοι πέρας κέρως τοῦ εὐωνύμου τῶν Ῥωμαίων μετώπου Ναρσῆς ἐγγώνιον κατεστήσατο, πεντακοσίους τε καὶ 8.31.7 χιλίους ἱππεῖς ἐνταῦθα στήσας. προείρητο δὲ τοῖς μὲν πεντακοσίοις τε καὶ χιλίοις, ἐπειδὰν τάχιστα τῶν Ῥωμαίων τισὶ τραπῆναι ξυμβαίη, ἐπιβοηθεῖν αὐτοῖς ἐν σπουδῇ, τοῖς δὲ χιλίοις, ὁπηνίκα οἱ τῶν πολεμίων πεζοὶ ἔργου ἄρχωνται, κατόπισθέν τε αὐτῶν αὐτίκα 8.31.8 γενέσθαι καὶ ἀμφιβόλους ποιήσασθαι. καὶ ὁ Τουτίλας δὲ τρόπῳ τῷ αὐτῷ τοῖς πολεμίοις ἀντίαν τὴν στρατιὰν ξύμπασαν ἔστησε. καὶ περιιὼν τὴν οἰκείαν παράταξιν τοὺς στρατιώτας παρεθράσυνέ τε καὶ παρεκάλει 8.31.9 ἐς εὐτολμίαν προσώπῳ καὶ λόγῳ. καὶ ὁ Ναρσῆς δὲ ταὐτὸ τοῦτο ἐποίει, ψέλλιά τε καὶ στρεπτοὺς καὶ χαλινοὺς χρυσοῦς ἐπὶ κοντῶν μετεωρίσας καὶ ἄλλα ἄττα τῆς ἐς τὸν κίνδυνον προθυμίας ὑπεκκαύματα ἐνδεικ8.31.10 νύμενος. χρόνον δέ τινα μάχης οὐδέτεροι ἦρχον, ἀλλ' ἡσυχῆ ἀμφότεροι ἔμενον, προσδεχόμενοι τὴν τῶν ἐναντίων ἐπίθεσιν. 8.31.11 Μετὰ δὲ εἷς ἐκ τοῦ Γότθων στρατοῦ, Κόκκας ὄνομα, δόξαν ἐπὶ τῷ δραστηρίῳ διαρκῶς ἔχων, τὸν ἵππον ἐξελάσας, ἄγχιστα ἦλθε τοῦ Ῥωμαίων στρατοῦ, προὐκαλεῖτό τε, εἴ τίς οἱ βούλοιτο πρὸς μονομαχίαν ἐπεξ8.31.12 ιέναι. ὁ δὲ Κόκκας οὗτος εἷς τῶν Ῥωμαίων στρατιωτῶν ἐτύγχανεν ὢν τῶν παρὰ Τουτίλαν ἀπηυτο8.31.13 μοληκότων τὰ πρότερα. καί οἱ αὐτίκα τῶν τις Ναρσοῦ δορυφόρων ἀντίος ἔστη, Ἀρμένιος γένος, Ἀνζαλᾶς 8.31.14 ὄνομα, καὶ αὐτὸς ἵππῳ ὀχούμενος. ὁ μὲν οὖν Κόκκας ὁρμήσας πρῶτος ὡς τῷ δόρατι παίσων ἐπὶ τὸν πολέ8.31.15 μιον ἵετο, καταστοχαζόμενος τῆς ἐκείνου γαστρός. ὁ δ' Ἀνζαλᾶς ἐξαπιναίως τὸν ἵππον ἐκκλίνας ἀνόνητον αὐτὸν κατεστήσατο γενέσθαι τῆς οἰκείας ὁρμῆς. ταύτῃ τε αὐτὸς ἐκ πλαγίου τοῦ πολεμίου γενόμενος ἐς πλευρὰν 8.31.16 αὐτοῦ τὴν ἀριστερὰν τὸ δόρυ