196
τε καὶ Ῥωμαίους «ἄνωθεν ἔχουσαν ἐς τοῦτο τύχης οὐκ ἂν εὐξαίμην, «ἄλλως τε καὶ ὑπ' ἐμοῦ Ῥωμαίων στρατηγοῦντος, «ἐλθεῖν, μάλιστα ἐπεὶ βάρβαροι πολλοί μοι τὸ πλῆθος «ἐν τῷ στρατοπέδῳ εἰσὶν, ἀδελφοὺς ἢ ξυγγενεῖς πρὸ «τοῦδε ἀπολωλεκότες τοῦ τείχους· ὧν δὴ κατέχειν τὸν «θυμὸν, ἢν πολέμῳ τὴν πόλιν ἕλωσιν, οὐκ ἂν δυναί5.9.28 «μην. οὐκοῦν ἕως ἔτι τὸ τὰ ξυνοίσοντα ἑλέσθαι τε «καὶ πράσσειν ἐφ' ὑμῖν ἐστι, βουλεύσασθε μὲν τὰ «βελτίω, φύγετε δὲ ξυμφοράν· ἧς, ὡς τὸ εἰκὸς, ξυμ»πιπτούσης ὑμῖν οὐ τὴν τύχην δικαίως, ἀλλὰ τὴν ὑμε5.9.29 «τέραν αἰτιάσεσθε γνώμην.» τοσαῦτα εἰπὼν Βελισάριος Στέφανον ἀπεπέμψατο. ὃς ἐς Νεαπολιτῶν τὸν δῆμον παρῆλθε δεδακρυμένος τε καὶ πάντα ξὺν οἰμωγῇ 5.9.30 ἀγγέλλων ὅσα Βελισαρίου λέγοντος ἤκουσεν. οἱ δὲ (οὐδὲ γὰρ χρῆν Νεαπολίτας ἀθῴους βασιλεῖ κατηκόους γενέσθαι) οὔτε ἔδεισάν τι οὔτε Βελισαρίῳ προσχωρεῖν ἔγνωσαν. 5.10.1 Τότε δὴ καὶ αὐτὸς τὰ ἐς τὴν εἴσοδον κατεστήσατο ὧδε. ἄνδρας ἀμφὶ τετρακοσίους ἀπολεξάμενος περὶ λύχνων ἁφὰς καὶ ἄρχοντε αὐτοῖς ἐπιστήσας Μάγνον τε, ὃς ἱππικοῦ καταλόγου ἡγεῖτο, καὶ τὸν τῶν Ἰσαύρων ἀρχηγὸν Ἔννην, θωρακίσασθαί τε ἅπαντας καὶ τάς τε ἀσπίδας τά τε ξίφη ἀνελομένους ἡσυχάζειν, 5.10.2 ἄχρι αὐτὸς σημήνῃ, ἐκέλευε. καὶ Βέσσαν μεταπεμψάμενος αὐτοῦ μένειν ἐπήγγειλε· βούλεσθαι γὰρ ξὺν αὐτῷ βουλήν τινα περὶ τοῦ στρατοπέδου ποιήσασθαι· 5.10.3 καὶ ἐπειδὴ πόρρω ἦν τῶν νυκτῶν, Μάγνῳ τε καὶ Ἔννῃ τὰ σφίσι παρόντα εἰπὼν καὶ τὸ χωρίον ἐπιδείξας, οὗ πρότερον διελὼν τὸν ὀχετὸν ἔτυχε, τοῖς τετρακοσίοις ἐς τὴν πόλιν ἐξηγήσασθαι, λύχνα ἀνελο5.10.4 μένους, ἐκέλευε. καὶ ἄνδρας δύο ταῖς σάλπιγξι χρῆσθαι ἐπισταμένους ξὺν αὐτοῖς ἔπεμψεν, ὅπως, ἐπειδὰν τοῦ περιβόλου ἐντὸς γένωνται, τήν τε πόλιν ξυνταράξαι 5.10.5 καὶ τὰ πρασσόμενα σημῆναι σφίσιν οἷοί τε ὦσιν. αὐτὸς δὲ κλίμακας ὅτι πλείστας πρότερον πεποιημένας ἐν παρασκευῇ εἶχεν. οἱ μὲν οὖν ἐς τὸν ὀχετὸν ὑποδύντες ἐπὶ τὴν πόλιν ἐβάδιζον, αὐτὸς δὲ ξὺν τῷ Βέσσᾳ καὶ Φωτίῳ αὐτοῦ ἔμενε καὶ ξὺν αὐτοῖς ἅπαντα ἔπρασσε. 5.10.6 πέμψας δὲ καὶ ἐς τὸ στρατόπεδον, ἐγρηγορέναι τε καὶ τὰ ὅπλα ἐν χερσὶν ἔχειν ἐπέταττε. καὶ πολλοὺς μέντοι ἀμφ' αὑτὸν εἶχεν, οὓς δὴ εὐτολμοτάτους ᾤετο εἶναι, τῶν δὲ ἐπὶ τὴν πόλιν ἰόντων οἱ ὑπὲρ ἥμισυ κατωρρω5.10.7 δηκότες τὸν κίνδυνον ὀπίσω ἀπεκομίζοντο. οὓς ἐπεὶ Μάγνος ἕπεσθαί οἱ, καίπερ πολλὰ παραινέσας, οὐκ 5.10.8 ἔπειθε, παρὰ τὸν στρατηγὸν ξὺν αὐτοῖς ἐπανῆκε. τούτους δὲ Βελισάριος κακίσας καὶ τῶν ἀμφ' αὑτὸν ἀπολέξας διακοσίους σὺν Μάγνῳ ἰέναι ἐκέλευεν. ὧν δὴ καὶ Φώτιος ἡγεῖσθαι θέλων, ἐς τὴν διώρυχα ἐσεπή5.10.9 δησεν· ἀλλὰ Βελισάριος αὐτὸν διεκώλυσεν. αἰσχυνθέντες δὲ τοῦ τε στρατηγοῦ καὶ Φωτίου τὴν λοιδορίαν καὶ ὅσοι τὸν κίνδυνον ἔφευγον, αὖθις αὐτὸν ὑποστῆναι 5.10.10 τολμήσαντες ξὺν αὐτοῖς εἵποντο. Βελισάριος δὲ δείσας μὴ τῶν πολεμίων τισὶ τῶν πρασσομένων αἴσθησις γένηται, οἳ δὴ ἐς τὸν πύργον φυλακὴν εἶχον ὃς τοῦ ὀχετοῦ ἄγχιστα ἐτύγχανεν ὢν, ἐνταῦθά τε ἦλθε καὶ Βέσσαν ἐκέλευε τῇ Γότθων φωνῇ διαλέγεσθαι τοῖς ταύτῃ βαρβάροις, ὅπως δὴ μή τις αὐτοῖς ἐκ τῶν 5.10.11 ὅπλων πάταγος ἔναυλος εἴη. καὶ Βέσσας μὲν αὐτοῖς ἀναβοήσας μέγα προσχωρεῖν Βελισαρίῳ παρῄνει, πολλὰ 5.10.12 σφίσιν ἐπαγγελλόμενος ἀγαθὰ ἔσεσθαι. οἱ δὲ ἐτώθαζον, πολλὰ ἐς Βελισάριόν τε καὶ βασιλέα ὑβρίζοντες. ταῦτα μὲν οὖν Βελισαρίῳ καὶ Βέσσᾳ ἐπράσσετο τῇδε. 5.10.13 Ὁ δὲ Νεαπόλεως ὀχετὸς οὐκ ἄχρι ἐς τὸ τεῖχος καλύπτεται μόνον, ἀλλ' οὕτω τῆς πόλεως ἐπὶ πλεῖστον διήκει, κύρτωμα ἐκ πλίνθου ὠπτημένης ὑψηλὸν ἔχων, ὥστε γενόμενοι ἐντὸς τοῦ περιβόλου οἱ ἀμφὶ Μάγνον τε καὶ Ἔννην ἅπαντες οὐδὲ ὅπου ποτὲ γῆς εἰσι ξυμ5.10.14 βάλλεσθαι ἐδύναντο. οὐ μὴν οὐδέ πη ἀποβαίνειν ἐνθένδε εἶχον, ἕως οἱ πρῶτοι ἐς χῶρον ἵκοντο, οὗ τὸν ὀχετὸν ἀνώροφον ξυνέπεσεν εἶναι καὶ οἴκημα ἦν κο5.10.15 μιδῆ ἀπημελημένον. ἐνταῦθα ἔσω γυνή τις ᾤκει, μόνη τε οὖσα καὶ πενίᾳ πολλῇ ξυνοικοῦσα, καὶ δέν5.10.16 δρον ἐλαίας καθύπερθεν τοῦ ὀχετοῦ ἐπεφύκει. οὗτοι ἐπειδὴ τόν τε οὐρανὸν εἶδον καὶ ἐν μέσῃ πόλει ᾔσθοντο εἶναι, ἐκβαίνειν μὲν