244
σαντο, ὥς μοι αὐτίκα λελέξεται. καὶ μέγα τι κλέος ἐκ τοῦ ἔργου τούτου Ἰωάννης ἔσχε, διαβόητος καὶ τὸ 6.10.10 πρότερον ὤν. τολμητής τε γὰρ ἦν καὶ αὐτουργὸς ἐν τοῖς μάλιστα, ἔς τε τοὺς κινδύνους ἄοκνος, δίαιτάν τε σκληρὰν καὶ ταλαιπωρίαν τινὰ ἐς ἀεὶ εἶχε βαρβάρου ὁτουοῦν ἢ στρατιώτου οὐδενὸς ἧσσον. ὁ μὲν οὖν 6.10.11 Ἰωάννης τοιόσδε τις ἦν. Ματασοῦνθα δὲ, ἡ τοῦ Οὐιττίγιδος γυνὴ, δεινῶς τῷ ἀνδρὶ ἀχθομένη, ὅτι δή οἱ βίᾳ τὸ ἐξ ἀρχῆς ἐς κοίτην ἦλθεν, ἐπειδὴ τὸν Ἰωάννην ἐς Ἀρίμινον ἥκειν ἐπύθετο, περιχαρής τε ἀτεχνῶς γέγονε καὶ πέμψασα παρ' αὐτὸν λάθρα γάμου τε καὶ προδοσίας πέρι ἐς λόγους ἦλθε. 6.10.12 Καὶ οἱ μὲν πέμποντες ἀεὶ κρύφα τῶν ἄλλων ταῦτα ἔπρασσον. Γότθοι δὲ ἐπεὶ τά τε ἀμφὶ Ἀρίμινον ἔμαθον καὶ ἅμα ξύμπαντα σφᾶς τὰ ἀναγκαῖα ἐπελελοίπει, ὅ τε τῶν τριῶν μηνῶν χρόνος ἐξῆκεν ἤδη, τὴν ἀναχώρησιν ἐποιοῦντο, καίπερ οὔπω τι τῶν πρέσβεων 6.10.13 ἕνεκα πεπυσμένοι. τοῦ μὲν οὖν ἔτους ἀμφὶ τροπὰς ἐαρινὰς ἦν, τῇ δὲ πολιορκίᾳ ἐνιαυτός τε ἐτέτριπτο καὶ πρὸς αὐτῷ ἡμέραι ἐννέα, ὅτε οἱ Γότθοι ἅπαντα σφῶν τὰ χαρακώματα καύσαντες, ἅμα ἡμέρᾳ ὁδοῦ 6.10.14 εἴχοντο. Ῥωμαῖοι δὲ φεύγοντας ὁρῶντες τοὺς ἐναντίους ἐν ἀπόρῳ εἶχον ᾗ τὸ παρὸν θήσονται. τῶν τε γὰρ ἱππέων τὸ πλῆθος οὐ παρεῖναι τηνικαῦτα ξυνέβαινεν, ἄλλων ἄλλῃ πη ἐσταλμένων, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, αὐτοί τε ἀξιόμαχοι πρὸς τοσοῦτον πλῆθος πολεμίων οὐκ ᾤοντο εἶναι. ἅπαντας μέντοι πεζούς 6.10.15 τε καὶ ἱππέας Βελισάριος ὥπλισε. καὶ ἐπεὶ τῶν πολεμίων ὑπὲρ ἥμισυ διαβάντας τὴν γέφυραν εἶδεν, ἐξῆγε διὰ Πιγκιανῆς πύλης τὸ στράτευμα, ἥ τε μάχη 6.10.16 ἐκ χειρὸς γέγονε τῶν προτέρων οὐδεμιᾶς ἧσσον. καὶ κατ' ἀρχὰς μὲν καρτερῶς τῶν βαρβάρων τοὺς πολεμίους ὑφισταμένων, πολλοὶ ἑκατέρων ἐν τῇ πρώτῃ ξυμβολῇ ἔπεσον· ἔπειτα δὲ οἱ Γότθοι τραπόμενοι μέγα τε καὶ ὑπερφυὲς σφίσιν αὐτοῖς τὸ πάθος ἐποίουν. 6.10.17 αὐτὸς γὰρ ἕκαστος τὴν γέφυραν διαβαίνειν ἠπείγετο πρῶτος. ἀφ' οὗ δὴ ἐς στενοχωρίαν πολλὴν ἀφικόμενοι τὰ χαλεπώτατα ἔπασχον. πρός τε γὰρ σφῶν αὐτῶν 6.10.18 καὶ τῶν πολεμίων ἐκτείνοντο. πολλοὶ δὲ καὶ τῆς γεφύρας ἐφ' ἑκάτερα ἐξέπιπτον ἐς τὸν Τίβεριν καὶ αὐτοῖς ὅπλοις καταδυόμενοι ἔθνησκον. οὕτω δὲ τοὺς πλείστους ἀποβαλόντες οἱ λοιποὶ τοῖς πρότερον δια6.10.19 βᾶσι ξυνέμιξαν. Λογγῖνος δὲ Ἴσαυρος καὶ Μουνδίλας, οἱ Βελισαρίου δορυφόροι, διαφερόντως ἐν ταύτῃ τῇ μάχῃ ἠρίστευσαν. ἀλλὰ Μουνδίλας μὲν τέτρασι βαρβάροις καθ' ἕκαστον ἐς χεῖρας ἐλθὼν ἔκτεινέ τε ἅπαν6.10.20 τας καὶ αὐτὸς ἐσώθη. Λογγῖνος δὲ τῆς τῶν πολεμίων τροπῆς αἰτιώτατος γεγονὼς αὐτοῦ ἔπεσε πολὺν αὑτοῦ πόθον τῷ Ῥωμαίων στρατοπέδῳ ἀπολιπών. 6.11.1 Οὐίττιγις μὲν οὖν στρατῷ τῷ καταλοίπῳ ἐπὶ Ῥαβέννης ἰὼν τῶν χωρίων τὰ ὀχυρώματα πλήθει φρουρῶν ἐκρατύνατο, ἐν Κλουσίῳ μὲν τῇ Τούσκων πόλει χιλίους τε ἄνδρας καὶ ἄρχοντα Γιβίμερα ἀπολιπὼν, ἔν τε Οὐρβιβεντῷ τοσούτους, οἷς δὴ ἄρχοντα Ἀλβίλαν ἄνδρα Γότθον ἐπέστησε. καὶ Οὐλιγίσαλον 6.11.2 ἐν τῇ Τουδέρᾳ ξὺν τετρακοσίοις κατέλιπεν. ἐν δὲ δὴ Πικηνῶν τῇ χώρᾳ τετρακοσίους μὲν ἐς Πέτραν τὸ φρούριον εἴασεν, οἳ καὶ πρότερον ταύτῃ ᾤκηντο, ἐν Αὐξίμῳ δὲ, ἣ πασῶν μεγίστη τῶν ἐκείνῃ πόλεών ἐστι, Γότθους τε ἀριστίνδην ξυνειλεγμένους τετρακισχιλίους κατέλιπε καὶ ἄρχοντα ἐς ἄγαν δραστήριον Οὐίσανδον ὄνομα, ξύν τε τῷ Μώρᾳ δισχιλίους ἐν Οὐρβίνῳ τῇ 6.11.3 πόλει. ἔστι δὲ καὶ ἄλλα φρούρια δύο, Καισῆνά τε καὶ Μοντεφέρετρα, ὧν δὴ ἐν ἑκατέρῳ φρουρὰν οὐχ ἧσσον ἢ κατὰ πεντακοσίων ἀνδρῶν κατεστήσατο. αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ εὐθὺ Ἀριμίνου ὡς πολιορκήσων 6.11.4 ἐχώρει. ἐτύγχανε δὲ Βελισάριος, ἐπειδὴ τάχιστα Γότθοι τὴν πολιορκίαν διέλυσαν, Ἰλδίγερά τε καὶ Μαρτῖνον ξὺν ἱππεῦσι χιλίοις πέμψας, ἐφ' ᾧ δὴ ἑτέρας ὁδοῦ θᾶττον ἰόντες φθάσωσι τοὺς πολεμίους ἐς Ἀρίμινον ἀφικόμενοι, καὶ σφίσιν ἐπέστελλεν Ἰωάννην μὲν καὶ τοὺς ξὺν αὐτῷ ἅπαντας ἐνθένδε ἐξαναστῆσαι ὡς τάχιστα, πολλοὺς δὲ ἀντ' αὐτῶν ἱκανοὺς μάλιστα ἐς τῆς πόλεως τὴν φυλακὴν καταστήσασθαι, ἐκ φρουρίου ἀφελομένους, ὃ δὴ πρὸς κόλπῳ τῷ Ἰονίῳ ἐστὶν, Ἀγκὼν ὄνομα, δυοῖν