278
ἀγροίκους ὅτι δὴ τοσαύτῃ φειδοῖ τε καὶ προνοίᾳ ἐχρῆτο ὥστε βιασθῆναι μὲν αὐτοῖς οὐδὲν πώποτε στρατηγοῦντος Βελισαρίου τετύχηκε, πλουτεῖν δὲ παρὰ δόξαν ξυνέβαινε πᾶσιν οἷς ἂν αὐτοῦ ἐπιδημοίη στρατιᾶς 7.1.9 πλῆθος. ἀπεδίδοντο γὰρ αὐτοῖς κατὰ γνώμην τὰ ὤνια πάντα. καὶ ἡνίκα μὲν ἀκμάζοι τὰ λήϊα, ἐς τὸ ἀκριβὲς διεφύλασσε μή τινι παριοῦσα ἡ ἵππος λυμή7.1.10 νηται. τῶν δὲ ὡραίων ἐν τοῖς δένδροις ὄντων ἅψα7.1.11 σθαι αὐτῶν οὐδενὶ τὸ παράπαν ἐξουσία ἐγίνετο. καὶ μὴν καὶ σωφροσύνης ὑπερφυῶς μετεποιεῖτο. οὐδὲ γὰρ οὖν οὐδὲ ἄλλης ὅτι μὴ τῆς γεγαμημένης γυναικὸς 7.1.12 ἥπτετο. αἰχμαλώτους οὖν ἔκ τε Βανδίλων καὶ Γότθων ἑλὼν τοσαύτας τε τὸ πλῆθος καὶ τοιαύτας τὰ πρόσωπα, οἵας οὐδείς που ἀνθρώπων εἶδεν, οὔτε οἱ ἐς ὄψιν 7.1.13 αὐτῶν τινα ἥκειν οὔτε ἄλλως ἐντυχεῖν εἴασεν. ἦν δὲ πρὸς τοῖς ἄλλοις ἅπασιν ἀγχίνους τε διαφερόντως κἀν 7.1.14 τοῖς ἀπόροις ἐπινοῆσαι τὰ βέλτιστα ἱκανώτατος. ἐν μέντοι κινδύνοις πολέμου εὔψυχός τε ἦν ξὺν τῷ ἀσφαλεῖ καὶ ξὺν λογισμῷ εὐτολμότατος, ὀξύς τε καὶ μελλητὴς ἐν τῇ ἐπὶ τοὺς πολεμίους ἀεὶ ἐγχειρήσει, 7.1.15 κατὰ τὴν χρείαν ἑκάτερον. ἄνευ δὲ τούτων ἐν μὲν τοῖς δεινοῖς εὔελπίν τε τὴν διάνοιαν καὶ ταραχῆς παρείχετο κρείσσω, εὐημερῶν δὲ οὔτε ἐπῆρτο οὔτε ἐτρύφα· μεθύοντα γοῦν Βελισάριον οὐδείς ποτε εἶδεν. 7.1.16 ὅσον μὲν οὖν χρόνον τοῦ Ῥωμαίων στρατοῦ ἔν τε Λιβύῃ καὶ Ἰταλίᾳ προὔστη, νικῶν τε διετέλει καὶ τὰ 7.1.17 ἐν ποσὶν ἀεὶ κτώμενος. ἐπεὶ δὲ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, ἔτι μᾶλλον ἢ πρότερον αὐτοῦ ἡ ἀρετὴ 7.1.18 ἐπὶ πλεῖστον ἐγνώσθη. αὐτός τε γὰρ πάσῃ ἀρετῇ προὔχων καὶ πλούτου μὲν πολλοῦ ἐξουσίᾳ, δυνάμει δὲ ὑπασπιστῶν τε καὶ δορυφόρων τοὺς πώποτε στρατηγοὺς ὑπεραίρων, φοβερὸς, ὡς τὸ εἰκὸς, ἄρχουσί τε 7.1.19 πᾶσι καὶ στρατιώταις ἐγένετο. ἀντιτείνειν τε γὰρ ἐπιτάττοντι, οἶμαι, οὐδεὶς ἐτόλμα, ἐπιτελῆ τε πράσσειν ὅσα ἐπιτάττοι οὐδαμοῦ ἀπηξίουν, τήν τε ἀρετὴν αἰσχυ7.1.20 νόμενοι καὶ δεδιότες τὴν δύναμιν. ἑπτακισχιλίους γὰρ ἱππέας ἐκ τῆς οἰκίας παρείχετο· ὧν δὴ ἀπόβλητος μὲν οὐδεὶς ἐγεγόνει, αὐτῶν δὲ ἕκαστος πρῶτός τε ἐν τῇ παρατάξει ἑστάναι καὶ προκαλεῖσθαι τοὺς τῶν πολε7.1.21 μίων ἀρίστους ἠξίουν. Ῥωμαίων δὲ οἱ πρεσβύτεροι, ἡνίκα πρὸς Γότθων πολιορκούμενοι τὰ ποιούμενα ἐν ταῖς τοῦ πολέμου ξυμβολαῖς ἔβλεπον, ἐν θαύματι μεγάλῳ ποιούμενοι ἀνεφθέγγοντο ὡς οἰκία μία τὴν Θευ7.1.22 δερίχου δύναμιν καταλύοι. Βελισάριος μὲν οὖν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, ὥσπερ ἐρρήθη, δυνατὸς γεγονὼς τά τε ξυνοίσοντα τοῖς βασιλέως πράγμασιν ἐβουλεύετο καὶ τὰ δεδογμένα ἔπρασσεν ἀεὶ αὐτονόμῳ γνώμῃ. 7.1.23 Οἱ δὲ ἄλλοι ἄρχοντες, ἴσοι μᾶλλον αὐτοὶ πρὸς ἀλλήλους ὄντες καὶ οὐδὲν ὅτι μὴ κέρδη οἰκεῖα ἐν νῷ ἔχοντες διαπράσσεσθαι, τούς τε Ῥωμαίους ληΐζεσθαι καὶ τοῖς στρατιώταις ἐνδιδόναι τοὺς κατηκόους ἤδη ἤρξαντο, καὶ οὔτε αὐτοὶ ἐφρόνουν τὰ δέοντα ἔτι οὔτε τοὺς στρατιώτας τῶν παραγγελλομένων ἐπακούον7.1.24 τας εἶχον. διὸ δὴ πολλά τε αὐτοῖς ἡμαρτήθη καὶ τὰ πράγματα διεφθάρη Ῥωμαίοις ξύμπαντα ἐν χρόνῳ ὀλίγῳ. ἅπερ ἐγὼ ὅτῳ δὴ τρόπῳ ἐρῶν ἔρχομαι. 7.1.25 Ἐπειδὴ Βελισάριον ἐκ Ῥαβέννης ἀναστάντα ὁδῷ ἰέναι Ἰλδίβαδος ἐπύθετο, τούς τε βαρβάρους ξυνῆγεν ἀμφ' αὑτὸν ἅπαντας καὶ τῶν Ῥωμαίων στρατιωτῶν 7.1.26 ὅσους νεώτερα πράγματα ἤρεσκε. καὶ τῆς μὲν ἀρχῆς ὡς μάλιστα ἐπεμελεῖτο, ἀνασώσασθαι δὲ Γότθων τῷ 7.1.27 γένει τὸ Ἰταλιωτῶν κράτος ἐν σπουδῇ ἐποιεῖτο. κατ' ἀρχὰς μὲν οὖν οὐ πλέον ἢ χίλιοι αὐτῷ εἵποντο καὶ πόλιν μίαν Τικινὸν εἶχον, κατὰ βραχὺ δὲ προσεχώρησαν αὐτῷ ἅπαντες ὅσοι ἐν τῇ Λιγουρίᾳ καὶ Βενετίαις 7.1.28 ἦσαν. ἦν δὲ Ἀλέξανδρός τις ἐν Βυζαντίῳ τοῖς δημοσίοις ἐφεστὼς λογισμοῖς· λογοθέτην τὴν τιμὴν ταύ7.1.29 την ἑλληνίζοντες καλοῦσι Ῥωμαῖοι. οὗτος ἀεὶ τοῖς στρατιώταις τὴν εἰς τὸ δημόσιον ἐπεκάλει ζημίαν. τοιούτων δὲ ἀδικημάτων αὐτοὺς ὑπάγων, αὐτὸς μὲν ἔνδοξος ἐξ ἀδόξων ταχὺ γέγονεν, ἐκ πενήτων ἀτεχνῶς πλούσιος, ἀλλὰ καὶ βασιλεῖ χρήματα μεγάλα, εἴπερ τις ἄλλος, ἐπράξατο, τοὺς δὲ στρατιώτας ὀλίγους τε καὶ πτωχοὺς εἶναι καὶ ὀκνηρῶς εἰς τοὺς