326
καὶ ἄλλοις χωρίοις πολλοῖς καὶ χρήμασι 7.33.11 μεγάλοις ἄγαν. διά τοι τοῦτο ἐξ ἠθῶν τῶν πατρίων Λαγγοβάρδαι ἐξαναστάντες ἐνθένδε ποταμοῦ Ἴστρου 7.33.12 ἱδρύσαντο, Γηπαίδων οὐ πολλῷ ἄποθεν. καὶ αὐτοὶ μὲν ∆αλμάτας τε καὶ Ἰλλυριοὺς μέχρι τῶν Ἐπιδάμνου ὁρίων ληϊσάμενοι ἠνδραπόδισαν, ἐπειδή τε τῶν τινες αἰχμαλώτων ἐνθένδε φυγόντες οἴκαδε ἀποκομίζεσθαι ἴσχυσαν, περιιόντες τὴν Ῥωμαίων ἀρχὴν οἱ βάρβαροι οὗτοι ἅτε Ῥωμαίοις ἔνσπονδοι ὄντες ἤν τινας τῶν ἀποδράντων ἐπιγνοῖεν ἐνταῦθα, ὥσπερ ἀνδραπόδων οἰκείων δεδραπετευκότων ἐπελαμβάνοντο, τῶν τε γειναμένων ἀφέλκοντες ἐς τὰ οἰκεῖα ξὺν αὑτοῖς ἐκομί7.33.13 ζοντο, οὐδενὸς σφίσιν ἀντιστατοῦντος. καὶ ἄλλα μέντοι ∆ακίας χωρία δόντος βασιλέως Ἔρουλοι ἔσχον ἀμφὶ πόλιν Σιγγιδόνον, οὗ δὴ ἵδρυνται νῦν, Ἰλλυριούς τε καὶ τὰ ἐπὶ Θρᾴκης χωρία καταθέοντες καὶ ληϊζόμενοι ἐκ τοῦ ἐπὶ πλεῖστον. τινὲς δὲ αὐτῶν καὶ Ῥωμαίων στρατιῶται γεγένηνται ἐν τοῖς φοιδεράτοις κα7.33.14 λουμένοις ταττόμενοι. ἡνίκα οὖν Ἐρούλων ἐς Βυζάντιον πρέσβεις σταλεῖεν, τούτων δὴ τῶν ἀνδρῶν, οἳ τοὺς Ῥωμαίων κατηκόους ληΐζονται, τὰς συντάξεις ἁπάσας πρὸς βασιλέως κεκομισμένοι πόνῳ οὐδενὶ ἀπαλλάσσονται. 7.34.1 Οὕτω μὲν οἱ βάρβαροι διεδάσαντο τὴν Ῥωμαίων ἀρχήν. χρόνῳ δὲ ὕστερον Γήπαιδές τε καὶ Λαγγοβάρδαι ἅτε δὴ ἐν γειτόνων πη ᾠκημένοι ἀλλή7.34.2 λοις διάφοροι γεγένηνται ἐς τὰ μάλιστα. πολεμησείοντές τε προθυμίᾳ τῇ πάσῃ ἐς ἀλλήλους ἑκάτεροι ὤργων τοῖς πολεμίοις διὰ μάχης ἰέναι, χρόνος τε τῇ ξυμβολῇ 7.34.3 τακτὸς ὥριστο. Λαγγοβάρδαι δὲ οὐκ ἂν οἰόμενοι Γήπαισιν ἀξιόμαχοι κατὰ μόνας αὐτοὶ ἔσεσθαι (πλήθει γὰρ αὐτοὺς ἐλασσοῦσθαι τῶν πολεμίων ξυνέβαινε) 7.34.4 Ῥωμαίους ἔγνωσαν ἐς ξυμμαχίαν ἐπαγαγέσθαι. πέμψαντες οὖν παρὰ βασιλέα Ἰουστινιανὸν πρέσβεις στράτευμα σφίσιν ἐδέοντο πέμψαι. ὅπερ ἐπεὶ Γήπαιδες ἔγνωσαν, πέμπουσι καὶ αὐτοὶ ἐς Βυζάντιον πρέσβεις ὑπὲρ τῶν αὐτῶν δεησομένους. ἦρχε δὲ τότε Γηπαίδων 7.34.5 μὲν Θορισὶν ὄνομα, τῶν δὲ ἑτέρων Αὐδουίν. βασιλεὺς δὲ Ἰουστινιανὸς λόγους μὲν τοὺς πρὸς ἀμφοτέρων ἀκούειν ἔγνω, οὐχ ἅμα μέντοι ξυνιόντων, ἀλλὰ καὶ 7.34.6 χωρὶς παρ' αὐτὸν γινομένων. ἐν τοῖς πρῶτοι οὖν Λαγγοβάρδαι βασιλεῖ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε «Ἡμῖν μὲν, ὦ βασιλεῦ, καταπεπλῆχθαι τῇ Γηπαίδων «ἀτοπίᾳ ξυμβαίνει, οἵ γε τοσαῦτά τε τὸ πλῆθος καὶ «τοιαῦτα τὸ μέγεθος ἐς τὴν ὑμετέραν παρανενομηκότες «ἀρχὴν νῦν καὶ τὴν μεγίστην τῶν ὕβρεων ὑμῖν κο7.34.7 «μιοῦντες ἐφ' ὑμᾶς ἥκουσιν. οὗτοι γὰρ ἂν μόνοι τὰ «ἔσχατα ἐς τοὺς πέλας ὑβρίζοιεν, οἳ λίαν αὐτοὺς «εὐπετεῖς εἰς τὸ ἐξαπατᾶσθαι οἰόμενοι τῆς τῶν ἠδικη»μένων ἀπολαύσοντες εὐηθείας παρ' αὐτοὺς ἥκοιεν. 7.34.8 «ὑμᾶς δὲ διασκοπεῖσθαι τοσοῦτον αἰτοῦμεν, ὅπη ποτὲ «γνώμης τὰ ἐς φιλίαν Γήπαισιν ἔχει. οὕτω γὰρ ἂν «τὰ ξυνοίσοντα ὡς ἀσφαλέστατα ἐξεργάσαισθε τῇ Ῥω»μαίων ἀρχῇ, ἐπεὶ τοῖς ἀεὶ προγεγενημένοις τεκμη»ριοῦσθαι τὰ ἐσόμενα ξὺν τῷ ἀσφαλεῖ δύνανται ἄν7.34.9 «θρωποι. εἰ μὲν οὖν ἐς ἑτέρους τινὰς τὴν ἀγνωμο»σύνην ἐπιδεδεῖχθαι μόνον τὸ Γηπαίδων ἔθνος ξυνέβαινε, «πολλοῦ λόγου τε ἂν ἡμῖν καὶ χρόνου καὶ τῆς ἔξωθεν «μαρτυρίας ἐδέησε, διελέγχειν ἐφιεμένοις τὸν τῶν ἀν»δρῶν τρόπον· νῦν δὲ τὸ παράδειγμα ἐγγύθεν παρ' 7.34.10 «ὑμῶν αὐτῶν λαβεῖν πάρεστι. σκέψασθε γάρ· Γότθοι «μὲν τὴν ∆ακῶν χώραν ἐς φόρου ἀπαγωγὴν τὰ πρό»τερα εἶχον, Γήπαιδες δὲ τοῦ Ἴστρου ἐπὶ θάτερα τὸ «ἐξ ἀρχῆς ᾤκηντο ἅπαντες, Γότθων μὲν οὕτω κατεπτη»χότες τὴν δύναμιν ὥστε τὸν ποταμὸν διαπορθμεύε»σθαι οὐδὲ ὅσον ἀποπειράσασθαι πώποτε ἴσχυσαν, «ἔνσπονδοι δὲ καὶ φίλοι Ῥωμαίοις τὰ μάλιστα ὄντες «καὶ δῶρα πολλὰ τῷ τῆς φιλίας ὀνόματι κομιζόμενοι «ἀνὰ πᾶν ἔτος πρός τε τῶν ἔμπροσθεν βεβασιλευκό7.34.11 «των, καὶ παρὰ σοῦ μέντοι οὐδέν τι ἧσσον. ἡδέως «ἂν οὖν πυθοίμεθα τούτων δὴ τῶν ἀνδρῶν τί ποτε «ὑπὲρ τούτων αὐτοῖς ἐς Ῥωμαίους ἀγαθὸν εἴργασται. 7.34.12 «ἀλλ' οὐκ ἂν ἔχοιεν οὐ μικρὸν ἢ μέγα εἰπεῖν. ἕως «μὲν οὖν οὐκ εἶχον ἐφ' ὅτῳ ἂν ὑμᾶς ἀδικοῖεν, οὐ «γνώμῃ τινὶ, ἀλλ' ἀπορίᾳ