394
ὦσε. καὶ ὁ μὲν ἐκ τοῦ ἵππου πεσὼν ἐς τὸ ἔδαφος νεκρὸς ἔκειτο· κραυγὴ δὲ ἀπὸ τοῦ Ῥωμαίων στρατοῦ ὑπερφυὴς ἤρθη, οὐδ' 8.31.17 ὣς μέντοι μάχης τινὸς οὐδέτεροι ἦρξαν. Τουτίλας δὲ μόνος ἐν μεταιχμίῳ ἐγένετο, οὐ μονομαχήσων, ἀλλὰ τὸν καιρὸν τοῖς ἐναντίοις τοῦτον ἐκκρούσων. Γότθων γὰρ τοὺς ἀπολειπομένους δισχιλίους ἄγχιστά πη προσιέναι μαθὼν ἀπετίθετο ἐς τὴν αὐτῶν παρουσίαν τὴν 8.31.18 ξυμβολὴν, ἐποίει δὲ τάδε. πρῶτα μὲν οὐκ ἀπηξίου τοῖς πολεμίοις ἐνδείκνυσθαι ὅστις ποτὲ εἴη. τήν τε γὰρ τῶν ὅπλων σκευὴν κατακόρως τῷ χρυσῷ κατειλημμένην ἠμπίσχετο καὶ τῶν οἱ φαλάρων ὁ κόσμος ἔκ τε τοῦ πίλου καὶ τοῦ δόρατος ἁλουργός τε καὶ 8.31.19 ἄλλως βασιλικὸς ἀπεκρέματο θαυμαστὸς ὅσος. καὶ αὐτὸς ὑπερφυεῖ ὀχούμενος ἵππῳ παιδιὰν ἐν μεταιχμίῳ ἔπαιζε τὴν ἐνόπλιον ἐπισταμένως. τόν τε γὰρ ἵππον ἐν κύκλῳ περιελίσσων, ἐπὶ θάτερά τε ἀναστρέφων 8.31.20 αὖθις κυκλοτερεῖς πεποίητο δρόμους. καὶ ἱππευόμενος μεθίει ταῖς αὔραις τὸ δόρυ, ἀπ' αὐτῶν τε κραδαινόμενον ἁρπασάμενος εἶτα ἐκ χειρὸς ἐς χεῖρα παραπέμπων συχνὰ ἐφ' ἑκάτερα, καὶ μεταβιβάζων ἐμπείρως, ἐφιλοτιμεῖτο τῇ ἐς τὰ τοιαῦτα μελέτῃ, ὑπτιάζων καὶ ἰσχιάζων καὶ πρὸς ἑκάτερα ἐγκλινόμενος, ὥσπερ ἐκ παιδὸς ἀκριβῶς τὰ ἐς τὴν ὀρχήστραν δεδιδαγμένος. 8.31.21 ταῦτά τε ποιῶν πᾶσαν κατέτριψε τὴν δείλην πρωΐαν. ἐπὶ πλεῖστον δὲ τὴν τῆς μάχης ἀναβολὴν μηκύνειν ἐθέλων ἔπεμψεν ἐς τὸ Ῥωμαίων στρατόπεδον, φάσκων 8.31.22 ἐθέλειν αὐτοῖς ἐς λόγους ξυμμῖξαι. Ναρσῆς δὲ φενακίζειν αὐτὸν ἰσχυρίζετο, εἴ γε πολεμησείων τὰ πρότερα, ἡνίκα τοῦ προτείνεσθαι λόγους ἐξουσία εἴη, νῦν ἐν μεταιχμίῳ γενόμενος ἐς τοὺς διαλόγους χωροίη. 8.32.1 Ἐν τούτῳ δὲ Γότθοις καὶ οἱ δισχίλιοι ἧκον· οὕσπερ ἐς τὸ χαράκωμα Τουτίλας ἀφικέσθαι μαθὼν, ἐπειδὴ καὶ ὁ καιρὸς ἐς ἄριστον ἦγεν, αὐτός τε ἐς σκηνὴν τὴν οἰκείαν ἐχώρησε καὶ Γότθοι διαλύσαντες 8.32.2 τὴν παράταξιν ὀπίσω ἀνέστρεφον. ἐν δὲ τῇ καταλύσει τῇ αὐτοῦ γεγονὼς Τουτίλας τοὺς δισχιλίους ἤδη παρόντας εὗρε. τό τε ἄριστον ἅπαντας αἱρεῖσθαι κελεύσας καὶ τὴν τῶν ὅπλων σκευὴν μεταμφιασάμενος ἅπαντας ἐξωπλίσατο μὲν ἐς τὸ ἀκριβὲς ἐν στρατιωτῶν λόγῳ, εὐθὺς δὲ τὴν στρατιὰν ἐπὶ τοὺς πολεμίους ἐξῆγεν, ἀπροσδόκητος αὐτοῖς ἐπιπεσεῖσθαι οἰόμενος 8.32.3 καὶ ταύτῃ αἱρήσειν. ἀλλ' οὐδ' ὣς ἀπαρασκεύους Ῥωμαίους εὗρε. δείσας γὰρ ὁ Ναρσῆς, ὅπερ ἐγένετο, μὴ σφίσιν ἀπροσδοκήτοις ἐπιπέσοιεν οἱ πολέμιοι, ἀπεῖπεν ἅπασι μήτε ἄριστον αἱρεῖσθαι μήτε ἀποδαρθεῖν μήτε μὴν ἀποθωρακίσασθαι τῶν πάντων μηδένα μήτε τοῦ 8.32.4 χαλινοῦ μεθεῖναι τὸν ἵππον. οὐ μέντοι οὐδὲ ἀποσίτους τὸ παράπαν αὐτοὺς εἴασεν, ἀλλ' ἐν τῇ τάξει καὶ τῇ τῶν ὅπλων σκευῇ ἀκρατισαμένους ἐκέλευσε διηνεκὲς οὕτως ἀποσκοποῦντας καραδοκεῖν τῶν πολεμίων 8.32.5 τὴν ἔφοδον. τρόπῳ μέντοι τῷ αὐτῷ οὐκέτι ἐτάξαντο, ἀλλὰ Ῥωμαίοις μὲν τὰ κέρα, ἐν οἷς κατὰ τετρακισχιλίους οἱ πεζοὶ τοξόται εἱστήκεισαν, ἐπὶ τὸ μηνοειδὲς 8.32.6 τοῦ Ναρσοῦ γνώμῃ ἐτράπετο. Γότθοι δὲ οἱ πεζοὶ ἅπαντες ὄπισθεν τῶν ἱππέων ἀθρόοι ἵσταντο, ἐφ' ᾧ, ἢν τοῖς ἱππεῦσι τραπῆναι ξυμβῇ, ἀναστρέφοντες μὲν ἐπ' αὐτοὺς οἱ φεύγοντες σώζοιντο, ἐπίκοινα δὲ ἀμφότεροι εὐθὺς χωρήσαιεν. προείρητο δὲ Γότθοις ἅπασι μήτε τοξεύματι μήτε ἄλλῳ ὁτῳοῦν ἐς συμβολὴν τήνδε 8.32.7 ὅτι μὴ τοῖς δόρασι χρῆσθαι. διὸ δὴ Τουτίλαν πρὸς τῆς ἀβουλίας καταστρατηγηθῆναι τῆς αὑτοῦ ξυνηνέχθη· ὅς γε καθιστάμενος ἐς τήνδε τὴν μάχην οὐκ οἶδα ὅτῳ ἀναπεισθεὶς παρείχετο τοῖς ἐναντίοις τὴν αὑτοῦ στρατιὰν οὔτε τῇ ὁπλίσει ἀντίξουν οὔτε τῇ τάξει ἀντίρροπον οὔτε τῳ ἄλλῳ ἀντίπαλον, ἐπεὶ Ῥωμαῖοι μὲν ἑκάστοις ὡς ἐπικαιρότατα ἦν ἐν τῷ ἔργῳ ἐχρῶντο, ἢ τοξεύοντες, ἢ δόρατα ὠθοῦντες, ἢ ξίφη διαχειρίζοντες, ἢ ἄλλο τι ἐνεργοῦντες τῶν σφίσι προχείρων κἀν τῷ παρόντι ἐπιτηδείων, οἱ μὲν ἱππευόμενοι, οἱ δὲ καὶ πεζῇ ἐς τὴν παράταξιν καθιστάμενοι, κατὰ τὸ τῇ χρείᾳ ξυνοῖσον, καὶ πὴ μὲν κύκλωσιν τῶν πολεμίων διαπρασσόμενοι, πὴ δὲ προσιόντας δεχόμενοι καὶ ταῖς 8.32.8 ἀσπίσιν ἀποκρουόμενοι τὴν ἐπίθεσιν. οἱ δὲ τῶν Γότθων ἱππεῖς, τῶν πεζῶν σφίσιν