164
ἄποθεν Μαυρουσίων μυριάδες πολλαὶ, ὧν ἄλλοι τε πολλοὶ καὶ 4.17.9 Ἰαύδας καὶ Ὀρταΐας ἦρχον. οὐ μέντοι ἅπαντες πιστοὶ τοῖς ἀμφὶ τὸν Στότζαν ἐτύγχανον ὄντες, ἀλλὰ πολλοὶ παρὰ Γερμανὸν πέμποντες πρότερον ὡμολόγουν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ξὺν τῷ βασιλέως στρατῷ 4.17.10 ἐπὶ τοὺς πολεμίους τετάξεσθαι. οὐ μὴν αὐτοῖς πιστεύειν παντάπασιν ὁ Γερμανὸς εἶχεν, ἐπεὶ ἄπιστον φύσει τὸ 4.17.11 Μαυρουσίων γένος ἐστὶν ἐς πάντας ἀνθρώπους. διὸ δὴ οὐδὲ ξὺν τοῖς στασιώταις ἐτάξαντο, ἀλλ' ὄπισθεν ἔμενον, καραδοκοῦντες τὸ ἐσόμενον, ὅπως ξὺν τοῖς νικήσουσι καὶ αὐτοὶ τὴν δίωξιν ἐπὶ τοὺς ἡσσημένους 4.17.12 ποιήσωνται. Μαυρούσιοι μὲν τοιαύτῃ γνώμῃ οὐκ ἀνα4.17.13 μιγνύμενοι τοῖς στασιώταις ὄπισθεν εἵποντο. Στότζας δὲ ἄγχιστά πη τῶν πολεμίων γενόμενος, ἐπειδὴ σημεῖον τὸ Γερμανοῦ εἶδε, τοῖς παροῦσιν ἐγκελευσάμενος ἐπ' 4.17.14 αὐτὸν ᾔει. Ἔρουλοι δὲ, ὅσοι στασιῶται ἀμφ' αὐτὸν τεταγμένοι ἐτύγχανον, οὐδὲ εἵποντο, ἀλλὰ καὶ παντὶ σθένει ἐκώλυον, φάσκοντες οὐκ εἰδέναι μὲν τὴν Γερμανοῦ δύναμιν, ὁποία ποτέ ἐστιν, ἐξεπίστασθαι μέντοι ὡς οὐδαμῆ σφίσιν ἀνθέξουσιν ὅσοι ἐς κέρας τὸ δεξιὸν 4.17.15 τῶν πολεμίων ἐτάξαντο. ἢν μὲν οὖν ἐπ' ἐκείνους χωρήσαιεν, αὐτοί τε οὐχ ὑποστάντες ἐς φυγὴν τρέψονται καὶ τὸ ἄλλο στράτευμα, ὡς τὸ εἰκὸς, συνταράξουσιν· ἢν δέ γε σφᾶς ἀπωσάμενος Γερμανὸς τρέψηται, ἅπαντα σφίσι διαφθαρήσεται αὐτίκα δὴ μάλα τὰ 4.17.16 πράγματα. τούτοις ὁ Στότζας ἀναπεισθεὶς τοὺς μὲν ἄλλους τοῖς ἀμφὶ Γερμανὸν μάχεσθαι εἴασεν, αὐτὸς δὲ ξὺν τοῖς ἀρίστοις ἐπί τε Ἰωάννην καὶ τοὺς ξὺν 4.17.17 αὐτῷ τεταγμένους ᾔει. οἱ δὲ οὐχ ὑποστάντες κόσμῳ οὐδενὶ ἐς φυγὴν ὥρμηντο. οἵ τε στασιῶται πάντα μὲν τὰ σημεῖα αὐτῶν εὐθὺς ἔλαβον, φεύγοντας δὲ ἀνὰ κράτος ἐδίωκον, τινὲς δὲ καὶ ἐπὶ τοὺς πεζοὺς ἤλαυνον, ἤδη τε τὴν τάξιν ἐκλείπειν οἱ πεζοὶ ἤρξαντο. 4.17.18 ἐν τούτῳ δὲ Γερμανὸς αὐτός τε τὸ ξίφος σπασάμενος καὶ ἅπαν τὸ ταύτῃ στράτευμα ἐς τοῦτο ὁρμήσας, πόνῳ τε πολλῷ τοὺς κατ' αὐτὸν στασιώτας ἐτρέψατο καὶ 4.17.19 δρόμῳ ἐπὶ τὸν Στότζαν ἐχώρησε. τούτου δέ οἱ ἐνταῦθα τοῦ ἔργου καὶ τῶν ἀμφὶ Ἰλδίγερά τε καὶ Θεόδωρον ξυναραμένων, οὕτως ἀλλήλοις ἑκάτεροι ἀνεμίγνυντο, ὥστε διώκοντες οἱ στασιῶται τῶν τινας πολεμίων ὑφ' ἑτέρων καταλαμβανόμενοι ἔθνησκον. 4.17.20 τῆς τε ξυγχύσεως ἐπὶ μέγα χωρούσης οἱ μὲν ἀμφὶ Γερμανὸν, ὄπισθεν ἰόντες, ἔτι μᾶλλον ἐνέκειντο, οἱ δὲ στασιῶται ἐς πολὺ δέος ἐμπεπτωκότες οὐκέτι ἐς 4.17.21 ἀλκὴν ἔβλεπον. ἔνδηλοι μέντοι οὐδέτεροι οὔτε σφίσιν αὐτοῖς οὔτε ἀλλήλοις ἐγίνοντο. μιᾷ τε γὰρ φωνῇ καὶ τῇ αὐτῇ τῶν ὅπλων σκευῇ οἱ πάντες ἐχρῶντο, οὔτε μορφῇ τινι οὔτε σχήματι οὔτε ἄλλῳ ὁτῳοῦν διαλλάσ4.17.22 σοντες. διὸ δὴ Γερμανοῦ γνώμῃ οἱ τοῦ βασιλέως στρατιῶται, ὅτου ἂν λάβοιντο, ἐπυνθάνοντο ὅστις ποτὲ εἴη· ἔπειτα, ἤν τις Γερμανοῦ στρατιώτης φήσειεν εἶναι, οὐκοῦν τὸ Γερμανοῦ ξύμβολον ἐκέλευον λέγειν, 4.17.23 τοῦτο δὲ εἰπεῖν οὐδαμῆ ἔχοντα εὐθὺς ἔκτεινον. ἐν τούτῳ τῷ πόνῳ τὸν Γερμανοῦ ἵππον τῶν τις πολεμίων λαθὼν ἔκτεινεν, αὐτός τε ὁ Γερμανὸς ἐς τὸ ἔδαφος ἐκπεσὼν ἐς κίνδυνον ἦλθεν, εἰ μὴ κατὰ τάχος οἱ δορυφόροι ἐσώσαντο, φραξάμενοί τε ἀμφ' αὐτὸν καὶ ἀναβιβάσαντες ἐφ' ἕτερον ἵππον. 4.17.24 Ὁ μὲν οὖν Στότζας ἐν τῷ θορύβῳ τούτῳ ξὺν ὀλίγοις τισὶ διαφυγεῖν ἴσχυσε. Γερμανὸς δὲ τοῖς ἀμφ' αὑτὸν ἐγκελευσάμενος εὐθὺ τοῦ τῶν πολεμίων στρα4.17.25 τοπέδου ἐχώρησεν. ἐνταῦθά οἱ τῶν στασιωτῶν ὑπηντίαζον ὅσοι τοῦ χαρακώματος ἐπὶ τῇ φυλακῇ ἐτετάχατο. 4.17.26 μάχης τε ἀμφὶ τὴν αὐτοῦ εἴσοδον καρτερᾶς γενομένης παρ' ὀλίγον μὲν οἱ στασιῶται ἦλθον τοὺς ἐναντίους ἀπώσασθαι, πέμψας δὲ ὁ Γερμανὸς τῶν οἱ ἑπομένων τινὰς κατ' ἄλλην ἀποπειρᾶσθαι χώραν τοῦ στρατοπέδου 4.17.27 ἐκέλευεν. οἳ δὴ οὐδενὸς ταύτῃ ἀμυνομένου ἐντὸς τοῦ 4.17.28 χαρακώματος ξὺν βραχεῖ πόνῳ ἐγένοντο. οἵ τε στασιῶται κατιδόντες αὐτοὺς ἐς φυγὴν ὥρμηντο, καὶ 4.17.29 Γερμανὸς παντὶ τῷ ἄλλῳ στρατῷ ἐσεπήδησεν εἰς τὸ τῶν πολεμίων στρατόπεδον. ἐνταῦθα τὰ χρήματα οἱ στρατιῶται οὐδενὶ πόνῳ ἁρπάζοντες οὔτε τοὺς ἐναντίους ἐν λόγῳ ἐποιοῦντό τινι